Humanitext Reader

亚里士多德 · 动物志 §3.11#2

秃顶的起因及去势与衰老对毛发的影响

第 44 段,共 189 段 · 希腊语

内容简介

讨论秃顶发生的条件,去势与性交对毛发生长和脱落的影响,并论述伴随年龄增长,毛发、爪及鳞片等在硬度与生长上的变化。

§3.11#2Ἡ μὲν οὖν κατὰ κορυφὴν λειότης φαλακρότης καλεῖται, ἡ δὲ κατὰ τὰς ὀφρῦς ἀναφαλαντίασις· οὐδέτερον δὲ τούτων συμβαίνει οὐδενὶ πρὶν ἢ ἀφροδισιάζειν ἄρξηται.
头顶的脱发被称为秃顶,而眉毛上方的脱发被称为前额秃;这两者在开始进行性交之前都不会发生在任何人身上。
Οὐ γίνεται δ’ οὔτε παῖς φαλακρὸς οὔτε γυνὴ οὔτε οἱ ἐκτετμημένοι· ἀλλ’ ἐὰν μὲν ἐκτμηθῇ πρὸ ἥβης, οὐ φύονται αἱ ὑστερογενεῖς, ἐὰν δ’ ὕστερον, αὗται μόναι ἐκρέουσι, πλὴν τῆς ἥβης.
无论是儿童、妇女还是被阉割的人都不会变秃;但是,如果是在青春期前被阉割,后天产生的毛发就不会生长,如果是在青春期后被阉割,则只有这些后天毛发会脱落,但阴毛除外。
Γυνὴ δὲ τὰς ἐπὶ τῷ γενείῳ οὐ φύει τρίχας· πλὴν ἐνίαις γίγνονται ὀλίγαι, ὅταν τὰ καταμήνιᾳ στῇ, καὶ οἷον ἐν Καρίᾳ ταῖς ἱερείαις, ὃ δοκεῖ συμβαίνειν σημεῖον τῶν μελλόντων.
妇女的下巴上不长胡须;但在某些妇女绝经时,会生出少许胡须,正如在卡里亚的女祭司中所发生的那样,这被认为是未来事情的预兆。
Αἱ δ’ ἄλλαι γίγνονται μέν, ἐλάττους δέ.
其他部位的毛发虽然生长,但较少。
Γίγνονται δὲ καὶ ἄνδρες καὶ γυναῖκες ἐκ γενετῆς ἐνδεεῖς τῶν ὑστερογενῶν τριχῶν ἅμα καὶ ἄγονοι, ὅσοιπερ ἂν καὶ ἥβης στερηθῶσιν.
有些男女先天缺乏后天毛发,同时也无法生育,即那些同样被剥夺了阴毛的人。
Αἱ μὲν οὖν ἄλλαι τρίχες αὔξονται κατὰ λόγον ἢ πλέον ἢ ἔλαττον, μάλιστα μὲν αἱ ἐν τῇ κεφαλῇ, εἶτα πώγωνι, καὶ οἱ λεπτότριχοι μάλιστα.
至于其他的毛发,则按比例或多或少地生长,最主要的是头上的毛发,其次是胡须,尤其是在细发的人身上生长得最明显。
Δασύνονται δέ τισι καὶ αἱ ὀφρύες γινομένοις πρεσβυτέροις, οὕτως ὥστ’ ἀποκείρεσθαι, διὰ τὸ ἐπὶ συμφύσει ὀστῶν κεῖσθαι, ἃ γηρασκόντων διιστάμενα διίησι πλείω ὑγρότητα.
有些人的眉毛在变老时也会变得浓密,以至于需要剪掉,因为眉毛位于骨骼的接合处上,随着人们变老,骨骼分离,会释放出更多的水分。
Αἱ δ’ ἐν ταῖς βλεφαρίσιν οὐκ αὔξονται, ῥέουσι δέ, ὅταν ἀφροδισιάζειν ἄρξωνται, καὶ μᾶλλον τοῖς μᾶλλον ἀφροδισιαστικοῖς· πολιοῦνται δὲ βραδύτατα αὗται.
而睫毛上的毛发不会变长,但当人们开始性交时,它们会脱落,并且越是好色的人脱落得越多;这些毛发变白最慢。
Ἐκτιλλόμεναι δ’ αἱ τρίχες μέχρι τῆς ἀκμῆς ἀναφύονται, εἶτα οὐκέτι.
被拔掉的毛发在壮年之前还会重新生长,之后便不再生长。
Ἔχει δὲ πᾶσα θρὶξ ὑγρότητα πρὸς τῇ ῥίζῃ γλίσχραν, καὶ ἕλκει εὐθὺς ἐκτιλθεῖσα τὰ κοῦφα θιγγάνουσα.
每根毛发在根部都有粘稠的水分,拔出后,它一接触到轻微的物体就会立刻将其吸引。
Ὅσα δὲ ποικίλα τῶν ζῴων κατὰ τὰς τρίχας, τούτοις καὶ ἐν τῷ δέρματι προϋπάρχει ἡ ποικιλία καὶ ἐν τῷ τῆς γλώττης δέρματι.
在毛发呈斑驳色彩的动物中,它们的皮肤以及舌头的皮肤中也预先存在着这种斑驳。
Περὶ δὲ τὸ γένειον τοῖς μὲν συμβαίνει καὶ τὴν ὑπήνην καὶ τὸ γένειον δασὺ ἔχειν, τοῖς δὲ ταῦτα μὲν λεῖα τὰς σιαγόνας δὲ δασείας· ἧττον δὲ γίγνονται φαλακροὶ οἱ μαδιγένειοι.
关于下巴,有些人嘴唇上下的胡须都很浓密,而另一些人这些地方很光滑,但颊部却很浓密;胡须稀疏的人较少变秃。
Αὔξονται δ’ αἱ τρίχες ἔν τε νόσοις τισίν, οἷον ἐν ταῖς φθίσεσι μᾶλλον, καὶ ἐν γήρᾳ καὶ τεθνεώτων, καὶ σκληρότεραι γίγνονται ἀντὶ μαλακῶν· τὰ δ’ αὐτὰ ταῦτα συμβαίνει καὶ περὶ τοὺς ὄνυχας.
毛发在某些疾病中(例如在肺结核中)增长得更明显,在老年及死者身上也会生长,并且会由柔软变硬;这些同样的情况也发生在爪上。
Ῥέουσι δὲ μᾶλλον αἱ τρίχες τοῖς ἀφροδισιαστικοῖς αἱ συγγενεῖς· αἱ δ’ ὑστερογενεῖς γίνονται θᾶττον.
好色者的先天毛发更容易脱落,而后天毛发起得更快。
Οἱ δ’ ἰξίαν ἔχοντες ἧττον φαλακροῦνται, κἂν ὄντες φαλακροὶ λάβωσιν, ἔνιοι δασύνονται.
患有皮疹(称为ixias)的人较少变秃,如果已经变秃的人患上此病,有些人会重新长出浓密的毛发。
Οὐκ αὐξάνεται δὲ θρὶξ ἀποτμηθεῖσα, ἀλλὰ κάτωθεν ἀναφυομένη γίνεται μείζων.
剪断的毛发自身不会变长,而是通过从下方重新长出而变长。
Καὶ αἱ λεπίδες δὲ τοῖς ἰχθύσι σκληρότεραι γίνονται καὶ παχύτεραι, τοῖς δὲ λεπτυνομένοις καὶ τοῖς γηράσκουσι σκληρότεραι.
鱼的鳞片也变得更硬更厚,在身体消瘦和变老的鱼中变得更硬。
Καὶ τῶν τετραπόδων δὲ γινομένων πρεσβυτέρων τῶν μὲν αἱ τρίχες τῶν δὲ τὰ ἔρια βαθύτερα μὲν γίνεται, ἐλάττω δὲ τῷ πλήθει· καὶ τῶν μὲν αἱ ὁπλαὶ τῶν δ’ αἱ χηλαὶ γίνονται γηρασκόντων μείζους, καὶ τὰ ῥύγχη τῶν ὀρνίθων.
随着四肢动物变老,有些动物的毛发,有些动物的羊毛会变得更长,但在数量上会减少;随着年龄增长,有些动物的蹄,有些动物的爪会变大,鸟类的喙也是如此。
Αὔξονται δὲ καὶ αἱ χηλαί, ὥσπερ καὶ οἱ ὄνυχες.
爪也同样生长,就像指甲一样。

词汇与语法注释

  1. p.81πρὶν ἢ ἀφροδισιάζειν ἄρξηται — 主句带有否定词(οὐδέτερον... οὐδενὶ),其后的 πρὶν ἤ(或 πρίν)后接不带 ἄν 的虚拟语气 ἄρξηται。这表示“在……之前不……”的一般性时间或条件前提。
  2. p.81ἐὰν δ’ ὕστερον — 这是与前文 ἐὰν μὲν ἐκτμηθῇ πρὸ ἥβης(如果在青春期前被阉割)相对应的省略条件句。动词 ἐκτμηθῇ(被阉割)和作为基准的 ἥβης(青春期)均被省略,应补全理解为 ἐὰν δ’ ὕστερον [τῆς ἥβης ἐκτμηθῇ](如果在此之后被阉割)。
  3. p.81γηρασκόντων — 此处可理解为省略了逻辑主语“人”(ἀνθρώπων)的属格独立结构,意为“随着人们变老”。虽然在语法上它也可以作为修饰先行词 ὀστῶν 的属格分词(“随着骨骼变老”),但结合前文的 γινομένοις πρεσβυτέροις(当变得年老时),将其理解为指代人年龄增长的属格独立结构更为自然。

引用这一段

亚里士多德, 动物志 §3.11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:3.11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。