§3.1#2Τῶν δ’ ἐν τῷ ἔμπροσθεν ἐχόντων τοὺς ὄρχεις οἱ μὲν ἐντὸς ἔχουσι πρὸς τῇ γαστρί, καθάπερ δελφίς, οἱ δ’ ἐκτὸς ἐν τῷ φανερῷ πρὸς τῷ τέλει τῆς γαστρός.
在前方具有睾丸的动物中,有的在内部靠近腹部(如海豚),有的则在外部显眼处靠近腹部的末端。
Τούτοις δὲ τὰ μὲν ἄλλα ἔχει τὸν αὐτὸν τρόπον, διαφέρουσι δὲ ὅτι οἱ μὲν αὐτῶν ἔχουσι καθ’ αὑτοὺς τοὺς ὄρχεις, οἱ δ’ ἐν τῇ καλουμένῃ ὀσχέᾳ, ὅσοι ἔξωθεν.
在这些动物中,其他情况相同,但不同之处在于,在外侧具有睾丸的动物中,有的睾丸是独立存在的,有的则位于所谓的阴囊中。
Αὐτοὶ δ’ οἱ ὄρχεις ἐν πᾶσι τοῖς πεζοῖς καὶ ζῳοτόκοις τόνδ’ ἔχουσι τὸν τρόπον.
在所有陆生且胎生的动物中,睾丸本身的情况如下。
Τείνουσιν ἐκ τῆς ἀορτῆς πόροι φλεβικοὶ μέχρι τῆς κεφαλῆς ἑκατέρου τοῦ ὄρχεως, καὶ ἄλλοι ἀπὸ τῶν νεφρῶν δύο· εἰσὶ δ’ οὗτοι μὲν αἱματώδεις, οἱ δ’ ἐκ τῆς ἀορτῆς ἄναιμοι.
血管状的管道从大动脉延伸至每个睾丸的头部,另有两条管道从肾脏延伸出来;这些(来自肾脏的)管道是有血的,而来自大动脉的则是无血的。
Ἀπὸ δὲ τῆς κεφαλῆς πρὸς αὐτῷ τῷ ὄρχει πόρος ἐστὶ πυκνότερος ἐκείνου καὶ νευρωδέστερος, ὃς ἀνακάμπτει πάλιν ἐν ἑκατέρῳ τῷ ὄρχει πρὸς τὴν κεφαλὴν τοῦ ὄρχεως· ἀπὸ δὲ τῆς κεφαλῆς ἑκάτεροι πάλιν εἰς ταὐτὸ συνάπτουσιν εἰς τὸ πρόσθεν ἐπὶ τὸ αἰδοῖον.
从头部开始,沿着睾丸本身有一条比前者更厚且更像腱的管道,它在每个睾丸中再次折回,朝向睾丸的头部;而从头部开始,两边的管道再次在相同的地方合流,向前方通往生殖器。
Οἱ δ’ ἐπανακάμπτοντες πόροι καὶ προσκαθήμενοι τοῖς ὄρχεσιν ὑμένι περιειλημμένοι εἰσὶ τῷ αὐτῷ, ὥστε δοκεῖν ἕνα εἶναι πόρον, ἐὰν μὴ διέλῃ τὸν ὑμένα τις.
这些折回并附着在睾丸上的管道被包裹在同一层膜中,因此,除非有人切开这层膜,否则它们看起来就像是一条管道。
Ὁ μὲν οὖν προσκαθήμενος πόρος ἔτι αἱματῶδες ἔχει τὸ ὑγρόν, ἧττον μέντοι τῶν ἄνω τῶν ἐκ τῆς ἀορτῆς· ἐν δὲ τοῖς ἐπανακάμπτουσιν εἰς τὸν καυλὸν τὸν ἐν τῷ αἰδοίῳ λευκή ἐστιν ἡ ὑγρότης.
因此,附着其上的管道仍然含有带血色的液体,但少于大动脉下来的上方管道;而在折回至生殖器内轴管的管道中,液体是白色的。
Φέρει δὲ καὶ ἀπὸ τῆς κύστεως πόρος, καὶ συνάπτει ἄνωθεν εἰς τὸν καυλόν· περὶ τοῦτον δὲ οἷον κέλυφός ἐστι τὸ καλούμενον αἰδοῖον.
此外,还有一条管道从膀胱引出,并从上方合流至轴管;在这个轴管的周围,如同鞘一般,就是所谓的生殖器。
Θεωρείσθω δὲ τὰ εἰρημένα ταῦτα ἐκ τῆς ὑπογραφῆς τῆσδε.
上述这些情况可以从以下示意图中观察到。
Τῶν πόρων ἀρχὴ τῶν ἀπὸ τῆς ἀρτηρίας, ἐφ’ οἷς Α· κεφαλαὶ τῶν ὄρχεων καὶ οἱ καθήκοντες πόροι, ἐφ’ οἷς Κ· οἱ ἀπὸ τούτων πρὸς τῷ ὄρχει προσκαθήμενοι, ἐφ’ οἷς τὰ ΩΩ· οἱ δ’ ἀνακάμπτοντες, ἐν οἷς ἡ ὑγρότης ἡ λευκή, ἐφ’ οἷς τὰ ΒΒ· αἰδοῖον Δ, κύστις Ε, ὄρχεις δ’ ἐφ’ οἷς τὰ ΨΨ. Ἀποτεμνομένων δ’ ἢ ἀφαιρουμένων τῶν ὄρχεων αὐτῶν ἀνασπῶνται οἱ πόροι ἄνω.
来自大动脉的管道起点标有 A;睾丸的头部和下行的管道标有 K;从这些延伸并附着在睾丸上的管道标有 ΩΩ;折回且其中含有白色液体的管道标有 BB;生殖器为 Δ,膀胱为 Ε,睾丸标有 ΨΨ。 当睾丸本身被切除或摘除时,这些管道会向上收缩。
Διαφθείρουσι δ’ οἱ μὲν ἔτι νέων ὄντων τρίψει, οἱ δὲ καὶ ὕστερον ἐκτέμνοντες· συνέβη δ’ ἤδη ταῦρον ἐκτμηθέντα καὶ εὐθὺς ἐπιβάντα ὀχεῦσαι καὶ γεννῆσαι.
有的人在动物还年轻时通过挤压来破坏它们,有的人则在以后通过切除来进行;曾经发生过公牛被阉割后立即骑跨交配并繁衍后代的事情。
Τὰ μὲν οὖν περὶ τοὺς ὄρχεις τοῖς ζῴοις τοῦτον ἔχει τὸν τρόπον.
因此,动物中关于睾丸的情况就是这样。
Αἱ δ’ ὑστέραι τῶν ἐχόντων ὑστέρας ζῴων οὔτε τὸν αὐτὸν τρόπον ἔχουσιν οὔθ’ ὅμοιαι πάντων εἰσίν, ἀλλὰ διαφέρουσι καὶ τῶν ζῳοτοκούντων πρὸς ἄλληλα καὶ τῶν ᾠοτοκούντων.
而在具有子宫的动物中,它们之子宫既不是以相同的方式存在,也并非在所有动物中都相似,而是在胎生动物之间以及卵生动物之间都有所不同。
Δίκροαι μὲν οὖν εἰσὶν ἁπάντων τῶν πρὸς τοῖς ἄρθροις ἐχόντων τὰς ὑστέρας, καὶ τὸ μὲν αὐτῶν ἐν τοῖς δεξιοῖς μέρεσι, τὸ δ’ ἕτερον ἐν τοῖς ἀριστεροῖς ἐστίν· ἡ δ’ ἀρχὴ μία καὶ τὸ στόμα ἕν, οἷον καυλὸς σαρκώδης σφόδρα καὶ χονδρώδης τοῖς πλείστοις καὶ μεγίστοις.
在所有在关节附近具有子宫的动物中,子宫都是分叉的,其中一部分在右侧,另一部分在左侧;但其起点是单一的,开口也是单一的,在大多数最大型的动物中,它就像是一个非常多肉且呈软骨质的轴管。
Καλεῖται δὲ τούτων τὰ μὲν ὑστέρα καὶ δελφύς (ὅθεν καὶ ἀδελφοὺς προσαγορεύουσι), μήτρα δ’ ὁ καυλὸς καὶ τὸ στόμα τῆς ὑστέρας.
在这些部分中,有的被称为子宫或 delphys(这也是兄弟一词的来源),而轴管和子宫口的部分则被称为 metra。
Ὅσα μὲν οὖν ἐστὶ ζῳοτόκα καὶ δίποδα ἢ τετράποδα, τούτων μὲν ἡ ὑστέρα πάντων ἐστὶ κάτω τοῦ ὑποζώματος, οἷον ἀνθρώπῳ καὶ κυνὶ καὶ ὑῒ καὶ ἵππῳ καὶ βοΐ· καὶ τοῖς κερατοφόροις ὁμοίως ταῦτά γ’ ἔχει πᾶσιν.
因此,所有胎生的双足或四足动物,其子宫都位于横膈膜下方,例如人类、狗、猪、马和牛;在有角的动物中,情况也完全是这样。
Ἐπ’ ἄκρων δὲ αἱ ὑστέραι τῶν καλουμένων κερατίων εἱλιγμὸν ἔχουσιν αἱ τῶν πλείστων.
而且在大多数动物中,子宫在所谓的角状突起末端具有弯曲。