§3.1#1## Γ.
Περὶ μὲν οὖν τῶν ἄλλων μορίων τῶν ἐντὸς εἴρηται, καὶ πόσα καὶ ποῖ’ ἄττα, καὶ τίνας ἔχει πρὸς ἄλληλα διαφοράς· λοιπὸν δὲ περὶ τῶν εἰς τὴν γένεσιν συντελούντων μορίων εἰπεῖν.
那么,关于其他内脏部分,已经说明了其数量、种类以及它们彼此之间的差异;剩下的是要说明有助于生殖的部分。
Ταῦτα γὰρ τοῖς μὲν θήλεσι πᾶσιν ἐντός ἐστι, τὰ δὲ τῶν ἀρρένων διαφορὰς ἔχει πλείους.
因为这些结构在所有雌性体内都是在内部的,而雄性的结构则有更多的差异。
Τὰ μὲν γὰρ ὅλως τῶν ἐναίμων ζῴων οὐκ ἔχει ὄρχεις, τὰ δ’ ἔχει μὲν ἐντὸς δ’ ἔχει, καὶ τῶν ἐντὸς ἐχόντων τὰ μὲν πρὸς τῇ ὀσφύϊ ἔχει περὶ τὸν τῶν νεφρῶν τόπον, τὰ δὲ πρὸς τῇ γαστρί, τὰ δ’ ἐκτός.
因为在有血动物中,有的完全没有睾丸,有的虽有但在内部;而在那些在内部具有睾丸的动物中,有的在腰部靠近肾脏的区域,有的靠近腹部,其他的则在外部。
Καὶ τὸ αἰδοῖον τούτων τοῖς μὲν συνήρτηται πρὸς τὴν γαστέρα, τοῖς δ’ ἀφεῖται καθάπερ καὶ οἱ ὄρχεις· πρὸς δὲ τὴν γαστέρα συνήρτηται ἄλλως τοῖς τ’ ἐμπροσθουρητικοῖς καὶ τοῖς ὀπισθουρητικοῖς.
这些动物的生殖器,有的附着在腹部,有的则像睾丸一样呈悬垂状;而附着在腹部的方式,在向前排尿的动物和向后排尿的动物中是不同的。
Τῶν μὲν οὖν ἰχθύων οὐθεὶς ὄρχεις ἔχει, οὐδ’ εἴ τι ἄλλο ἔχει βράγχια, οὐδὲ τὸ τῶν ὄφεων γένος ἅπαν, οὐδ’ ὅλως ἄπουν οὐδέν, ὅσα μὴ ζῳοτοκεῖ ἐν αὑτοῖς.
因此,鱼类中没有任何一种具有睾丸,其他任何具有鳃的动物也没有,所有蛇类也是如此,总之任何无足动物中,只要不是在自身体内胎生的,就都没有睾丸。
Οἱ δ’ ὄρνιθες ἔχουσι μὲν ὄρχεις, ἔχουσι δ’ ἐντὸς πρὸς τῇ ὀσφύϊ.
鸟类虽有睾丸,但在内部、靠近腰部。
Καὶ τῶν τετραπόδων ὅσα ᾠοτοκεῖ, τὸν αὐτὸν ἔχει τρόπον, οἷον σαύρα καὶ χελώνη καὶ κροκόδειλος, καὶ τῶν ζῳοτόκων ἐχῖνος.
而在卵生的四足动物中,情况也是相同的,例如蜥蜴、乌龟和鳄鱼;在胎生动物中,刺猬也是如此。
Τὰ δὲ τῶν ἐντὸς ἐχόντων πρὸς τῇ γαστρὶ ἔχει, οἷον τῶν ἀπόδων μὲν δελφίς, τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων ἐλέφας· τὰ δ’ ἄλλα φανεροὺς ἔχει.
而在内部具有睾丸的其他动物中,睾丸位于腹部附近,例如无足动物中的海豚,以及四足且胎生动物中的大象;其他动物则具有显露在外的睾丸。
Ἡ δ’ ἐξάρτησις ἡ πρὸς τὴν κοιλίαν καὶ τὸν τόπον τὸν συνεχῆ τίνα διαφορὰν ἔχει, πρότερον εἴρηται· τοῖς μὲν γὰρ ἐκ τοῦ ὄπισθεν συνεχεῖς καὶ οὐκ ἀπηρτημένοι εἰσίν, οἷον τῷ γένει τῷ τῶν ὑῶν, τοῖς δ’ ἀπηρτημένοι, καθάπερ τοῖς ἀνθρώποις.
至于在腹部及相邻区域的悬挂方式有什么差异,前文已经说明;因为在某些动物中,它们自后部相连而不悬垂,例如猪类;而在另一些动物中,它们是悬垂的,正如人类一样。
Οἱ μὲν οὖν ἰχθύες ὄρχεις μὲν οὐκ ἔχουσιν, ὥσπερ εἴρηται πρότερον, οὐδ’ οἱ ὄφεις· πόρους δὲ δύο ἔχουσιν ἀπὸ τοῦ ὑποζώματος ἠρτημένους ἐφ’ ἑκάτερα τῆς ῥάχεως, συνάπτοντας εἰς ἕνα πόρον ἄνωθεν τῆς τοῦ περιττώματος ἐξόδου· τὸ δ’ ἄνωθεν λέγομεν τὸ πρὸς τὴν ἄκανθαν.
因此,正如前文所述,鱼类既没有睾丸,蛇类也没有;但它们有两条从横膈膜悬挂下来的管道,位于脊椎的两侧,在排泄物出口的上方合并为一条管道;我们所说的“上方”是指靠近脊椎的一侧。
Οὗτοι δὲ γίνονται περὶ τὴν ὥραν τῆς ὀχείας θοροῦ πλήρεις, καὶ θλιβομένων ἐξέρχεται τὸ σπέρμα λευκόν.
这些管道在交配季节会充满精液,挤压时会排出白色的精液。
Αὐτοὶ δὲ πρὸς αὑτοὺς ἣν ἔχουσι διαφοράν, ἔκ τε τῶν ἀνατομῶν δεῖ θεωρεῖν καὶ ὕστερον λεχθήσεται ἐν τοῖς περὶ ἕκαστον αὐτῶν ἰδίοις ἀκριβέστερον.
至于它们彼此之间的差异,应当通过解剖来观察,稍后在关于它们各自特征的详细说明中,将会更准确地加以论述。
Ὅσα δ’ ᾠοτοκεῖ ἢ δίποδα ὄντα ἢ τετράποδα, πάντ’ ἔχει ὄρχεις πρὸς τῇ ὀσφύϊ κάτωθεν τοῦ διαζώματος, τὰ μὲν λευκοτέρους τὰ δ’ ὠχροτέρους, λεπτοῖς πάμπαν φλεβίοις περιεχομένους.
而所有卵生的动物,无论是双足还是四足,都在横膈膜下方的腰部具有睾丸,有的较白,有的较黄,被极其细微的小血管包围着。
Καὶ ἀφ’ ἑκατέρου τείνει πόρος συνάπτων εἰς ἕνα, καθάπερ καὶ τοῖς ἰχθύσιν, ὑπερ τῆς τοῦ περιττώματος ἐξόδου.
从每一个睾丸都延伸出一条管道,合并为一条,正如在鱼类中那样,位于排泄物出口的上方。
Τοῦτο δ’ ἐστὶν αἰδοῖον, ὃ τοῖς μὲν μικροῖς ἄδηλον, ἐν δὲ τοῖς μείζοσιν, οἷον ἐν χηνὶ καὶ τοῖς τηλικούτοις, φανερώτερον γίνεται, ὅταν ἡ ὀχεία πρόσφατος ᾖ.
这就是交配器官,在小型动物中不明显,但在较大的动物中,例如鹅和与其大小相当的动物,在刚刚交配后会变得更明显。
Οἱ δὲ πόροι καὶ τοῖς ἰχθύσι καὶ τούτοις προσπεφύκασι πρὸς τῇ ὀσφύϊ ὑποκάτω τῆς κοιλίας καὶ τῶν ἐντέρων, μεταξὺ τῆς μεγάλης φλεβός, ἀφ’ ἧς τείνουσι πόροι εἰς ἑκάτερον τῶν ὄρχεων.
无论是在鱼类中还是在这些动物中,管道都附着在腰部、胃和肠的下方,位于大静脉之间,从大静脉有管道延伸至每一个睾丸。
Ὥσπερ δὲ τοῖς ἰχθύσι περὶ μὲν τὴν ὥραν τῆς ὀχείας θορός τε φαίνεται ἐνὼν καὶ οἱ πόροι σφόδρα δῆλοι, ὅταν δὲ παρέλθῃ ἡ ὥρα, ἄδηλοι καὶ οἱ πόροι ἐνίοτε, οὕτω καὶ τῶν ὀρνίθων οἱ ὄρχεις· πρὶν μὲν ὀχεύειν, οἱ μὲν μικροὺς οἱ δὲ πάμπαν ἀδήλους ἔχουσιν, ὅταν δὲ ὀχεύωσι, σφόδρα μεγάλους ἴσχουσιν.
正如鱼类在交配季节时,可见体内含有精液且管道极其明显,而当季节过去后,有时连管道也不明显一样,鸟类的睾丸也是如此;在交配前,有的睾丸很小,有的则完全不明显,但在交配时,它们会变得极大。
Ἐπιδηλότατα δὲ τοῦτο συμβαίνει ταῖς φάτταις καὶ τοῖς πέρδιξιν, ὥστ’ ἔνιοι οἴονται οὐδ’ ἔχειν τοῦ χειμῶνος ὄρχεις αὐτά.
这种情况在林鸽和石鸡中最明显,以至于有人认为它们在冬天甚至没有睾丸。