§3.2#1Τῶν δ’ ὁμοιομερῶν κοινότατον μέν ἐστι τὸ αἷμα πᾶσι τοῖς ἐναίμοις ζῴοις καὶ τὸ μόριον ἐν ᾧ πέφυκεν ἐγγίνεσθαι (τοῦτο δὲ καλεῖται φλέψ), ἔπειτα δὲ τὸ ἀνάλογον τούτοις, ἰχὼρ καὶ ἶνες, καὶ ὃ μάλιστα δή ἐστι τὸ σῶμα τῶν ζῴων, ἡ σὰρξ καὶ τὸ τούτῳ ἀνάλογον ἐν ἑκάστῳ μόριον, ἔτι ὀστοῦν καὶ τὸ ἀνάλογον τούτῳ, οἷον ἄκανθα καὶ χόνδρος·
均等部分のうち、すべての有血動物にとって最も共通なものは、血液であり、またそれがその内部で生じるように生まれついている部分(これは血管と呼ばれる)である。 そして次に、これらに対応するもの、すなわち漿液と繊維であり、また最も動物の身体そのものであるところの、肉と、それぞれにおいてこれに対応する部分である。 さらに骨とこれに対応するもの、例えば背骨や軟骨である。
ἔτι δὲ δέρμα, ὑμήν, νεῦρα, τρίχες, ὄνυχες, καὶ τὰ ὁμολογούμενα τούτοις·
さらに皮膚、膜、腱、毛、爪、およびこれらと同等とされるものである。
πρὸς δὲ τούτοις πιμελή, στέαρ καὶ τὰ περιττώματα·
これらに加えて、流動脂肪、固体脂肪、および排出物である。
ταῦτα δ’ ἐστὶ κόπρος, φλέγμα, χολὴ ξανθὴ καὶ μέλαινα.
これらは糞、粘液、黄胆汁、黒胆汁である。
Ἐπεὶ δ’ ἀρχῇ ἔοικεν ἡ τοῦ αἵματος φύσις καὶ ἡ τῶν φλεβῶν, πρῶτον περὶ τούτων λεκτέον, ἄλλως τε ἐπειδὴ καὶ τῶν πρότερον εἰρηκότων τινὲς οὐ καλῶς λέγουσιν.
血液の性質と血管の性質は原理に似ているので、まずこれらについて語らねばならない。 とりわけ、以前に語った人々のうちある者たちが正しく語っていないからでもある。
Αἴτιον δὲ τῆς ἀγνοίας τὸ δυσθεώρητον αὐτῶν.
その無知の原因は、それらを観察することが困難だからである。
Ἐν μὲν γὰρ τοῖς τεθνεῶσι τῶν ζῴων ἄδηλος ἡ φύσις τῶν κυριωτάτων φλεβῶν διὰ τὸ συμπίπτειν εὐθὺς ἐξιόντος τοῦ αἵματος μάλιστα ταύτας (ἐκ τούτων γὰρ ἐκχεῖται ἀθρόον ὥσπερ ἐξ ἀγγείου·
なぜなら、死んだ動物においては、血液が流出するとすぐにこれらの主要な血管が特に潰れてしまうため、その性質が不明瞭になるからである(というのは、これらから、器から流れるように一気に血液が流れ出るからである。
καθ’ αὑτὸ γὰρ οὐδὲν ἔχει αἷμα, πλὴν ὀλίγον ἐν τῇ καρδίᾳ, ἀλλὰ πᾶν ἐστὶν ἐν ταῖς φλεψίν), ἐν δὲ τοῖς ζῶσιν ἀδύνατόν ἐστι θεάσασθαι πῶς ἔχουσιν·
血管自体は、心臓の中のわずかな量を除いて、それ自体としては何も血液を保持せず、すべては血管の中にあるからである)。 他方、生きている動物においては、それらがどのようになっているかを観察することは不可能である。
ἐντὸς γὰρ ἡ φύσις αὐτῶν.
なぜなら、それらの本性は内部にあるからである。
Ὥσθ’ οἱ μὲν ἐν τεθνεῶσι καὶ διῃρημένοις τοῖς ζῴοις θεωροῦντες τὰς μεγίστας ἀρχὰς οὐκ ἐθεώρουν, οἱ δ’ ἐν τοῖς λελεπτυσμένοις σφόδρα ἀνθρώποις ἐκ τῶν τότε ἔξωθεν φαινομένων τὰς ἀρχὰς τῶν φλεβῶν διώρισαν, Συέννεσις μὲν ὁ Κύπριος ἰατρὸς τόνδε τὸν τρόπον.
したがって、死んで解剖された動物において観察する人々は、最大の始原を観察していなかったし、他方、極度に痩せ細った人間において、そのとき外部から見えるものに基づいて血管の始原を規定した人々もいる。 キプロスの医師シュエンネシスは次のように述べている。
Αἱ φλέβες αἱ παχεῖαι ὧδε πεφύκασιν, ἐκ τοῦ ὀμφαλοῦ παρὰ τὴν ὀσφὺν διὰ τοῦ νώτου παρὰ τὸν πλεύμονα ὑπὸ τοὺς μαστούς, ἡ μὲν ἐκ τοῦ δεξιοῦ εἰς τὰ ἀριστερά, ἡ δ’ ἐκ τοῦ ἀριστεροῦ εἰς τὸ δεξιόν, ἡ μὲν ἐκ τοῦ ἀριστεροῦ διὰ τοῦ ἥπατος εἰς τὸν νεφρὸν καὶ εἰς τὸν ὄρχιν, ἡ δ’ ἐκ τοῦ δεξιοῦ εἰς τὸν σπλῆνα καὶ νεφρὸν καὶ ὄρχιν, ἐντεῦθεν δὲ εἰς τὸ αἰδοῖον.
「太い血管は次のように生まれついている。 臍から腰に沿って、背中を通り、肺の側を通って乳房の下へと至る。 一方は右から左へ、他方は左から右へと走る。 すなわち、左からのものは肝臓を通って腎臓および睾丸へ、右からのものは脾臓と腎臓と睾丸へ至り、そこから陰部へと至る。
Διογένης δὲ ὁ Ἀπολλωνιάτης τάδε λέγει.
」アポロニアのディオゲネスは次のように言う。
Αἱ δὲ φλέβες ἐν τῷ ἀνθρώπῳ, ὧδ’ ἔχουσιν.
「人間における血管は次のようになっている。
Εἰσὶ δύο μέγισται·
二つの最も大きなものがある。
αὗται τείνουσι διὰ τῆς κοιλίας παρὰ τὴν νωτιαίαν ἄκανθαν, ἡ μὲν ἐπὶ δεξιὰ ἡ δ’ ἐπ’ ἀριστερά, εἰς τὰ σκέλη ἑκατέρα τὰ παρ’ ἑαυτῇ, καὶ ἄνω εἰς τὴν κεφαλὴν παρὰ τὰς κλεῖδας διὰ τῶν σφαγῶν.
これらは腹部を通って脊椎に沿って延びており、一方は右側に、他方は左側にあり、それぞれ自分に近い側の脚へと至り、また上方は鎖骨に沿って頸静脈を通って頭へと至る。
Ἀπὸ δὲ τούτων καθ’ ἅπαν τὸ σῶμα φλέβες διατείνουσιν, ἀπὸ μὲν τῆς δεξιᾶς εἰς τὰ δεξιά, ἀπὸ δὲ τῆς ἀριστερᾶς εἰς τὰ ἀριστερά, μέγισται μὲν δύο εἰς τὴν καρδίαν περὶ αὐτὴν τὴν νωτιαίαν ἄκανθαν, ἕτεραι δ’ ὀλίγον ἀνωτέρω διὰ τῶν στηθῶν ὑπὸ τὴν μασχάλην εἰς ἑκατέραν τὴν χεῖρα τὴν παρ’ ἑαυτῇ·
これらから身体全体に血管が延びており、右のものからは右側へ、左のものからは左側へ延びている。 最も大きな二つは、脊椎のまさにその周りで心臓へと至り、他のものは少し上方で胸を通って脇の下の下から、それぞれ自分に近い側の手へと至る。
καὶ καλεῖται ἡ μὲν σπληνῖτις, ἡ δὲ ἡπατῖτις.
そして一方は脾臓静脈、他方は肝臓静脈と呼ばれる。 」