§3.4#1Τὸν δ’ αὐτὸν τρόπον καὶ τὰ τῆς ἐλάττονος φλεβός, καλουμένης δ’ ἀορτῆς, ἔσχισται μέρη, συμπαρακολουθοῦντα τοῖς τῆς μεγάλης· πλὴν ἐλάττους οἱ πόροι καὶ τὰ φλέβια πολλῷ ἐλάττω ταῦτ’ ἐστὶ τῶν τῆς μεγάλης φλεβός.
以同样的方式,被称为大动脉的较小血管的各部分也分裂开来,与大血管的各部分相并行;只是这些通道较窄,小血管也比大血管的那些小得多。
Τὰ μὲν οὖν ἄνωθεν τῆς καρδίας τοῦτον ἔχουσι τὸν τρόπον αἱ φλέβες· τὸ δ’ ὑποκάτω τῆς καρδίας μέρος τῆς μεγάλης φλεβὸς τείνει μετέωρον διὰ τοῦ ὑποζώματος, συνέχεται δὲ καὶ πρὸς τὴν ἀορτὴν καὶ πρὸς τὴν ῥάχιν πόροις ὑμενώδεσι καὶ χαλαροῖς.
那么,心脏上方的血管就是这样的情况;而大血管在心脏下方的部分则穿过横隔膜悬空延伸,并由膜状且松弛的通道与大动脉及脊椎相连。
Τείνει δ’ ἀπ’ αὐτῆς μία μὲν διὰ τοῦ ἥπατος φλέψ, βραχεῖα μὲν πλατεῖα δέ, ἀφ’ ἧς πολλαὶ καὶ λεπταὶ εἰς τὸ ἧπαρ ἀποτείνουσαι ἀφανίζονται.
从它那里,有一条血管穿过肝脏延伸,它虽短而宽,从它那里有许多细小的小血管延伸进肝脏并消失在其中。
Δύο δ’ ἀπὸ τῆς διὰ τοῦ ἥπατος φλεβὸς ἀποσχίσεις εἰσίν, ὧν ἡ μὲν εἰς τὸ ὑπόζωμα τελευτᾷ καὶ τὰς καλουμένας φρένας, ἡ δὲ πάλιν ἐπανελθοῦσα διὰ τῆς μασχάλης εἰς τὸν βραχίονα τὸν δεξιὸν συμβάλλει ταῖς ἑτέραις φλεψὶ κατὰ τὴν ἐντὸς καμπήν·
从穿过肝脏的这条血管有两条分支,其中一条终止于横隔膜及所谓的“膈肌”,另一条则再次向上穿过腋窝延伸至右臂,在内侧弯曲处与其他的血管合流。
διὸ ἀποσχαζόντων τῶν ἰατρῶν ταύτην ἀπολύονται τινῶν πόνων περὶ τὸ ἧπαρ.
因此,当医生们切开这条血管时,肝脏周围的某些疼痛就会得到缓解。
Ἐκ δὲ τῶν ἀριστερῶν αὐτῆς μικρὰ μὲν παχεῖα δὲ φλὲψ τείνει εἰς τὸν σπλῆνα, καὶ ἀφανίζεται τὰ ἀπ’ αὐτῆς φλέβια εἰς τοῦτον.
从大血管的左侧,有一条虽小却粗的血管延伸至脾脏,从它分出的小血管便消失在脾脏中。
Ἕτερον δὲ μέρος ἀπὸ τῶν ἀριστερῶν τῆς μεγάλης φλεβὸς ἀποσχισθὲν τὸν αὐτὸν τρόπον ἀναβαίνει εἰς τὸν ἀριστερὸν βραχίονα· πλὴν ἐκείνη μὲν ἡ διὰ τοῦ ἥπατός ἐστιν, αὕτη δ’ ἑτέρα τῆς εἰς τὸν σπλῆνα τείνουσης.
从大血管左侧分裂出来的另一部分,以相同的方式向上延伸至左臂;不过,那一条是来自穿过肝脏的血管,而这一条则是来自延伸至脾脏的血管的另一条血管。
Ἔτι δ’ ἄλλαι ἀπὸ τῆς μεγάλης φλεβὸς ἀποσχίζονται, ἡ μὲν ἐπὶ τὸ ἐπίπλοον, ἡ δ’ ἐπὶ τὸ καλούμενον πάγκρεας.
此外,还有其他血管从大血管分出,一条通往大网膜,另一条通往所谓的胰腺。
Ἀπὸ δὲ ταύτης πολλαὶ φλέβες διὰ τοῦ μεσεντερίου τείνουσιν.
从这些血管出发,有许多血管穿过肠系膜延伸。
Πᾶσαι δ’ αὗται εἰς μίαν φλέβα τελευτῶσι μεγάλην, παρὰ πᾶν τὸ ἔντερον καὶ τὴν κοιλίαν μέχρι τοῦ στομάχου τεταμένην.
所有这些都终止于一条大血管,该血管沿着整个肠道和胃一直延伸到食道。
Καὶ περὶ ταῦτα τὰ μόρια πολλαὶ ἀπ’ αὐτῶν σχίζονται φλέβες.
在这些部位周围,有许多血管从它们之中分裂出来。
Μέχρι μὲν οὖν τῶν νεφρῶν μία οὖσα ἑκατέρα τείνει, καὶ ἡ ἀορτὴ καὶ ἡ μεγάλη φλέψ· ἐνταῦθα δὲ πρός τε τὴν ῥάχιν μᾶλλον προσπεφύκασι, καὶ σχίζονται εἰς δύο ὡσπερεὶ λάβδα ἑκάτερα, καὶ γίνεται εἰς τοὔπισθεν μᾶλλον ἡ μεγάλη φλὲψ τῆς ἀορτῆς.
那么,直到肾脏为止,大动脉和大血管两者都各自作为单一的血管延伸;但在那里它们更紧贴着脊椎,且各自一分为二,就像字母兰姆达(Λ)一样,而大血管变得比大动脉更偏向后方。
Προσπέφυκε δ’ ἡ ἀορτὴ μάλιστα τῇ ῥάχει περὶ τὴν καρδίαν· ἡ δὲ πρόσφυσίς ἐστι φλεβίοις νευρώδεσι καὶ μικροῖς.
大动脉在心脏周围最紧贴脊椎;这种连接是通过细小且呈腱状的血管进行的。
Ἔστι δ’ ἡ ἀορτὴ ἀπὸ μὲν τῆς καρδίας ἀγομένη εὖ μάλα κοίλη, προϊοῦσα δ’ ἐπιστενωτέρα καὶ νευρωδεστέρα.
大动脉从心脏引出时内部非常空腔化,但越往前延伸就越狭窄、越呈腱状。
Τείνουσι δὲ καὶ ἀπὸ τῆς ἀορτῆς εἰς τὸ μεσεντέριον φλέβες ὥσπερ αἱ ἀπὸ τῆς μεγάλης φλεβός, πλὴν πολλῷ λειπόμεναι τῷ μεγέθει·
同样,从大动脉也有血管向肠系膜延伸,就像从大血管延伸出的一样,只是在大小上大为逊色;