Humanitext Reader

亚里士多德 · 动物志 §3.2#1

血管研究的困难与早期学说

第 34 段,共 189 段 · 希腊语

内容简介

本段概述了作为均等部分的血液、血管及其他组织,指出了在解剖死体和观察活体中研究血管系统的困难,并引用了早期医生叙恩内西斯和迪奥根尼关于人体血管分布的假说。

§3.2#1Τῶν δ’ ὁμοιομερῶν κοινότατον μέν ἐστι τὸ αἷμα πᾶσι τοῖς ἐναίμοις ζῴοις καὶ τὸ μόριον ἐν ᾧ πέφυκεν ἐγγίνεσθαι (τοῦτο δὲ καλεῖται φλέψ), ἔπειτα δὲ τὸ ἀνάλογον τούτοις, ἰχὼρ καὶ ἶνες, καὶ ὃ μάλιστα δή ἐστι τὸ σῶμα τῶν ζῴων, ἡ σὰρξ καὶ τὸ τούτῳ ἀνάλογον ἐν ἑκάστῳ μόριον, ἔτι ὀστοῦν καὶ τὸ ἀνάλογον τούτῳ, οἷον ἄκανθα καὶ χόνδρος· ἔτι δὲ δέρμα, ὑμήν, νεῦρα, τρίχες, ὄνυχες, καὶ τὰ ὁμολογούμενα τούτοις· πρὸς δὲ τούτοις πιμελή, στέαρ καὶ τὰ περιττώματα· ταῦτα δ’ ἐστὶ κόπρος, φλέγμα, χολὴ ξανθὴ καὶ μέλαινα.
在均等部分中,对于所有有血动物而言,最共同的是血液,以及它在其中自然形成的部分(这被称为血管);其次是与这些相对应的东西,即浆液和纤维,以及最能代表动物身体的东西,即肌肉和在每个动物中与此相对应的部分;此外还有骨和与此相对应的东西,例如脊椎和软骨;此外还有皮肤、膜、腱、毛发、指甲以及与这些同等的部分;除这些之外,还有流动脂肪、固体脂肪和排泄物;这些是粪便、粘液、黄胆汁和黑汁。
Ἐπεὶ δ’ ἀρχῇ ἔοικεν ἡ τοῦ αἵματος φύσις καὶ ἡ τῶν φλεβῶν, πρῶτον περὶ τούτων λεκτέον, ἄλλως τε ἐπειδὴ καὶ τῶν πρότερον εἰρηκότων τινὲς οὐ καλῶς λέγουσιν.
由于血液的性质和血管的性质类似于原理,我们必须首先讨论这些,尤其是因为以前讨论过的人中有些说得不对。
Αἴτιον δὲ τῆς ἀγνοίας τὸ δυσθεώρητον αὐτῶν.
这种无知的原因在于它们难以被观察。
Ἐν μὲν γὰρ τοῖς τεθνεῶσι τῶν ζῴων ἄδηλος ἡ φύσις τῶν κυριωτάτων φλεβῶν διὰ τὸ συμπίπτειν εὐθὺς ἐξιόντος τοῦ αἵματος μάλιστα ταύτας (ἐκ τούτων γὰρ ἐκχεῖται ἀθρόον ὥσπερ ἐξ ἀγγείου· καθ’ αὑτὸ γὰρ οὐδὲν ἔχει αἷμα, πλὴν ὀλίγον ἐν τῇ καρδίᾳ, ἀλλὰ πᾶν ἐστὶν ἐν ταῖς φλεψίν), ἐν δὲ τοῖς ζῶσιν ἀδύνατόν ἐστι θεάσασθαι πῶς ἔχουσιν· ἐντὸς γὰρ ἡ φύσις αὐτῶν.
因为在死去的动物中,主要血管的性质是不明显的,因为一旦血液流出,这些血管就会立刻塌陷(因为血液会像从器皿中一样从这些血管中一同流出;血管自身并不保有什么血液,除了心脏中有一点点,而所有的血液都在血管中),而在活着的动物中,则不可能观察它们的情况;因为它们的本性在内部。
Ὥσθ’ οἱ μὲν ἐν τεθνεῶσι καὶ διῃρημένοις τοῖς ζῴοις θεωροῦντες τὰς μεγίστας ἀρχὰς οὐκ ἐθεώρουν, οἱ δ’ ἐν τοῖς λελεπτυσμένοις σφόδρα ἀνθρώποις ἐκ τῶν τότε ἔξωθεν φαινομένων τὰς ἀρχὰς τῶν φλεβῶν διώρισαν, Συέννεσις μὲν ὁ Κύπριος ἰατρὸς τόνδε τὸν τρόπον.
因此,那些在死去的、被解剖的动物中进行观察的人没有看清最大的源泉,而另一些人则在极度消瘦的人身上,根据当时从外部可见的部分来界定血管的源泉,塞浦路斯的医生叙恩内西斯是以如下方式界定的。
Αἱ φλέβες αἱ παχεῖαι ὧδε πεφύκασιν, ἐκ τοῦ ὀμφαλοῦ παρὰ τὴν ὀσφὺν διὰ τοῦ νώτου παρὰ τὸν πλεύμονα ὑπὸ τοὺς μαστούς, ἡ μὲν ἐκ τοῦ δεξιοῦ εἰς τὰ ἀριστερά, ἡ δ’ ἐκ τοῦ ἀριστεροῦ εἰς τὸ δεξιόν, ἡ μὲν ἐκ τοῦ ἀριστεροῦ διὰ τοῦ ἥπατος εἰς τὸν νεφρὸν καὶ εἰς τὸν ὄρχιν, ἡ δ’ ἐκ τοῦ δεξιοῦ εἰς τὸν σπλῆνα καὶ νεφρὸν καὶ ὄρχιν, ἐντεῦθεν δὲ εἰς τὸ αἰδοῖον.
“粗血管的自然结构如下:从脐部沿着腰,穿过背部,沿着肺部到达乳房下方,一条从右侧到左侧,另一条从左侧到右侧;其中从左侧来的一条穿过肝脏到达肾脏和睾丸,而从右侧来的一条则到达脾脏、肾脏和睾丸,并由此通向生殖器。
Διογένης δὲ ὁ Ἀπολλωνιάτης τάδε λέγει. Αἱ δὲ φλέβες ἐν τῷ ἀνθρώπῳ, ὧδ’ ἔχουσιν.
”阿波罗尼亚的迪奥根尼如此说道:“人类的血管情况如下。
Εἰσὶ δύο μέγισται· αὗται τείνουσι διὰ τῆς κοιλίας παρὰ τὴν νωτιαίαν ἄκανθαν, ἡ μὲν ἐπὶ δεξιὰ ἡ δ’ ἐπ’ ἀριστερά, εἰς τὰ σκέλη ἑκατέρα τὰ παρ’ ἑαυτῇ, καὶ ἄνω εἰς τὴν κεφαλὴν παρὰ τὰς κλεῖδας διὰ τῶν σφαγῶν.
有两条最大的血管;它们穿过腹部沿着脊椎延伸,一条在右侧,另一条在左侧,各自通向自己那一侧的腿部,向上则沿着锁骨穿过颈静脉通向头部。
Ἀπὸ δὲ τούτων καθ’ ἅπαν τὸ σῶμα φλέβες διατείνουσιν, ἀπὸ μὲν τῆς δεξιᾶς εἰς τὰ δεξιά, ἀπὸ δὲ τῆς ἀριστερᾶς εἰς τὰ ἀριστερά, μέγισται μὲν δύο εἰς τὴν καρδίαν περὶ αὐτὴν τὴν νωτιαίαν ἄκανθαν, ἕτεραι δ’ ὀλίγον ἀνωτέρω διὰ τῶν στηθῶν ὑπὸ τὴν μασχάλην εἰς ἑκατέραν τὴν χεῖρα τὴν παρ’ ἑαυτῇ·
从这些血管出发,分支血管延展到全身,右侧的通向右侧部分,左侧的通向左侧部分,其中两条最大的通向脊椎本身的周围的心脏,其他的则稍高一些,穿过胸部从腋下通向各自一侧的手臂;一条被称为脾静脉,另一条被称为肝静脉。
καὶ καλεῖται ἡ μὲν σπληνῖτις, ἡ δὲ ἡπατῖτις.

词汇与语法注释

  1. §3.2#1ἀρχῇ ἔοικεν ἡ τοῦ αἵματος φύσις καὶ ἡ τῶν φλεβῶν — 这里的 ἀρχ样 指解剖学或生理学上的“始原”或“原理”。表明血液和血管是构成动物身体的根本出发点。与格 ἀρχῇ 作为 ἔοικεν(似乎、像)的补足语。
  2. §3.2#1καθ’ αὑτὸ γὰρ οὐδὲν ἔχει αἷμα — 短语 καθ’ αὑτό(其自身)强调血管作为器官本身在没有血液内容物的情况下只是空管。这一括号中的解释从血管自身的结构说明了为什么死后血液会迅速流出导致血管塌陷。
  3. §3.2#1τὰς μεγίστας ἀρχὰς οὐκ ἐθεώρουν — “最大的源泉”(μεγίστας ἀρχάς)指血管系统的中心起点(后被确定为心脏)。这里指出,仅在解剖的死体中观察的人无法看清主要血管起自何处,因为它们已经塌陷。

引用这一段

亚里士多德, 动物志 §3.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。