§3.1#2Τῶν δ’ ἐν τῷ ἔμπροσθεν ἐχόντων τοὺς ὄρχεις οἱ μὲν ἐντὸς ἔχουσι πρὸς τῇ γαστρί, καθάπερ δελφίς, οἱ δ’ ἐκτὸς ἐν τῷ φανερῷ πρὸς τῷ τέλει τῆς γαστρός.
前方に睾丸を持つもののうち、あるものは内部の腹部に持ち(イルカのように)、あるものは外部の目に見える場所、腹部の末端に持っている。
Τούτοις δὲ τὰ μὲν ἄλλα ἔχει τὸν αὐτὸν τρόπον, διαφέρουσι δὲ ὅτι οἱ μὲν αὐτῶν ἔχουσι καθ’ αὑτοὺς τοὺς ὄρχεις, οἱ δ’ ἐν τῇ καλουμένῃ ὀσχέᾳ, ὅσοι ἔξωθεν.
これらにおいて他の部分は同じ状態にあるが、外部に持つすべてのものは、あるものでは睾丸をそれ自体だけで持ち、あるものでは陰嚢と呼ばれるものの中に持っているという点で異なっている。
Αὐτοὶ δ’ οἱ ὄρχεις ἐν πᾶσι τοῖς πεζοῖς καὶ ζῳοτόκοις τόνδ’ ἔχουσι τὸν τρόπον.
陸生で胎生のすべての動物において、睾丸自体は次のような状態にある。
Τείνουσιν ἐκ τῆς ἀορτῆς πόροι φλεβικοὶ μέχρι τῆς κεφαλῆς ἑκατέρου τοῦ ὄρχεως, καὶ ἄλλοι ἀπὸ τῶν νεφρῶν δύο·
大動脈から血管のような管がそれぞれの睾丸の頭部まで延びており、また別の二本の管が腎臓から延びている。
εἰσὶ δ’ οὗτοι μὲν αἱματώδεις, οἱ δ’ ἐκ τῆς ἀορτῆς ἄναιμοι.
これらは血液を含んでいるが、大動脈からのものは血液を含まない。
Ἀπὸ δὲ τῆς κεφαλῆς πρὸς αὐτῷ τῷ ὄρχει πόρος ἐστὶ πυκνότερος ἐκείνου καὶ νευρωδέστερος, ὃς ἀνακάμπτει πάλιν ἐν ἑκατέρῳ τῷ ὄρχει πρὸς τὴν κεφαλὴν τοῦ ὄρχεως·
そして、頭部から睾丸自体に沿って、先の管よりも肉厚で腱のような管があり、これはそれぞれの睾丸において再び折り返して睾丸の頭部へと戻る。
ἀπὸ δὲ τῆς κεφαλῆς ἑκάτεροι πάλιν εἰς ταὐτὸ συνάπτουσιν εἰς τὸ πρόσθεν ἐπὶ τὸ αἰδοῖον.
そして頭部から、両方の管は再び同じ場所に合流し、前方へと交尾器官に向かって進む。
Οἱ δ’ ἐπανακάμπτοντες πόροι καὶ προσκαθήμενοι τοῖς ὄρχεσιν ὑμένι περιειλημμένοι εἰσὶ τῷ αὐτῷ, ὥστε δοκεῖν ἕνα εἶναι πόρον, ἐὰν μὴ διέλῃ τὸν ὑμένα τις.
この折り返して睾丸に付着している管は、同一の膜に包まれており、そのため、もしその膜を切り開かなければ、一本の管であるかのように見える。
Ὁ μὲν οὖν προσκαθήμενος πόρος ἔτι αἱματῶδες ἔχει τὸ ὑγρόν, ἧττον μέντοι τῶν ἄνω τῶν ἐκ τῆς ἀορτῆς·
したがって、付着している管は依然として血色の液体を含んでいるが、大動脈から下りてくる上の管よりは少ない。
ἐν δὲ τοῖς ἐπανακάμπτουσιν εἰς τὸν καυλὸν τὸν ἐν τῷ αἰδοίῳ λευκή ἐστιν ἡ ὑγρότης.
一方、交尾器官の中の軸へと折り返す管の中では、液体は白い。
Φέρει δὲ καὶ ἀπὸ τῆς κύστεως πόρος, καὶ συνάπτει ἄνωθεν εἰς τὸν καυλόν·
また、膀胱からも管が通っており、上から軸へと合流している。
περὶ τοῦτον δὲ οἷον κέλυφός ἐστι τὸ καλούμενον αἰδοῖον.
この軸の周囲には、いわば鞘のようなものとして、いわゆる交尾器官がある。
Θεωρείσθω δὲ τὰ εἰρημένα ταῦτα ἐκ τῆς ὑπογραφῆς τῆσδε.
これらの述べられた事柄は、次の図から観察されるべきである。
Τῶν πόρων ἀρχὴ τῶν ἀπὸ τῆς ἀρτηρίας, ἐφ’ οἷς Α· κεφαλαὶ τῶν ὄρχεων καὶ οἱ καθήκοντες πόροι, ἐφ’ οἷς Κ· οἱ ἀπὸ τούτων πρὸς τῷ ὄρχει προσκαθήμενοι, ἐφ’ οἷς τὰ ΩΩ· οἱ δ’ ἀνακάμπτοντες, ἐν οἷς ἡ ὑγρότης ἡ λευκή, ἐφ’ οἷς τὰ ΒΒ· αἰδοῖον Δ, κύστις Ε, ὄρχεις δ’ ἐφ’ οἷς τὰ ΨΨ. Ἀποτεμνομένων δ’ ἢ ἀφαιρουμένων τῶν ὄρχεων αὐτῶν ἀνασπῶνται οἱ πόροι ἄνω.
動脈からの管の起点はA、睾丸の頭部と下りてくる管はK、これらから睾丸に付着している管はΩΩ、折り返す管で白い液体が入っているものはBB、交尾器官はΔ、膀胱はE、睾丸はΨΨ。 睾丸自体が切除されるか失われると、管は上方へと引き上げられる。
Διαφθείρουσι δ’ οἱ μὲν ἔτι νέων ὄντων τρίψει, οἱ δὲ καὶ ὕστερον ἐκτέμνοντες·
ある人々はまだ若い時に押し潰すことによってこれを損ない、ある人々は後になって切り取ることによってそれを行う。
συνέβη δ’ ἤδη ταῦρον ἐκτμηθέντα καὶ εὐθὺς ἐπιβάντα ὀχεῦσαι καὶ γεννῆσαι.
去勢された雄牛が、その直後に雌に乗って交尾し、孕ませたという事例がすでに起きている。
Τὰ μὲν οὖν περὶ τοὺς ὄρχεις τοῖς ζῴοις τοῦτον ἔχει τὸν τρόπον.
さて、動物における睾丸に関する事柄はこのようになっている。
Αἱ δ’ ὑστέραι τῶν ἐχόντων ὑστέρας ζῴων οὔτε τὸν αὐτὸν τρόπον ἔχουσιν οὔθ’ ὅμοιαι πάντων εἰσίν, ἀλλὰ διαφέρουσι καὶ τῶν ζῳοτοκούντων πρὸς ἄλληλα καὶ τῶν ᾠοτοκούντων.
子宮を持つ動物の子宮は、同じ状態でもなく、すべての動物で似ているわけでもなく、胎生動物同士でも、卵生動物同士でも異なっている。
Δίκροαι μὲν οὖν εἰσὶν ἁπάντων τῶν πρὸς τοῖς ἄρθροις ἐχόντων τὰς ὑστέρας, καὶ τὸ μὲν αὐτῶν ἐν τοῖς δεξιοῖς μέρεσι, τὸ δ’ ἕτερον ἐν τοῖς ἀριστεροῖς ἐστίν·
腰の近くに子宮を持つすべての動物において、子宮は二又に分かれており、その一方は右側に、他方は左側にある。
ἡ δ’ ἀρχὴ μία καὶ τὸ στόμα ἕν, οἷον καυλὸς σαρκώδης σφόδρα καὶ χονδρώδης τοῖς πλείστοις καὶ μεγίστοις.
しかし、その起点は一つであり、口も一つであって、多くの最大級の動物では極めて肉厚で軟骨質な軸のようになっている。
Καλεῖται δὲ τούτων τὰ μὲν ὑστέρα καὶ δελφύς (ὅθεν καὶ ἀδελφοὺς προσαγορεύουσι), μήτρα δ’ ὁ καυλὸς καὶ τὸ στόμα τῆς ὑστέρας.
これらのうち、ある部分は子宮あるいはデルピュス(ここから兄弟という呼び名も生まれている)と呼ばれ、軸と子宮の口の部分はメートラーと呼ばれる。
Ὅσα μὲν οὖν ἐστὶ ζῳοτόκα καὶ δίποδα ἢ τετράποδα, τούτων μὲν ἡ ὑστέρα πάντων ἐστὶ κάτω τοῦ ὑποζώματος, οἷον ἀνθρώπῳ καὶ κυνὶ καὶ ὑῒ καὶ ἵππῳ καὶ βοΐ· καὶ τοῖς κερατοφόροις ὁμοίως ταῦτά γ’ ἔχει πᾶσιν.
胎生で二足または四足の動物はすべて、子宮が横隔膜の下にあり、例えば人間、犬、豚、馬、牛がそうであり、角のある動物もすべて同様にこのようになっている。
Ἐπ’ ἄκρων δὲ αἱ ὑστέραι τῶν καλουμένων κερατίων εἱλιγμὸν ἔχουσιν αἱ τῶν πλείστων.
そして、ほとんどの動物において、子宮は、いわゆる角の先端部分でうねりを持っている。