§3.2#2Σχίζεται δ’ αὐτῶν ἄκρα ἑκατέρα, ἡ μὲν ἐπὶ τὸν μέγαν δάκτυλον, ἡ δ’ ἐπὶ τὸν ταρσόν·
そして、それらの血管のそれぞれの末端が分岐し、一方は親指へ、他方は掌へと向かう。
ἀπὸ δὲ τούτων λεπταὶ καὶ πολύοζοι ἐπὶ τὴν ἄλλην χεῖρα καὶ δακτύλους.
これらから細くて節の多い血管が、手の残りの部分と指へと延びている。
Ἕτεραι δὲ λεπτότεραι ἀπὸ τῶν πρώτων φλεβῶν τείνουσιν, ἀπὸ μὲν τῆς δεξιᾶς εἰς τὸ ἧπαρ, ἀπὸ δὲ τῆς ἀριστερᾶς εἰς τὸν σπλῆνα καὶ τοὺς νεφρούς.
また、別のより細い血管が最初の血管から延びており、右のものからは肝臓へ、左のものからは脾臓と腎臓へと至る。
Αἱ δὲ εἰς τὰ σκέλη τείνουσαι σχίζονται κατὰ τὴν πρόσφυσιν, καὶ διὰ παντὸς τοῦ μηροῦ τείνουσιν.
脚へと延びる血管は、付け根のところで分岐し、大腿全体を通って延びている。
Ἡ δὲ μεγίστη αὐτῶν ὄπισθεν τείνει τοῦ μηροῦ, καὶ ἐκφαίνεται παχεῖα·
それらのうち最大のものは大腿の後ろ側を延びており、太いものとして現れる。
ἑτέρα δὲ εἴσω τοῦ μηροῦ, μικρὸν ἧττον παχεῖα ἐκείνης.
他方は大腿の内側を延び、前者より少し細い。
Ἔπειτα παρὰ τὸ γόνυ τείνουσιν εἰς τὴν κνήμην τε καὶ τὸν πόδα, καθάπερ καὶ εἰς τὰς χεῖρας·
その後、これらは膝のそばを通って脛と足へと延びるが、これはちょうど手へと延びるのと同様である。
καὶ ἐπὶ τὸν ταρσὸν τοῦ ποδὸς καθήκουσι, καὶ ἐντεῦθεν ἐπὶ τοὺς δακτύλους διατείνουσιν.
そして足の甲へと下り、そこから指へと延びている。
Σχίζονται δὲ καὶ ἐπὶ τὴν κοιλίαν καὶ τὸ πλευρὸν πολλαὶ ἀπ’ αὐτῶν καὶ λεπταὶ φλέβες.
また、それらから多くの細い血管が、腹部と脇腹へと分岐している。
Αἱ δ’ εἰς τὴν κεφαλὴν τείνουσαι διὰ τῶν σφαγῶν φαίνονται ἐν τῷ αὐχένι μεγάλαι·
頸静脈を通って頭へと延びる血管は、首において太いものとして現れる。
ἀφ’ ἑκατέρας δ’ αὐτῶν, ᾗ τελευτᾷ, σχίζονται εἰς τὴν κεφαλὴν πολλαί, αἱ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, αἱ δ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιά· τελευτῶσι δὲ παρὰ τὸ οὖς ἑκάτεραι.
それらの各々が終わるところから、多くが頭へと分岐し、あるものは右から左へ、他は左から右へと交差し、それぞれ耳のそばに終わる。
Ἔστι δ’ ἑτέρα φλὲψ ἐν τῷ τραχήλῳ παρὰ τὴν μεγάλην ἑκατέρωθεν, ἐλάττων ἐκείνης ὀλίγον, εἰς ἣν αἱ πλεῖσται ἐκ τῆς κεφαλῆς συνέχουσιν αὐτῆς·
また首には、大きな血管のそばに両側に別の血管があり、それは前者より少し小さく、頭からの大半の血管がこれに合流している。
καὶ αὗται τείνουσι διὰ τῶν σφαγῶν εἴσω, καὶ ἀπ’ αὐτῶν ἑκατέρας ὑπὸ τὴν ὠμοπλάτην τείνουσι καὶ εἰς τὰς χεῖρας.
これらも頸静脈を通って内側へと延び、それらの各々から肩甲骨の下を通って手へと延びている。
Καὶ φαίνονται παρά τε τὴν σπληνῖτιν καὶ τὴν ἡπατῖτιν ἕτεραι ὀλίγον ἐλάττους, ἃς ἀποσχῶσιν, ὅταν τι ὑπὸ τὸ δέρμα λυπῇ·
そして、脾臓静脈と肝臓静脈のそばに、それらより少し小さい別の血管が見える。 これらは皮膚の下に不調があるときに切り開かれる。
ἂν δέ τι περὶ τὴν κοιλίαν, τὴν ἡπατῖτιν καὶ τὴν σπληνῖτιν.
もし腹部のまわりに不調があれば、肝臓静脈と脾臓静脈が切り開かれる。
Τείνουσι δὲ καὶ ὑπὸ τοὺς μαστοὺς ἀπὸ τούτων ἕτεραι.
また、これらから他の血管が乳房の下へと延びている。
Ἕτεραι δ’ εἰσὶν αἱ ἀπὸ ἑκατέρας τείνουσαι διὰ τοῦ νωτιαίου μυελοῦ εἰς τοὺς ὄρχεις, λεπταί.
他には、それぞれの血管から脊髄を通って睾丸へと延びる細い血管がある。
Ἕτεραι δ’ ὑπὸ τὸ δέρμα καὶ διὰ τῆς σαρκὸς τείνουσιν εἰς τοὺς νεφρούς, καὶ τελευτῶσιν εἰς τοὺς ὄρχεις τοῖς ἀνδράσι, ταῖς δὲ γυναιξὶν εἰς τὰς ὑστέρας.
さらに他には、皮膚の下と肉を通って腎臓へと延び、男性では睾丸に、女性では子宮に終わる血管がある。
Αἱ δὲ φλέβες αἱ μὲν πρῶται ἐκ τῆς κοιλίας εὐρύτεραί εἰσιν, ἔπειτα λεπτότεραι γίγνονται, ἕως ἂν μεταβάλωσιν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερὰ καὶ ἐκ τούτων εἰς τὰ δεξιά·
血管は、腹部から出る最初のものはより広いが、その後、右から左へ、またそこから右へと入れ替わるまで、細くなっていく。
αὗται δὲ σπερματίτιδες καλοῦνται.
これらは精液血管と呼ばれる。
Τὸ δ’ αἷμα τὸ μὲν παχύτατον ὑπὸ τῶν σαρκῶν ἐγγίνεται·
血液は、最も濃いものは肉の下で生じる。
ὑπερβάλλον δὲ εἰς τοὺς τόπους τούτους λεπτὸν καὶ θερμὸν καὶ ἀφρῶδες γίνεται.
しかし、これらの場所へと溢れ出ると、薄く、温かく、泡立つようになる。