Humanitext Reader

亚里士多德 · 动物志 §3.3#2

大血管与大动脉的结构及其向头部的分支

第 37 段,共 189 段 · 希腊语

内容简介

作者阐述了起自心室的大血管与大动脉的解剖结构,详细说明了它们向肺部、脊椎、肢体(或动物的翼与鳍)、头部以及脑膜延伸的分支路径,并指出压迫颈静脉会导致无窒息昏厥,以及脑部本身并无血管通入。

§3.3#2Συντέτρηνται μέντοι πᾶσαι αὗται πρὸς τὸν πλεύμονα, ἀλλ’ ἄδηλοι διὰ σμικρότητα τῶν πόρων πλὴν μιᾶς.
然而,所有这些[腔室]都通向肺部,但由于管道的细小,除了一个以外,其余的都不明显。
Ἡ μὲν οὖν μεγάλη φλὲψ ἐκ τῆς μεγίστης ἤρτηται κοίλιας τῆς ἄνω καὶ ἐν τοῖς δεζιοῖς, εἶτα διὰ τοῦ κοίλου τοῦ μέσου τείνεται πάλιν φλέψ, ὡς οὔσης τῆς κοιλίας μορίου τῆς φλεβὸς ἐν ᾧ λιμνάζει τὸ αἷμα.
大血管连接于上方且位于右侧的最大腔室,然后通过中间的空洞再次延伸出一条血管,仿佛该腔室是血液积存的血管的一部分。
Ἡ δὲ ἀορτὴ ἀπὸ τῆς μέσης· πλὴν οὐχ οὕτως ἀλλὰ κατὰ στενωτέραν σύριγγα πολλῷ κοινωνεῖ.
大动脉则起自中间的腔室;然而,它不是以这种方式,而是通过一个窄得多的管道相通。
Καὶ ἡ μὲν φλὲψ διὰ τῆς καρδίας, εἰς δὲ τὴν ἀορτὴν ἀπὸ τῆς καρδίας τείνει.
大血管穿过心脏,而大动脉从心脏延伸。
Καὶ ἔστιν ἡ μὲν μεγάλη, φλὲψ ὑμενώδης καὶ δερματώδης, ἡ δ’ ἀορτὴ στενωτέρα μὲν ταύτης, σφόδρα δὲ νευρώδης· καὶ ἀποτεινομένη πόρρω πρός τε τὴν κεφαλὴν καὶ πρὸς τὰ κάτω μόρια στενή τε γίνεται καὶ νευρώδης πάμπαν.
大血管是膜状且皮状的,而大动脉比它窄,但极具腱质;当它向头部和下方部位延伸得很远时,它变得狭窄且完全呈腱状。
Τείνει δὲ πρῶτον μὲν ἄνω ἀπὸ τῆς καρδίας τῆς μεγάλης φλεβὸς μόριον πρὸς τὸν πλεύμονα καὶ τὴν σύναψιν τῆς ἀορτῆς, ἄσχιστος καὶ μεγάλη οὖσα φλέψ.
首先,大血管的一部分从心脏向上延伸至肺部以及大动脉的结合处,是一条未分裂且粗大的血管。
Σχίζεται δ’ ἀπ’ αὐτῆς μόρια δύο, τὸ μὲν ἐπὶ τὸν πλεύμονα, τὸ δ’ ἐπὶ τὴν ῥάχιν καὶ τὸν ὕστατον τοῦ τραχήλου σφόνδυλον.
从它那里分出两个部分,一部分通向肺部,另一部分通向脊椎和颈部最后的椎骨。
Ἡ μὲν οὖν ἐπὶ τὸν πλεύμονα τείνουσα φλὲψ εἰς διμερῆ ὄντ’ αὐτὸν διχῇ σχίζεται πρῶτον, εἶτα παρ’ ἑκάστην σύριγγα καὶ ἕκαστον τρῆμα τείνει, μείζων μὲν παρὰ τὰ μείζω, ἐλάττων δὲ παρὰ τὰ ἐλάττω, οὕτως ὥστε μηδὲν εἶναι μόριον λαβεῖν ἐν ᾧ οὐ τρῆμά τ’ ἔνεστι καὶ φλέβιον· τὰ γὰρ τελευταῖα τῷ μεγέθει ἄδηλα διὰ τὴν μικρότητά ἐστιν, ἀλλὰ πᾶς ὁ πλεύμων φαίνεται μεστὸς ὢν αἵματος.
通向肺部的血管,由于肺部是两部分的,首先一分为二,然后沿着每个管道和每个孔穴延伸,较大的血管沿着较大的管道,较小的血管沿着较小的管道,以至于无法找到任何一个没有孔穴和小血管的部位;因为在尺寸上最末端的血管由于太小而看不见,但整个肺部看起来都充满了血液。
Ἐπάνω δ’ οἱ ἀπὸ τῆς φλεβός εἰσι πόροι τῶν ἀπὸ τῆς ἀρτηρίας συρίγγων τεινουσῶν.
血管的管道位于从气管延伸出的管道的上方。
Ἡ δ’ ἐπὶ τὸν σφόνδυλον τοῦ τραχήλου τείνουσα φλὲψ καὶ τὴν ῥάχιν πάλιν παρὰ τὴν ῥάχιν τείνει· ἣν καὶ Ὅμηρος ἐν τοῖς ἔπεσιν εἴρηκε ποιήσας ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥ τ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει.
通向颈部椎骨和脊椎的血管再次沿着脊椎延伸;荷马也在诗句中提到了这一点,他写道: “他将整条血管斩断,那是一条沿着脊背延伸、直达颈部的血管。
Ἀπὸ δὲ ταύτης τείνουσι παρά τε τὴν πλευρὰν ἑκάστην φλέβια καὶ πρὸς ἕκαστον τὸν σφόνδυλον, κατὰ δὲ τὸν ὑπὲρ τῶν νεφρῶν σφόνδυλον σχίζεται διχῇ.
” 从这条血管出发,小血管沿着每根肋骨并向每个椎骨延伸,在肾脏上方的椎骨处它一分为二。
Ταῦτα μὲν οὖν τὰ μόρια ἀπὸ τῆς μεγάλης φλεβὸς τοῦτον ἔσχισται τὸν τρόπον· ὑπεράνω δὲ τούτων ἀπὸ τῆς ἐκ τῆς καρδίας τεταμένης πάλιν ἡ ὅλη σχίζεται εἰς δύο τόπους.
大血管的这些部分就是以这种方式分裂的;但在这些之上,从心脏延伸出的血管,整体再次分裂到两个地方。
Αἱ μὲν γὰρ φέρουσιν εἰς τὰ πλάγια καὶ τὰς κλεῖδας, κἄπειτα διὰ τῶν μασχαλῶν τοῖς μὲν ἀνθρώποις εἰς τοὺς βραχίονας, τοῖς δὲ τετράποσιν εἰς τὰ πρόσθια σκέλη τείνουσι, τοῖς δὲ ὄρνισιν εἰς τὰς πτέρυγας, τοῖς δ’ ἰχθύσιν εἰς τὰ πτερύγια τὰ πρανῆ.
因为一些血管通向侧面和锁骨,然后通过腋窝,在人类中延伸到手臂,在四足动物中延伸到前腿,在鸟类中延伸到翅膀,在鱼类中延伸到胸鳍。
Αἱ δ’ ἀρχαὶ τούτων τῶν φλεβῶν, ᾗ σχίζονται τὸ πρῶτον, καλοῦνται σφαγίτιδες· ᾗ δὲ σχίζονται εἰς τὸν αὐχένα ἀπὸ τῆς μεγάλης φλεβός, παρὰ τὴν ἀρτηρίαν τείνουσι τὴν τοῦ πλεύμονος· ὧν ἐπιλαμβανομένων ἐνίοτε ἔξωθεν ἄνευ πνιγμοῦ καταπίπτουσιν οἱ ἄνθρωποι μετ’ ἀναισθησίας, τὰ βλέφαρα συμβεβληκότες.
这些血管的起点,即它们最初分裂的地方,被称为颈静脉;当它们从大血管分裂到颈部时,它们沿着肺的气管延伸;当这些血管有时从外部被压迫时,人类会在没有窒息的情况下失去知觉而倒下,双眼紧闭。
Οὕτω δὲ τείνουσαι, καὶ μεταξὺ λαμβάνουσαι τὴν ἀρτηρίαν, φέρουσι μέχρι τῶν ὤτων, ᾗ συμβάλλουσιν αἱ γένυες τῆς κεφαλῆς.
它们这样延伸,将气管夹在中间,一直通到耳朵,即下颌与头部相连的地方。
Πάλιν δ’ ἐντεῦθεν εἰς τέτταρας σχίζονται φλέβας, ὧν μία μὲν ἐπανακάμψασα καταβαίνει διὰ τοῦ τραχήλου καὶ τοῦ ὤμου, καὶ συμβάλλει τῇ πρότερον ἀποσχίσει τῆς φλεβὸς κατὰ τὴν τοῦ βραχίονος καμπήν, τὸ δ’ ἕτερον μόριον εἰς τὴν χεῖρα τελευτᾷ καὶ τοὺς δακτύλους· μία δ’ ἑτέρα ἀφ’ ἑκατέρου τοῦ τόπου τοῦ περὶ τὰ ὦτα ἐπὶ τὸν ἐγκέφαλον τείνει, καὶ σχίζεται εἰς πολλὰ καὶ λεπτὰ φλέβια εἰς τὴν καλουμένην μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον.
从那里,它们再次分裂为四条血管,其中一条折回并穿过颈部和肩膀向下延伸,在手臂弯曲处与先前分裂的血管分支相会合,而另一部分则终止于手和手指;另一条从耳朵周围的每个地方延伸到大脑,并在大脑周围所谓的“膜”中分裂成许多细小血管。
Αὐτὸς δ’ ὁ ἐγκέφαλος ἄναιμος πάντων ἐστί, καὶ οὔτε μικρὸν οὔτε μέγα φλέβιον τελευτᾷ εἰς αὐτόν.
但大脑本身是所有器官中最无血的,无论是大是小的血管,都没有终止在脑内部的。
Τῶν δὲ λοιπῶν τῶν ἀπὸ τῆς φλεβὸς ταύτης σχισθεισῶν φλεβῶν αἱ μὲν τὴν κεφαλὴν κύκλῳ περιλαμβάνουσιν, αἱ δ’ εἰς τὰ αἰσθητήρια ἀποτελευτῶσι καὶ τοὺς ὀδόντας λεπτοῖς πάμπαν φλεβίοις.
从这条血管分裂出来的其余血管中,一些环绕着头部,而另一些则以极细的小血管终止于感觉器官和牙齿中。

词汇与语法注释

  1. §3.3#2ὡς οὔσης τῆς κοιλίας μορίου τῆς φλεβὸς — 由 ὡς 与现在分词 οὔσης 构成的属格独立结构,表示主观上的视作或比喻性原因(“仿佛该腔室是血管的一部分”)。
  2. ¦p.69¦ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν — 引用自荷马《伊利亚特》第13卷第546行。这是史诗中的割裂现象(tmesis),介词 ἀπό 与动词 ἔκερσεν(κείρω 的不定过去时)分离放置,共同构成复合动词 ἀποκείρω(斩断、切断)的含义。
  3. ¦p.70¦ὧν ἐπιλαμβανομένων — 以关系代词 ὧν(先行词为颈静脉 σφαγίτιδες·)为逻辑主语的属格独立结构,伴随现在被动(或中动)分词 ἐπιλαμβανομένων,用于表示条件或时间(“当这些[血管]从外部被压迫时”)。
  4. ¦p.70¦αὐτὸς δ’ ὁ ἐγκέφαλος ἄναιμος πάντων ἐστί — 形容词 ἄναιμος(无血的)在此具有最高级性质的绝对否定含义,其后接复数代词属格 πάντων(在所有[器官]中),作部分属格使用。

引用这一段

亚里士多德, 动物志 §3.3#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.3%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。