Humanitext Reader

アリストテレス · 動物誌 §3.11#2

禿頭の原因と去勢や加齢による毛髪の変化

44 / 189 箇所 · ギリシア語

要旨

禿頭現象の発生条件、去勢や性交が毛髪の発達や脱落に与える影響について述べ、併せて加齢に伴う毛髪、爪、鱗などの硬化や成長の変化について論じる。

§3.11#2Ἡ μὲν οὖν κατὰ κορυφὴν λειότης φαλακρότης καλεῖται, ἡ δὲ κατὰ τὰς ὀφρῦς ἀναφαλαντίασις·
さて、頭頂部における(毛の)薄さは禿頭(ハゲ)と呼ばれ、眉の上のそれは額の後退と呼ばれる。
οὐδέτερον δὲ τούτων συμβαίνει οὐδενὶ πρὶν ἢ ἀφροδισιάζειν ἄρξηται.
これら二つのいずれも、人が性交を始める前には起こらない。
Οὐ γίνεται δ’ οὔτε παῖς φαλακρὸς οὔτε γυνὴ οὔτε οἱ ἐκτετμημένοι·
子供も女性も、去勢された者たちも禿げることはない。
ἀλλ’ ἐὰν μὲν ἐκτμηθῇ πρὸ ἥβης, οὐ φύονται αἱ ὑστερογενεῖς, ἐὰν δ’ ὕστερον, αὗται μόναι ἐκρέουσι, πλὴν τῆς ἥβης.
しかし、もし思春期より前に去勢されたならば、後天的な毛は生えてこない。 もしそれより後に去勢されたならば、陰毛を除いて、これら(後天的な毛)だけが抜け落ちる。
Γυνὴ δὲ τὰς ἐπὶ τῷ γενείῳ οὐ φύει τρίχας·
女性は顎に毛を生やさない。
πλὴν ἐνίαις γίγνονται ὀλίγαι, ὅταν τὰ καταμήνιᾳ στῇ, καὶ οἷον ἐν Καρίᾳ ταῖς ἱερείαις, ὃ δοκεῖ συμβαίνειν σημεῖον τῶν μελλόντων.
ただし、月経が止まるときに、一部の女性に少しだけ生えることがある。 カリアの女祭司たちに起こるようにであるが、これは未来のことの兆候であると考えられている。
Αἱ δ’ ἄλλαι γίγνονται μέν, ἐλάττους δέ.
他の箇所の毛は、生えはするものの、より少ない。
Γίγνονται δὲ καὶ ἄνδρες καὶ γυναῖκες ἐκ γενετῆς ἐνδεεῖς τῶν ὑστερογενῶν τριχῶν ἅμα καὶ ἄγονοι, ὅσοιπερ ἂν καὶ ἥβης στερηθῶσιν.
また、男性も女性も、生まれつき後天的な毛を欠き、同時に不妊である人々がいるが、それは陰毛(の生育)を奪われている者すべてである。
Αἱ μὲν οὖν ἄλλαι τρίχες αὔξονται κατὰ λόγον ἢ πλέον ἢ ἔλαττον, μάλιστα μὲν αἱ ἐν τῇ κεφαλῇ, εἶτα πώγωνι, καὶ οἱ λεπτότριχοι μάλιστα.
さて、他の毛は多かれ少なかれ比例して伸びるが、最も伸びるのは頭の毛であり、次に髭であり、特に細い毛を持つ人で最もよく伸びる。
Δασύνονται δέ τισι καὶ αἱ ὀφρύες γινομένοις πρεσβυτέροις, οὕτως ὥστ’ ἀποκείρεσθαι, διὰ τὸ ἐπὶ συμφύσει ὀστῶν κεῖσθαι, ἃ γηρασκόντων διιστάμενα διίησι πλείω ὑγρότητα.
また、高齢になるにつれて眉毛が濃くなり、刈り取らなければならないほどになる人たちもいるが、これは骨の接合部の上に眉毛があるためであり、人々が老いるにつれて、それらの骨が離れてより多くの水分を通すからである。
Αἱ δ’ ἐν ταῖς βλεφαρίσιν οὐκ αὔξονται, ῥέουσι δέ, ὅταν ἀφροδισιάζειν ἄρξωνται, καὶ μᾶλλον τοῖς μᾶλλον ἀφροδισιαστικοῖς·
また、まつ毛は伸びないが、性交を始めると抜け落ち、特に好色な人においてより多く抜け落ちる。
πολιοῦνται δὲ βραδύτατα αὗται.
そして、これらの毛は白くなるのが最も遅い。
Ἐκτιλλόμεναι δ’ αἱ τρίχες μέχρι τῆς ἀκμῆς ἀναφύονται, εἶτα οὐκέτι.
毛は、引き抜かれても、全盛期までは生え戻るが、その後は生え戻らない。
Ἔχει δὲ πᾶσα θρὶξ ὑγρότητα πρὸς τῇ ῥίζῃ γλίσχραν, καὶ ἕλκει εὐθὺς ἐκτιλθεῖσα τὰ κοῦφα θιγγάνουσα.
すべての毛は根元に粘り気のある水分を持っており、引き抜かれた直後には、触れた軽いものを引き寄せる。
Ὅσα δὲ ποικίλα τῶν ζῴων κατὰ τὰς τρίχας, τούτοις καὶ ἐν τῷ δέρματι προϋπάρχει ἡ ποικιλία καὶ ἐν τῷ τῆς γλώττης δέρματι.
毛において斑のある動物は、皮膚、さらには舌の皮膚にもあらかじめその斑が存在している。
Περὶ δὲ τὸ γένειον τοῖς μὲν συμβαίνει καὶ τὴν ὑπήνην καὶ τὸ γένειον δασὺ ἔχειν, τοῖς δὲ ταῦτα μὲν λεῖα τὰς σιαγόνας δὲ δασείας·
顎ひげに関しては、上ひげも下ひげも濃い人もいれば、これらは滑らかで頬が濃い人もいる。
ἧττον δὲ γίγνονται φαλακροὶ οἱ μαδιγένειοι.
顎ひげの薄い人は禿げにくい。
Αὔξονται δ’ αἱ τρίχες ἔν τε νόσοις τισίν, οἷον ἐν ταῖς φθίσεσι μᾶλλον, καὶ ἐν γήρᾳ καὶ τεθνεώτων, καὶ σκληρότεραι γίγνονται ἀντὶ μαλακῶν·
毛は特定の病気において、例えば肺結核などにおいてより成長し、また老年期や、死者のものも成長する。 そして、柔らかい代わりに硬くなる。
τὰ δ’ αὐτὰ ταῦτα συμβαίνει καὶ περὶ τοὺς ὄνυχας.
これらと全く同じことが爪についても起こる。
Ῥέουσι δὲ μᾶλλον αἱ τρίχες τοῖς ἀφροδισιαστικοῖς αἱ συγγενεῖς· αἱ δ’ ὑστερογενεῖς γίνονται θᾶττον.
好色な者においては、先天的な毛がより抜け落ちやすいが、後天的な毛はより早く生じる。
Οἱ δ’ ἰξίαν ἔχοντες ἧττον φαλακροῦνται, κἂν ὄντες φαλακροὶ λάβωσιν, ἔνιοι δασύνονται.
皮膚病(イキシア)にかかっている人は禿げにくく、もし禿げている人がこれにかかると、毛が濃くなる者もいる。
Οὐκ αὐξάνεται δὲ θρὶξ ἀποτμηθεῖσα, ἀλλὰ κάτωθεν ἀναφυομένη γίνεται μείζων.
切り取られた毛自体が伸びるのではなく、下から生え戻ることによって長くなる。
Καὶ αἱ λεπίδες δὲ τοῖς ἰχθύσι σκληρότεραι γίνονται καὶ παχύτεραι, τοῖς δὲ λεπτυνομένοις καὶ τοῖς γηράσκουσι σκληρότεραι.
魚の鱗も、より硬く厚くなり、衰弱しているものや老いているものにおいてより硬くなる。
Καὶ τῶν τετραπόδων δὲ γινομένων πρεσβυτέρων τῶν μὲν αἱ τρίχες τῶν δὲ τὰ ἔρια βαθύτερα μὲν γίνεται, ἐλάττω δὲ τῷ πλήθει·
また、四肢動物が年をとるにつれて、あるものは毛が、あるものは羊毛が、より長く(深く)なるが、量としては減少する。
καὶ τῶν μὲν αἱ ὁπλαὶ τῶν δ’ αἱ χηλαὶ γίνονται γηρασκόντων μείζους, καὶ τὰ ῥύγχη τῶν ὀρνίθων.
また、老いるにつれて、あるものでは蹄が、あるものでは爪が大きくなり、鳥の嘴も同様である。
Αὔξονται δὲ καὶ αἱ χηλαί, ὥσπερ καὶ οἱ ὄνυχες.
また、爪(あるいは割蹄)も、爪と同様に成長する。

語釈・文法注

  1. p.81πρὶν ἢ ἀφροδισιάζειν ἄρξηται — 主節に否定語(οὐδέτερον... οὐδενὶ)を伴う πρὶν ἤ(あるいは πρίν)の後に、ἄν なしで接続法 ἄρξηται が続いている。これにより「〜するまでは…しない」という一般的な時間的・条件的前提を規定している。
  2. p.81ἐὰν δ’ ὕστερον — 前文の ἐὰν μὲν ἐκτμηθῇ πρὸ ἥβης(もし思春期より前に去勢されるならば)との対比から、動詞 ἐκτμηθῇ(去勢される)と、基準となる ἥβης(思春期)が省略されており、ἐὰν δ’ ὕστερον [τῆς ἥβης ἐκτμηθῇ](もし思春期より後に去勢されるならば)と補って解釈する。
  3. p.81γηρασκόντων — 文脈上の意味上の主語「人間」(ἀνθρώπων)を補う属格絶対(人々が老いるにつれて)と解釈する。先行詞 ὀστῶν と一致する属格分詞(骨が経年変化するにつれて)と取ることも文法的には可能だが、前述の「高齢になるにつれて」(γινομένοις πρεσβυτέροις)との整合性から、人間の加齢を指す属格絶対と解釈するのがより自然である。

この箇所を引用する

アリストテレス, 動物誌 §3.11#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.11%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。