§3.12Περὶ δὲ τὰ πτερωτὰ τῶν ζῴων, οἷον τοὺς ὄρνιθας, κατὰ μὲν τὰς ἡλικίας οὐδὲν μεταβάλλει, πλὴν γέρανος·
羽のある動物、例えば鳥については、年齢によって(羽の色が)変化することはない。 ただしツルは例外である。
αὕτη δ’ οὖσα τεφρὰ μελάντερα γηράσκουσα τὰ πτερὰ ἴσχει·
これは、灰色の鳥であるが、老いるにつれてより黒い羽を持つようになる。
διὰ δὲ τὰ πάθη τὰ γιγνόμενα κατὰ τὰς ὥρας, οἷον ὅταν ψύχη γίγνηται μᾶλλον, ἐνίοτε γίνεται τῶν μονοχρόων ἐκ μελάνων τε καὶ μελαντέρων λευκά, οἷον κόραξ τε καὶ στρουθὸς καὶ χελιδόνες·
また、季節によって生じる変化、例えば寒さが厳しくなるときなどに、単色のもののうち、黒いものやより黒いものから白いものへと変わることがある。 例えばワタリガラスやスズメ、ツバメなどである。
ἐκ δὲ τῶν λευκῶν γενῶν οὐκ ὦπται εἰς μέλαν μεταβάλλον.
しかし、白い類のものから黒いものへと変化するのは見られたことがない。
Καὶ κατὰ τὰς ὥρας δὲ οἱ πολλοὶ τῶν ὀρνίθων μεταβάλλουσι τὰς χρόας, ὥστε λαθεῖν ἂν τὸν μὴ συνήθη.
また、季節に応じて多くの鳥がその色を変えるので、慣れていない人は気づかないほどである。
Μεταβάλλουσι δ’ ἔνια τῶν ζῴων τὰς χρόας τῶν τριχῶν κατὰ τὰς τῶν ὑδάτων μεταβολάς·
また、一部の動物は、水の変化に応じて毛の色を変える。
ἔνθα μὲν γὰρ λευκὰ γίγνονται, ἔνθα δὲ μέλανα ταὐτά.
すなわち、ある場所では白くなり、別の場所では同じものが黒くなるのである。
Καὶ περὶ τὰς ὀχείας δ’ ἐστὶν ὕδατα πολλαχοῦ τοιαῦτα, ἃ πιόντα καὶ ὀχεύσαντα μετὰ τὴν πόσιν τὰ πρόβατα μέλανας γεννῶσι τοὺς ἄρνας, οἷον καὶ ἐν τῇ Χαλκιδικῇ τῇ ἐπὶ τῆς Θρᾴκης ἐν τῇ Ἀσσυρίτιδι ἐποίει ὁ καλούμενος ποταμὸς Ψυχρός.
また、交尾に関しても、多くの場所にそのような水があり、羊がそれを飲み、飲んだ後に交尾すると、黒い子羊を産むようになる。 例えばトラキアのカルキディケの、アシュリティス地方にある、いわゆる「プシュクロス(冷たい)川」がそうであった。
Καὶ ἐν τῇ Ἀντανδρίᾳ δὲ δύο ποταμοί εἰσιν, ὧν ὁ μὲν λευκὰ ὁ δὲ μέλανα ποιεῖ τὰ πρόβατα.
また、アンタンドロスにも二つの川があり、その一方は羊を白くし、他方は黒くする。
Δοκεῖ δὲ καὶ ὁ Σκάμανδρος ποταμὸς ξανθὰ τὰ πρόβατα ποιεῖν·
スカマンドロス川もまた、羊を黄色にすると考えられている。
διὸ καὶ τὸν Ὅμηρόν φασιν ἀντὶ Σκαμάνδρου Ξάνθον προσαγορεύειν αὐτόν.
それゆえホメロスも、スカマンドロスの代わりにこの川をクセントスと呼んでいるのだと言われている。
Τὰ μὲν οὖν ἄλλα ζῷα οὔτ’ ἐντὸς ἔχει τρίχας, τῶν τ’ ἀκρωτηρίων ἐν τοῖς πρανέσιν ἀλλ’ οὐκ ἐν τοῖς ὑπτίοις·
さて、他の動物は内側に毛を持たず、末端部についても、外側には毛があるが、内側にはない。
ὁ δὲ δασύπους μόνος καὶ ἐντὸς ἔχει τῶν γνάθων τρίχας καὶ ὑπὸ τοῖς ποσίν.
しかし、野ウサギだけは例外で、顎の内側にも、足の裏にも毛を持っている。
Ἔτι δὲ καὶ ὁ μῦς τὸ κῆτος ὀδόντας μὲν ἐν τῷ στόματι οὐκ ἔχει, τρίχας δὲ ὁμοίας ὑείαις.
さらに、クジラの一種は、口の中に歯を持たず、豚の毛に似た毛を持っている。
Αἱ μὲν οὖν τρίχες αὐξάνονται ἀποτμηθεῖσαι κάτωθεν, ἄνωθεν δ’ οὔ·
さて、毛は切り取られると下から伸びるが、上からは伸びない。
τὰ δὲ πτερὰ οὔτ’ ἄνωθεν οὔτε κάτωθεν, ἀλλ’ ἐκπίπτει.
しかし、羽は上からも下からも伸びず、抜け落ちる。
Οὐκ ἀναφύεται δὲ ἐκτιλθὲν οὔτε τῶν μελιττῶν τὸ πτερὸν οὔθ’ ὅσα ἄλλα ἔχει ἄσχιστον τὸ πτερόν·
ミツバチの羽は、引き抜かれると再生しない。 羽が分裂していない他のいかなるものも同様である。
οὐδὲ τὸ κέντρον, ὅταν ἀποβάλλῃ ἡ μέλιττα, ἀλλὰ θνήσκει.
また、ミツバチが針を失ったとき、針も再生せず、ミツバチは死んでしまう。
§3.13Εἰσὶ δὲ καὶ ὑμένες ἐν τοῖς ζῴοις ἅπασι τοῖς ἐναίμοις.
すべての有血動物には膜も存在する。
Ὅμοιος δ’ ἐστὶν ὁ ὑμὴν δέρματι πυκνῷ καὶ λεπτῷ, ἔστι δὲ τὸ γένος ἕτερον·
膜は、緻密で薄い皮膚に似ているが、その類は異なる。
οὔτε γάρ ἐστι σχιστὸν οὔτε τατόν.
というのも、それは引き裂くこともできず、引き伸ばすこともできないからである。
Περὶ ἕκαστον δὲ τῶν ὀστῶν καὶ περὶ ἕκαστον τῶν σπλάγχνων ὁ ὑμήν ἐστι καὶ ἐν τοῖς μείζοσι καὶ ἐν τοῖς ἐλάττοσι ζῴοις·
それぞれの骨の周りや、それぞれの内臓の周りには膜があり、それは大きな動物でも小さな動物でも同様である。
ἀλλ’ ἄδηλοι ἐν τοῖς ἐλάττοσι διὰ τὸ πάμπαν εἶναι λεπτοὶ καὶ μικροί.
しかし、小さな動物においては、それらは完全に薄く小さいがゆえに目立たない。
Μέγιστοι δὲ τῶν ὑμένων εἰσὶν οἵ τε περὶ τὸν ἐγκέφαλον δύο, ὧν ὁ περὶ τὸ ὀστοῦν ἰσχυρότερος καὶ παχύτερος τοῦ περὶ τὸν ἐγκέφαλον, ἔπειθ’ ὁ περὶ τὴν καρδίαν ὑμήν.
膜のうちで最も大きいのは、脳の周囲にある二つの膜であり、そのうち骨の周りにあるものは、脳の周りにあるものよりも強くて厚い。 そして次に、心臓の周囲にある膜である。
Διακοπεὶς δὲ οὐ συμφύεται ψιλὸς ὑμήν, ψιλούμενά τε τὰ ὀστᾶ τῶν ὑμένων σφακελίζει.
露出した膜は、切断されても自然に癒合することはなく、膜を剥ぎ取られた骨は壊死する。
§3.14Ἔστι δὲ καὶ τὸ ἐπίπλουν ὑμήν.
大網もまた膜の一種である。
Ἔχει δ’ ἐπίπλουν πάντα τὰ ἔναιμα·
すべての有血動物は大網を持っている。
ἀλλὰ τοῖς μὲν πῖον τοῖς δ’ ἀπίμελόν ἐστιν.
ただし、あるものでは脂肪に富んでおり、別のものでは脂肪がない。
Ἔχει δὲ καὶ τὴν ἀρχὴν καὶ τὴν ἐξάρτησιν ἐν τοῖς ζῳοτόκοις καὶ ἀμφώδουσιν ἐκ μέσης τῆς κοιλίας, ᾗ ἐστὶν οἷον ῥαφή τις αὐτῆς·
胎生で両顎に歯のある動物においては、それは胃の中央、あたかもその縫い目のようになっている部分から起始し、またそこに付着している。
καὶ τοῖς μὴ ἀμφώδουσι δὲ ἐκ τῆς μεγάλης κοιλίας ὡσαύτως.
また、両顎に歯がない動物においても同様に、第一胃から起始している。
§3.15Ἔστι δὲ καὶ ἡ κύστις ὑμενοειδὴς μέν, ἄλλο δὲ γένος ὑμένος·
膀胱もまた、膜状ではあるが、別の類の膜である。
ἔχει δὲ κύστιν οὐ πάντα, ἀλλὰ τὰ μὲν ζῳοτόκα πάντα, τῶν δ’ ᾠοτόκων ἡ χελώνη μόνον.
すべての動物が膀胱を持っているわけではなく、胎生動物はすべて持っているが、卵生動物のうちではカメだけが持っている。
Διακοπεῖσα δὲ οὐδ’ ἡ κύστις συμφύεται ἀλλ’ ἢ παρ’ αὐτὴν τὴν ἀρχὴν τοῦ οὐρητῆρος, εἰ μή τι πάμπαν σπάνιον·
膀胱もまた、切断されると、尿道のまさに起始部の近くを除いては癒合しない。 完全に稀なケースを別とすればである。
γέγονε γάρ τι ἤδη τοιοῦτον.
というのも、そのようなことがかつて現実に起こったからである。
Τεθνεώτων μὲν οὖν οὐδὲν διίησιν ὑγρόν, ἐν δὲ τοῖς ζῶσι καὶ ξηρὰς συστάσεις, ἐξ ὧν οἱ λίθοι γίγνονται τοῖς κάμνουσιν.
死んだ者においては、いかなる液体も通さないが、生存している者においては、乾燥した凝結物も含んでおり、それから病人の体内で結石が形成される。
Ἐνίοις δ’ ἤδη καὶ τοιαῦτα συνέστη ἐν τῇ κύστει ὥστε μηδὲν δοκεῖν διαφέρειν κογχυλίων.
また一部の人々においては、膀胱の中に貝殻と何ら変わらないように思われるほどのものが、すでに形成されたこともある。
Περὶ μὲν οὖν φλεβὸς καὶ νεύρου καὶ δέρματος, καὶ περὶ ἰνῶν καὶ ὑμένων, ἔτι δὲ καὶ περὶ τριχῶν καὶ ὀνύχων καὶ χηλῆς καὶ ὁπλῆς καὶ κεράτων καὶ ὀδόντων καὶ ῥύγχους καὶ χόνδρου καὶ ὀστῶν καὶ τῶν ἀνάλογον τούτοις τοῦτον ἔχει τὸν τρόπον.
さて、血管、腱、皮膚について、また繊維と膜、さらには毛、爪、割蹄、蹄、角、歯、嘴、軟骨、骨、およびこれらに相当するものについては、以上のようになっている。