§3.1#1## Γ.
Περὶ μὲν οὖν τῶν ἄλλων μορίων τῶν ἐντὸς εἴρηται, καὶ πόσα καὶ ποῖ’ ἄττα, καὶ τίνας ἔχει πρὸς ἄλληλα διαφοράς·
さて、他の内臓の部分については、それらがどれだけ多く、どのようなものであり、互いにどのような違いがあるかについて語られた。
λοιπὸν δὲ περὶ τῶν εἰς τὴν γένεσιν συντελούντων μορίων εἰπεῖν.
残るは、生殖に寄与する部分について語ることである。
Ταῦτα γὰρ τοῖς μὲν θήλεσι πᾶσιν ἐντός ἐστι, τὰ δὲ τῶν ἀρρένων διαφορὰς ἔχει πλείους.
なぜなら、これらは雌においてはすべて内部にあるのに対し、雄のそれはより多くの相違を持っているからである。
Τὰ μὲν γὰρ ὅλως τῶν ἐναίμων ζῴων οὐκ ἔχει ὄρχεις, τὰ δ’ ἔχει μὲν ἐντὸς δ’ ἔχει, καὶ τῶν ἐντὸς ἐχόντων τὰ μὲν πρὸς τῇ ὀσφύϊ ἔχει περὶ τὸν τῶν νεφρῶν τόπον, τὰ δὲ πρὸς τῇ γαστρί, τὰ δ’ ἐκτός.
というのも、有血動物のうち、あるものは全く睾丸を持たず、あるものは持っているが内部に持っており、内部に持っているもののうち、あるものは腰の近くの腎臓の部位のあたりに持ち、あるものは腹の近くに持ち、他のものは外部に持っているからである。
Καὶ τὸ αἰδοῖον τούτων τοῖς μὲν συνήρτηται πρὸς τὴν γαστέρα, τοῖς δ’ ἀφεῖται καθάπερ καὶ οἱ ὄρχεις·
そして、これらのものの交尾器官は、あるものでは腹部に付着しているが、あるものでは睾丸と同様に垂れ下がっている。
πρὸς δὲ τὴν γαστέρα συνήρτηται ἄλλως τοῖς τ’ ἐμπροσθουρητικοῖς καὶ τοῖς ὀπισθουρητικοῖς.
また、腹部への付着の仕方は、前方に向かって排尿するものと、後方に向かって排尿するものとで異なっている。
Τῶν μὲν οὖν ἰχθύων οὐθεὶς ὄρχεις ἔχει, οὐδ’ εἴ τι ἄλλο ἔχει βράγχια, οὐδὲ τὸ τῶν ὄφεων γένος ἅπαν, οὐδ’ ὅλως ἄπουν οὐδέν, ὅσα μὴ ζῳοτοκεῖ ἐν αὑτοῖς.
したがって、魚類はどれも睾丸を持たず、エラを持つ他のいかなる動物も持たず、蛇類もすべて持たず、さらに自分の体内で胎生しない無足の動物は、およそいかなるものも睾丸を持たない。
Οἱ δ’ ὄρνιθες ἔχουσι μὲν ὄρχεις, ἔχουσι δ’ ἐντὸς πρὸς τῇ ὀσφύϊ.
鳥類は睾丸を持っているが、内部の腰の近くに持っている。
Καὶ τῶν τετραπόδων ὅσα ᾠοτοκεῖ, τὸν αὐτὸν ἔχει τρόπον, οἷον σαύρα καὶ χελώνη καὶ κροκόδειλος, καὶ τῶν ζῳοτόκων ἐχῖνος.
そして、四肢動物で卵生するものは同じ状態にあり、例えばトカゲ、カメ、ワニがそうであり、また胎生のものではハリネズミがそうである。
Τὰ δὲ τῶν ἐντὸς ἐχόντων πρὸς τῇ γαστρὶ ἔχει, οἷον τῶν ἀπόδων μὲν δελφίς, τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων ἐλέφας·
睾丸を内部に持つ他の動物は、それらを腹の近くに持っており、例えば、無足動物ではイルカ、四肢動物かつ胎生のものではゾウがそうである。
τὰ δ’ ἄλλα φανεροὺς ἔχει.
その他の動物は、睾丸を外部に露出して持っている。
Ἡ δ’ ἐξάρτησις ἡ πρὸς τὴν κοιλίαν καὶ τὸν τόπον τὸν συνεχῆ τίνα διαφορὰν ἔχει, πρότερον εἴρηται·
腹部およびそれに隣接する部位への懸垂の仕方がどのような違いを持っているかは、以前に述べられた。
τοῖς μὲν γὰρ ἐκ τοῦ ὄπισθεν συνεχεῖς καὶ οὐκ ἀπηρτημένοι εἰσίν, οἷον τῷ γένει τῷ τῶν ὑῶν, τοῖς δ’ ἀπηρτημένοι, καθάπερ τοῖς ἀνθρώποις.
すなわち、あるものでは後方から連続しており、垂れ下がっていない(例えば、豚の類がそうである)のに対し、あるものでは垂れ下がっている(人間のように)。
Οἱ μὲν οὖν ἰχθύες ὄρχεις μὲν οὐκ ἔχουσιν, ὥσπερ εἴρηται πρότερον, οὐδ’ οἱ ὄφεις· πόρους δὲ δύο ἔχουσιν ἀπὸ τοῦ ὑποζώματος ἠρτημένους ἐφ’ ἑκάτερα τῆς ῥάχεως, συνάπτοντας εἰς ἕνα πόρον ἄνωθεν τῆς τοῦ περιττώματος ἐξόδου·
さて、魚類は以前述べられたように睾丸を持たず、蛇類も持たないが、横隔膜から懸垂された二つの管を脊椎の両側に持っており、これらは排泄物の出口の上方で一つの管に合流している。
τὸ δ’ ἄνωθεν λέγομεν τὸ πρὸς τὴν ἄκανθαν.
「上方」と私たちが言うのは、背骨に近い側のことである。
Οὗτοι δὲ γίνονται περὶ τὴν ὥραν τῆς ὀχείας θοροῦ πλήρεις, καὶ θλιβομένων ἐξέρχεται τὸ σπέρμα λευκόν.
これらの管は交尾の時期になると精液で満たされ、圧迫されると白い精液が排出される。
Αὐτοὶ δὲ πρὸς αὑτοὺς ἣν ἔχουσι διαφοράν, ἔκ τε τῶν ἀνατομῶν δεῖ θεωρεῖν καὶ ὕστερον λεχθήσεται ἐν τοῖς περὶ ἕκαστον αὐτῶν ἰδίοις ἀκριβέστερον.
これら自体が互いに持っている相違は、解剖から観察されるべきであり、また後ほど、個々の動物に関する固有の記述においてより詳しく語られるであろう。
Ὅσα δ’ ᾠοτοκεῖ ἢ δίποδα ὄντα ἢ τετράποδα, πάντ’ ἔχει ὄρχεις πρὸς τῇ ὀσφύϊ κάτωθεν τοῦ διαζώματος, τὰ μὲν λευκοτέρους τὰ δ’ ὠχροτέρους, λεπτοῖς πάμπαν φλεβίοις περιεχομένους.
二足または四足で卵生するものは、すべて横隔膜の下の腰の近くに睾丸を持っており、あるものはより白っぽく、あるものはより黄色っぽく、極めて細い小血管に包まれている。
Καὶ ἀφ’ ἑκατέρου τείνει πόρος συνάπτων εἰς ἕνα, καθάπερ καὶ τοῖς ἰχθύσιν, ὑπερ τῆς τοῦ περιττώματος ἐξόδου.
そして、それぞれから、魚類の場合と同様に、排泄物の出口の上方で一つに合流する管が延びている。
Τοῦτο δ’ ἐστὶν αἰδοῖον, ὃ τοῖς μὲν μικροῖς ἄδηλον, ἐν δὲ τοῖς μείζοσιν, οἷον ἐν χηνὶ καὶ τοῖς τηλικούτοις, φανερώτερον γίνεται, ὅταν ἡ ὀχεία πρόσφατος ᾖ.
そして、これが交尾器官であり、小さな動物では目立たないが、より大きな動物、例えばガチョウやその大きさのものにおいては、交尾が直近であったときにより明白になる。
Οἱ δὲ πόροι καὶ τοῖς ἰχθύσι καὶ τούτοις προσπεφύκασι πρὸς τῇ ὀσφύϊ ὑποκάτω τῆς κοιλίας καὶ τῶν ἐντέρων, μεταξὺ τῆς μεγάλης φλεβός, ἀφ’ ἧς τείνουσι πόροι εἰς ἑκάτερον τῶν ὄρχεων.
これら管は、魚類においてもこれらの動物においても、腰の近くで、胃や腸の下方、大静脈の間に付着しており、そこから管がそれぞれの睾丸へと延びている。
Ὥσπερ δὲ τοῖς ἰχθύσι περὶ μὲν τὴν ὥραν τῆς ὀχείας θορός τε φαίνεται ἐνὼν καὶ οἱ πόροι σφόδρα δῆλοι, ὅταν δὲ παρέλθῃ ἡ ὥρα, ἄδηλοι καὶ οἱ πόροι ἐνίοτε, οὕτω καὶ τῶν ὀρνίθων οἱ ὄρχεις·
魚類において交尾の時期には、精液が内包されているのが見え、管が極めて明瞭であるのに対し、その時期が過ぎると、時には管も目立たなくなるのと同様に、鳥類の睾丸もそうである。
πρὶν μὲν ὀχεύειν, οἱ μὲν μικροὺς οἱ δὲ πάμπαν ἀδήλους ἔχουσιν, ὅταν δὲ ὀχεύωσι, σφόδρα μεγάλους ἴσχουσιν.
すなわち、交尾する前は、あるものは小さく、あるものは全く目立たないが、交尾するときには、極めて大きくなるのである。
Ἐπιδηλότατα δὲ τοῦτο συμβαίνει ταῖς φάτταις καὶ τοῖς πέρδιξιν, ὥστ’ ἔνιοι οἴονται οὐδ’ ἔχειν τοῦ χειμῶνος ὄρχεις αὐτά.
このことはモリバトやシャコにおいて最も顕著に起こり、そのため、ある人々は、それらが冬には睾丸を持ってさえいないと考えるほどである。