Humanitext Reader

アリストテレス · 動物誌 §3.3#1

ポリュボスの血管説と心臓起源論

36 / 189 箇所 · ギリシア語

要旨

ポリュボスによる血管の四つの対に関する詳細な学説が紹介され、次いで著者自身の見解として、血管の起始が頭ではなく心臓にあること、および胸腔内の主要な二本の血管と心室の構造が記述される。

§3.3#1Συέννεσις μὲν οὖν καὶ Διογένης οὕτως εἰρήκασιν, Πόλυβος δὲ ὧδε.
スエンネシスとディオゲネスはこのように述べており、ポリュボスは次のように述べている。
Τὰ δὲ τῶν φλεβῶν τέτταρα ζεύγη ἐστίν, ἓν μὲν ἀπὸ τοῦ ἐξόπισθεν τῆς κεφαλῆς διὰ τοῦ αὐχένος ἔξωθεν παρὰ τὴν ῥάχιν ἔνθεν καὶ ἔνθεν μέχρι τῶν ἰσχίων εἰς τὰ σκέλη, ἔπειτα διὰ τῶν κνημῶν εἰς τὸ ἔξω τῶν σφυρῶν καὶ εἰς τοὺς πόδας·
血管には四つの対がある。 第一の対は、頭の後ろから首を通り、外側を背骨のそばに両側を腰まで、そして脚へと至り、それから脛を通って外踝と足へと至る。
διὸ καὶ τὰς φλεβοτομίας ποιοῦνται τῶν περὶ τὸν νῶτον ἀλγημάτων καὶ ἰσχίον ἀπὸ τῶν ἰγνύων καὶ τῶν ἔξωθεν σφυρῶν.
そのため人々は、背中や腰のあたりの痛みに対する瀉血を、ひざ窩や外踝から行うのである。
Ἕτεραι δὲ φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ ὦτα διὰ τοῦ αὐχένος, αἳ καλοῦνται σφαγίτιδες, ἔνδοθεν παρὰ τὴν ῥάχιν ἑκάτεραι φέρουσαι παρὰ τὰς ψοιὰς εἰς τοὺς ὄρχεις και εἰς τοὺς μηρούς, καὶ διὰ τῶν ἰγνύων τοῦ ἔνδοθεν μορίου καὶ διὰ τῶν κνημῶν ἐπὶ τὰ σφυρὰ τὰ εἴσω καὶ τοὺς πόδας·
第二の血管は、頭から耳のそばを通り首を経るもので、これらは頸静脈と呼ばれるが、内側を背骨のそばをそれぞれ走り、腰筋のそばを通って睾丸と大腿へと、そしてひざ窩の内側の部分を通り、また脛を通って内踝と足へと至る。
διὸ καὶ τὰς φλεβοτομίας ποιοῦνται τῶν περὶ τὰς ψοιὰς καὶ τοὺς ὄρχεις ἀλγημάτων ἀπὸ τῶν ἰγνύων καὶ τῶν σφυρῶν.
そのため、腰筋や睾丸のあたりの痛みに対する瀉血を、ひざ窩や内踝から行うのである。
Τὸ δὲ τρίτον ζεῦγος ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας εἰς τὸν πλεύμονα ἀφικνοῦνται, αἱ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερὰ ὑπὸ τὸν μαστὸν καὶ εἰς τὸν σπλῆνά τε καὶ εἰς τὸν νεφρόν, αἱ δ’ ἀπὸ τῶν ἀριστερῶν εἰς τὸν δεξιὸν ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαστὸν καὶ ἧπαρ καὶ εἰς τὸν νεφρόν·
第三の対は、こめかみから首を通り、肩甲骨の下を通って肺へと至る。 右からのものは左へと、乳房の下を通って脾臓と腎臓へと至り、左からのものは右へと、肺から乳房の下を通って肝臓と腎臓へと至る。
ἄμφω δὲ τελευτῶσιν εἰς τὸν ὄρχιν.
そして両者は睾丸に終わる。
Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ τὰς κλεῖς·
第四の対は、頭の前部と目から、首と鎖骨の下を通る。
ἐντεῦθεν δὲ τείνουσι διὰ τῶν βραχιόνων ἄνωθεν εἰς τὰς καμπάς, εἶτα διὰ τῶν πήχεων ἐπὶ τοὺς καρποὺς καὶ τὰς συγκαμπάς, καὶ διὰ τῶν βραχιόνων τοῦ κάτωθεν μορίου εἰς τὰς μασχάλας, καὶ ἐπὶ τῶν πλευρῶν ἄνωθεν, ἕως ἡ μὲν ἐπὶ τὸν σπλῆνα ἡ δ’ ἐπὶ τὸ ἧπαρ ἀφίκηται·
そこから上腕の上側を通って関節へと延び、それから前腕を通って手首と指の間(関節)へと延び、また上腕の下側の部分を通って腋窩へと、そして脇腹の上を、一方は脾臓に、他方は肝臓に達するまで延びる。
εἶθ’ ὑπὲρ τῆς γαστρὸς εἰς τὸ αἰδοῖον ἄμφω τελευτῶσιν.
それから、腹部の上を通って、両者は陰部において終わる。
Τὰ μὲν οὖν ὑπὸ τῶν ἄλλων εἰρημένα σχεδὸν ταῦτ’ ἐστίν·
他の者たちによって述べられたことは、おおよそこのようなものである。
εἰσὶ δὲ καὶ τῶν περὶ φύσιν οἳ τοιαύτην μὲν οὐκ ἐπραγματεύθησαν ἀκριβολογίαν περὶ τὰς φλέβας, πάντες δ’ ὁμοίως τὴν ἀρχὴν αὐτῶν ἐκ τῆς κεφαλῆς καὶ τοῦ ἐγκεφάλου ποιοῦσι, λέγοντες οὐ καλῶς.
自然についての研究者のなかには、血管についてこれほど詳細な精密さを追求しなかった者もいるが、彼らはみな同様に、その起始を頭と脳に置いており、これは誤った主張である。
Χαλεπῆς δ’ οὔσης, ὥσπερ εἴρηται, τῆς θεωρίας ἐν μόνοις τοῖς ἀποπεπνιγμένοις τῶν ζῴων προλεπτυνθεῖσιν ἔστιν ἱκανῶς καταμαθεῖν, εἴ τινι περὶ τῶν τοιούτων ἐπιμελές.
前に述べたように、この観察は困難であるが、窒息死させて事前に痩せさせた動物においてのみ、もしこの種のことに関心がある者なら、十分に理解することができる。
Ἔχει δὲ τοῦτον τὸν τρόπον ἡ τῶν φλεβῶν φύσις.
血管の性質は次のようになっている。
Δύο φλέβες εἰσὶν ἐν τῷ θώρακι κατὰ τὴν ῥάχιν ἐντός, ἔστι δὲ κειμένη αὐτῶν ἡ μὲν μείζων ἐν τοῖς ἔμπροσθεν, ἡ δ’ ἐλάττων ὄπισθεν ταύτης, καὶ ἡ μὲν μείζων ἐν τοῖς δεξιοῖς μᾶλλον, ἡ δ’ ἐλάττων ἐν τοῖς ἀριστεροῖς, ἣν καλοῦσί τινες ἀορτὴν ἐκ τοῦ τεθεᾶσθαι καὶ ἐν τοῖς τεθνεῶσι τὸ νευρῶδες αὐτῆς μόριον.
胸腔内には背骨に沿って内側に二本の血管があり、それらのうち大きな方は前方(腹側)に、小さな方はその背後に位置しており、大きな方はより右側に、小さな方はより左側に位置している。 これをある人々は大動脈と呼んでいるが、それは死体においてもその腱のような部分が観察されるからである。
Αὗται δ’ ἔχουσι τὰς ἀρχὰς ἀπὸ τῆς καρδίας·
これらは心臓にその源を持っている。
διὰ μὲν γὰρ τῶν ἄλλων σπλάγχνων, ᾗ τυγχάνουσι τείνουσαι, ὅλαι δι’ αὐτῶν διέρχονται σωζόμεναι καὶ οὖσαι φλέβες, ἡ δὲ καρδία ὥσπερ μόριον αὐτῶν ἐστί, καὶ μᾶλλον τῆς ἐμπροσθίας καὶ μείζονος, διὰ τὸ ἄνω μὲν καὶ κάτω τὰς φλέβας εἶναι ταύτας, ἐν μέσῳ δ’ αὐτῶν τὴν καρδίαν.
というのも、他の内臓においては、血管が走っているところではどこでも、元の形を保ったまま血管として全体を通過しているが、心臓はこれらの一部であるかのようであり、特に前方の大きな血管の一部である。 なぜなら、これらの血管は上下にあり、心臓はそれらの中間にあるからである。
Ἔχουσι δ’ αἱ καρδίαι πᾶσαι μὲν κοιλίας ἐν αὑταῖς, ἀλλ’ αἱ μὲν τῶν σφόδρα μικρῶν ζῴων μόλις φανερὰν τὴν μεγίστην ἔχουσι, τὰ δὲ μέσα τῷ μεγέθει τῶν ζῴων καὶ τὴν ἑτέραν, τὰ δὲ μέγιστα τὰς τρεῖς.
すべての心臓はその内部に空洞をもっているが、極めて小さな動物の心臓は最大の空洞が辛うじて見える程度であり、中等度の大きさの動物はもう一つの空洞も、最大級の動物は三つの空洞をもっている。
Ἔστι δὲ τῆς καρδίας τὸ ὀξὺ ἐχούσης εἰς τὸ πρόσθεν, καθάπερ εἴρηται πρότερον, ἡ μεγίστη μὲν κοιλία ἐν τοῖς δεξιοῖς καὶ ἀνωτάτω αὐτῆς, ἡ δ’ ἐλαχίστη ἐν τοῖς ἀριστεροῖς, ἡ δὲ μέση μεγέθει τούτων ἐν τῷ μέσῳ ἀμφοῖν·
心臓はその尖った部分を前方に向けているが、前に述べたように、最大の空洞は右側の最も高い位置にあり、最小のものは左側に、中間の大きさのものは両者の中間にある。
ἀμφότεραι δὲ πολλῷ ἐλάττους εἰσὶ τῆς μεγίστης.
そして後二者は最大の空洞よりもはるかに小さい。

語釈・文法注

  1. ¦p.67¦ἔνδοθεν παρὰ τὴν ῥάχιν ἑκάτεραι φέρουσαι — 主格複数女性分詞である `φέρουσαι` は、文頭の主語 `Ἕτεραι δὲ φλέβες` に一致する。主節に対応する定動詞(例えば `φέρουσι`)が欠如したまま分詞構文が連続しており、文法上の破格(anacoluthon)を形成している。
  2. §3.3#1εἰσὶ δὲ καὶ τῶν περὶ φύσιν οἳ — 部分属格 `τῶν περὶ φύσιν`(自然を探究する者たちのうち)が、関係代名詞 `οἳ` の実質的な先行詞として機能している。「自然探究者のなかには〜という人々もいる」という存在を示す構文である。
  3. §3.3#1Χαλεπῆς δ’ οὔσης ... τῆς θεωρίας — 名詞 `τῆς θεωρίας` と現在分詞 `οὔσης` による属格独立構文(genitive absolute)であり、ここでは「観察が困難であるけれども」という譲歩の意味を表している。
  4. ¦p.68¦ἣν καλοῦσί τινες ἀορτὴν — 関係代名詞 `ἣν`(対格女性単数)の先行詞は、前文の `ἡ δ’ ἐλάττων`(より小さな血管)であり、目的格補語としての女性名詞 `ἀορτήν`(大動脈)に導かれている。

この箇所を引用する

アリストテレス, 動物誌 §3.3#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.3%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。