§2.2Περὶ δὲ τῶν κυνῶν ἀμφισβητεῖται, καὶ οἱ μὲν ὅλως οὐκ οἴονται βάλλειν οὐθένα αὐτούς, οἱ δὲ τοὺς κυνόδοντας μόνον·
关于狗则存在争议,有些人认为它们根本不脱落任何牙齿,而另一些人则认为只脱落犬齿。
ὦπται δ’ ὅτι βάλλει καθάπερ καὶ ἄνθρωπος, ἀλλὰ λανθάνει διὰ τὸ μὴ βάλλειν πρότερον πρὶν ὑποφυῶσιν ἐντὸς ἴσοι.
但据观察,它们像人一样换牙,只是由于在内侧生出同样大小的牙齿之前并不脱落旧牙,因而未被察觉。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀγρίων εἰκὸς συμβαίνειν, ἐπεὶ λέγονταί γε τοὺς κυνόδοντας μόνον βάλλειν.
同样的情况也极可能发生在其他野生动物身上,因为据说它们只脱落犬齿。
Τοὺς δὲ κύνας διαγινώσκουσι τοὺς νεωτέρους καὶ πρεσβυτέρους ἐκ τῶν ὀδόντων· οἱ μὲν γὰρ νέοι λευκοὺς ἔχουσι καὶ ὀξεῖς τοὺς ὀδόντας, οἱ δὲ πρεσβύτεροι μέλανας καὶ ἀμβλεῖς.
人们根据牙齿来辨别年轻和年老的狗;因为年轻的狗牙齿洁白而尖锐,而年老的狗牙齿发黑而迟钝。
§2.3Ἐναντίως δὲ πρὸς τἆλλα ζῷα καὶ ἐπὶ τῶν ἵππων συμβαίνει· τὰ μὲν γὰρ ἄλλα ζῷα πρεσβύτερα γινόμενα μελαντέρους ἔχει τοὺς ὀδόντας, ὁ δ’ ἵππος λευκοτέρους.
与其他动物相反,马的情况是:其他动物随着年龄增长牙齿变得更黑,而马则变得更白。
Ὁρίζουσι δὲ τούς τε ὀξεῖς καὶ τοὺς πλατεῖς οἱ καλούμενοι κυνόδοντες, ἀμφοτέρων μετέχοντες τῆς μορφῆς· κάτωθεν μὲν γὰρ πλατεῖς, ἄνωθεν δ’ εἰσὶν ὀξεῖς.
所谓犬齿界定了尖齿和扁齿的界限,它们兼具两者的形状;因为它们在下部是扁平的,而在上部是尖锐的。
Ἔχουσι δὲ πλείους οἱ ἄρρενες τῶν θηλειῶν ὀδόντας καὶ ἐν ἀνθρώποις καὶ ἐπὶ προβάτων καὶ αἰγῶν καὶ ὑῶν· ἐπὶ δὲ τῶν ἄλλων οὐ τεθεώρηταί πω.
无论是在人类中,还是在绵羊、山羊和猪身上,雄性都比雌性拥有更多的牙齿;至于其他动物,目前还没有观察到。
Ὅσοι δὲ πλείους ἔχουσι, μακροβιώτεροι ὡς ἐπὶ τὸ πολύ εἰσιν, οἱ δ’ ἐλάττους καὶ ἀραιόδοντες ὡς ἐπὶ τὸ πολὺ βραχυβιώτεροι.
牙齿较多的人或动物通常寿命较长,而牙齿较少且牙齿稀疏的人或动物通常寿命较短。
§2.4Φύονται δ’ οἱ τελευταῖοι τοῖς ἀνθρώποις γόμφιοι, οὓς καλοῦσι κραντῆρας, περὶ τὰ εἴκοσιν ἔτη καὶ ἀνδράσι καὶ γυναιξίν.
在人类中,被称为“智齿”的最后几颗臼齿大约在二十岁时生长,无论男女皆然。
Ἤδη δέ τισι γυναιξὶ καὶ ὀγδοήκοντα ἐτῶν οὔσαις ἔφυσαν γόμφιοι ἐν τοῖς ἐσχάτοις, πόνον παρασχόντες ἐν τῇ ἀνατολῇ, καὶ ἀνδράσιν ὡσαύτως· τοῦτο δὲ συμβαίνει ὅσοις ἂν μὴ ἐν τῇ ἡλικίᾳ ἀνατείλωσιν οἱ κραντῆρες.
甚至曾有些已达八十岁高龄的女性,在最深处长出臼齿,在萌出时带来了痛苦,男性也是如此;这种情况会发生在那些在适龄期未长出智齿的人身上。
§2.5Ὁ δ’ ἐλέφας ὀδόντας μὲν ἔχει τέτταρας ἐφ’ ἑκάτερα, οἷς κατεργάζεται τὴν τροφήν (λεαίνει δ’ ὥσπερ κριμνά), χωρὶς δὲ τούτων ἄλλους δύο τοὺς μεγάλους.
至于大象,它左右两侧各有四颗牙齿用来加工食物(它将食物磨碎得像粗麦粉一样),此外还有另外两颗大牙。
Ὁ μὲν οὖν ἄρρην τούτους ἔχει μεγάλους τε καὶ ἀνασίμους, ἡ δὲ θήλεια μικροὺς καὶ ἐξ ἐναντίας τοῖς ἄρρεσιν· κάτω γὰρ οἱ ὀδόντες βλέπουσιν.
雄象的这两颗大牙既大且向上弯曲,而雌象的牙则较小,且方向与雄象相反;因为它们的牙齿向下看。
Ἔχει δ’ ὁ ἐλέφας εὐθὺς γενόμενος ὀδόντας, τοὺς μέντοι μεγάλους ἀδήλους τὸ πρῶτον.
大象一出生就长有牙齿,不过那两颗大牙起初并不明显。
§2.6Γλῶτταν δὲ ἔχει μικράν τε σφόδρα καὶ ἐντός, ὥστε ἔργον εἶναι ἰδεῖν.
它的舌头非常小,且在深处,因此极难看见。
§2.7Ἔχουσι δὲ τὰ ζῷα καὶ τὰ μεγέθη διαφέροντα τοῦ στόματος.
动物口部的大小也有所不同。
Τῶν μὲν γάρ ἐστι τὰ στόματα ἀνερρωγότα, ὥσπερ κυνὸς καὶ λέοντος καὶ πάντων τῶν καρχαροδόντων, τὰ δὲ μικρόστομα, ὥσπερ ἄνθρωπος, τὰ δὲ μεταξύ, ὥσπερ τὸ τῶν ὑῶν γένος.
因为有些动物的口裂开得很宽,例如狗、狮子和所有锯齿状牙齿的动物;有些动物则是小口的,例如人类;有些则介于其间,例如猪类。
Ὁ δ’ ἵππος ὁ ποτάμιος ὁ ἐν Αἰγύπτῳ χαίτην μὲν ἔχει ὥσπερ ἵππος, διχαλὸν δ’ ἐστὶν ὥσπερ βοῦς, τὴν δ’ ὄψιν σιμός.
埃及的河马长有像马一样的鬣毛,蹄子像牛一样分为两半,外貌呈扁鼻状。
Ἔχει δὲ καὶ ἀστράγαλον ὥσπερ τὰ διχαλά, καὶ χαυλιόδοντας ὑποφαινομένους, κέρκον δ’ ὑός, φωνὴν δ’ ἵππου· μέγεθος δ’ ἐστὶν ἡλίκον ὄνος.
它还长有像双蹄动物那样的距骨,有稍微露出的獠牙,长着猪一样的尾巴,发出马一样的声音;体型如驴一般大小。
Τοῦ δὲ δέρματος τὸ πάχος ὥστε δόρατα ποιεῖσθαι ἐξ αὐτοῦ.
其皮肤的厚度足以用它来制作长矛。
Τὰ δ’ ἐντὸς ἔχει ὅμοια ἵππῳ καὶ ὄνῳ.
其内脏则与马和驴相似。