§2.2Περὶ δὲ τῶν κυνῶν ἀμφισβητεῖται, καὶ οἱ μὲν ὅλως οὐκ οἴονται βάλλειν οὐθένα αὐτούς, οἱ δὲ τοὺς κυνόδοντας μόνον·
犬については議論があり、ある人々は彼らがまったく一本も歯を生え替えないと考え、他の人々は犬歯だけを生え替えると考えている。
ὦπται δ’ ὅτι βάλλει καθάπερ καὶ ἄνθρωπος, ἀλλὰ λανθάνει διὰ τὸ μὴ βάλλειν πρότερον πρὶν ὑποφυῶσιν ἐντὸς ἴσοι.
しかし、人間と同様に生え替えることが観察されているが、それ(生え替わる前の歯)が抜け落ちる前に、内側から同じ大きさの新しい歯が下から生えてくるため、気づかれないのである。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀγρίων εἰκὸς συμβαίνειν, ἐπεὶ λέγονταί γε τοὺς κυνόδοντας μόνον βάλλειν.
同様のことが他の野生動物についても起こるのが自然である。 というのも、彼らは犬歯だけを生え替えると言われているからである。
Τοὺς δὲ κύνας διαγινώσκουσι τοὺς νεωτέρους καὶ πρεσβυτέρους ἐκ τῶν ὀδόντων·
また、人々は犬の若さと老いをその歯から見分ける。
οἱ μὲν γὰρ νέοι λευκοὺς ἔχουσι καὶ ὀξεῖς τοὺς ὀδόντας, οἱ δὲ πρεσβύτεροι μέλανας καὶ ἀμβλεῖς.
すなわち、若いものは白く鋭い歯を持ち、年老いたものは黒く鈍い歯を持っている。
§2.3Ἐναντίως δὲ πρὸς τἆλλα ζῷα καὶ ἐπὶ τῶν ἵππων συμβαίνει·
他の動物とは逆に、馬においては次のようなことが起こる。
τὰ μὲν γὰρ ἄλλα ζῷα πρεσβύτερα γινόμενα μελαντέρους ἔχει τοὺς ὀδόντας, ὁ δ’ ἵππος λευκοτέρους.
すなわち、他の動物は年をとるにつれて歯が黒くなるが、馬は白くなる。
Ὁρίζουσι δὲ τούς τε ὀξεῖς καὶ τοὺς πλατεῖς οἱ καλούμενοι κυνόδοντες, ἀμφοτέρων μετέχοντες τῆς μορφῆς·
また、いわゆる犬歯が、鋭い歯と平らな歯の境界をなしており、双方の形態を分かち持っている。
κάτωθεν μὲν γὰρ πλατεῖς, ἄνωθεν δ’ εἰσὶν ὀξεῖς.
すなわち、下部は平らであるが、上部は鋭いのである。
Ἔχουσι δὲ πλείους οἱ ἄρρενες τῶν θηλειῶν ὀδόντας καὶ ἐν ἀνθρώποις καὶ ἐπὶ προβάτων καὶ αἰγῶν καὶ ὑῶν·
また、人間においても、羊、山羊、豚においても、雄は雌よりも多くの歯を持っている。
ἐπὶ δὲ τῶν ἄλλων οὐ τεθεώρηταί πω.
他の動物については、まだ観察されていない。
Ὅσοι δὲ πλείους ἔχουσι, μακροβιώτεροι ὡς ἐπὶ τὸ πολύ εἰσιν, οἱ δ’ ἐλάττους καὶ ἀραιόδοντες ὡς ἐπὶ τὸ πολὺ βραχυβιώτεροι.
そして、より多くの歯を持つものは一般に長命であり、より少なく、歯並びのまばらなものは一般に短命である。
§2.4Φύονται δ’ οἱ τελευταῖοι τοῖς ἀνθρώποις γόμφιοι, οὓς καλοῦσι κραντῆρας, περὶ τὰ εἴκοσιν ἔτη καὶ ἀνδράσι καὶ γυναιξίν.
また、人間において、知歯(親知らず)と呼ばれる最後の奥歯は、男女ともに二十歳頃に生える。
Ἤδη δέ τισι γυναιξὶ καὶ ὀγδοήκοντα ἐτῶν οὔσαις ἔφυσαν γόμφιοι ἐν τοῖς ἐσχάτοις, πόνον παρασχόντες ἐν τῇ ἀνατολῇ, καὶ ἀνδράσιν ὡσαύτως·
すでに、八十歳に達したある女性たちにおいて、最も奥に奥歯が生え、その萌出に際して痛みを伴った例があり、男性についても同様である。
τοῦτο δὲ συμβαίνει ὅσοις ἂν μὴ ἐν τῇ ἡλικίᾳ ἀνατείλωσιν οἱ κραντῆρες.
そして、このことは、適切な年齢において知歯が萌出しなかった人々すべてに起こる。
§2.5Ὁ δ’ ἐλέφας ὀδόντας μὲν ἔχει τέτταρας ἐφ’ ἑκάτερα, οἷς κατεργάζεται τὴν τροφήν (λεαίνει δ’ ὥσπερ κριμνά), χωρὶς δὲ τούτων ἄλλους δύο τοὺς μεγάλους.
他方、ゾウは左右それぞれに四本ずつの歯を持っており、それらで食物を咀嚼する(荒挽きの粉のように細かく砕く)。 そして、これらとは別に、他の二本の大きな歯を持っている。
Ὁ μὲν οὖν ἄρρην τούτους ἔχει μεγάλους τε καὶ ἀνασίμους, ἡ δὲ θήλεια μικροὺς καὶ ἐξ ἐναντίας τοῖς ἄρρεσιν·
雄はこれらを大きく、かつ上向きに曲がったものとして持っているが、雌は小さく、雄とは逆の向きに持っている。
κάτω γὰρ οἱ ὀδόντες βλέπουσιν.
というのも、その歯は下を向いているからである。
Ἔχει δ’ ὁ ἐλέφας εὐθὺς γενόμενος ὀδόντας, τοὺς μέντοι μεγάλους ἀδήλους τὸ πρῶτον.
また、ゾウは生まれてすぐに歯を持っているが、ただし大きな歯は最初は目立たない。
§2.6Γλῶτταν δὲ ἔχει μικράν τε σφόδρα καὶ ἐντός, ὥστε ἔργον εἶναι ἰδεῖν.
また、舌は非常に小さく、奥にあるため、見るのが困難である。
§2.7Ἔχουσι δὲ τὰ ζῷα καὶ τὰ μεγέθη διαφέροντα τοῦ στόματος.
動物はまた、口の大きさも異なっている。
Τῶν μὲν γάρ ἐστι τὰ στόματα ἀνερρωγότα, ὥσπερ κυνὸς καὶ λέοντος καὶ πάντων τῶν καρχαροδόντων, τὰ δὲ μικρόστομα, ὥσπερ ἄνθρωπος, τὰ δὲ μεταξύ, ὥσπερ τὸ τῶν ὑῶν γένος.
あるものの口は大きく裂けており、例えば犬やライオン、鋸歯状の歯を持つすべての動物のように。 またあるものは口が小さく、例えば人間のように。 またあるものはその中間であり、例えば豚の類のようである。
Ὁ δ’ ἵππος ὁ ποτάμιος ὁ ἐν Αἰγύπτῳ χαίτην μὲν ἔχει ὥσπερ ἵππος, διχαλὸν δ’ ἐστὶν ὥσπερ βοῦς, τὴν δ’ ὄψιν σιμός.
エジプトの河馬(カバ)は、馬のような鬣を持ち、牛のように二つの蹄に分かれており、顔立ちは平らである。
Ἔχει δὲ καὶ ἀστράγαλον ὥσπερ τὰ διχαλά, καὶ χαυλιόδοντας ὑποφαινομένους, κέρκον δ’ ὑός, φωνὴν δ’ ἵππου·
また、二つの蹄に分かれた動物のように距骨を持ち、わずかに外に見える牙があり、豚の尾と、馬の声を持っている。
μέγεθος δ’ ἐστὶν ἡλίκον ὄνος.
そして、大きさはロバほどである。
Τοῦ δὲ δέρματος τὸ πάχος ὥστε δόρατα ποιεῖσθαι ἐξ αὐτοῦ.
皮膚の厚さは、それから槍を作ることができるほどである。
Τὰ δ’ ἐντὸς ἔχει ὅμοια ἵππῳ καὶ ὄνῳ.
内臓は馬やロバに似ている。