Humanitext Reader

アリストテレス · 動物誌 §2.8-2.10

サルの身体構造と卵生四肢動物およびワニの特徴

21 / 189 箇所 · ギリシア語

要旨

人間と四肢動物の中間的な性質を持つサル類の身体構造を詳細に比較・説明し、続いて卵生・有血の四肢動物(特にエジプトのワニ)の特異な内外の器官を解説する。

§2.8Ἔνια δὲ τῶν ζῴων ἐπαμφοτερίζει τὴν φύσιν τῷ τ’ ἀνθρώπῳ καὶ τοῖς τετράποσιν, οἷον πίθηκοι καὶ κῆβοι καὶ κυνοκέφαλοι.
ある種の動物は、人間と四肢動物の間の二面的な本性を持っており、例えばサル、尾のあるサル、そして犬頭のサルがそうである。
Ἔστι δ’ ὁ μὲν κῆβος πίθηκος ἔχων οὐράν.
尾のあるサルとは、尾を持つサルのことである。
Καὶ οἱ κυνοκέφαλοι δὲ τὴν αὐτὴν ἔχουσι μορφὴν τοῖς πιθήκοις, πλὴν μείζονές τ’ εἰσὶ καὶ ἰσχυρότεροι καὶ τὰ πρόσωπα ἔχοντες κυνοειδέστερα, ἔτι δ’ ἀγριώτερά τε τὰ ἤθη καὶ τοὺς ὀδόντας ἔχουσι κυνοειδεστέρους καὶ ἰσχυροτέρους.
また、犬頭のサルも、サルと同じ形態を持っているが、ただ彼らはより大きく、より強力で、顔つきはより犬に似ており、さらに性質はより荒々しく、歯はより犬に似ていて強力である。
Οἱ δὲ πίθηκοι δασεῖς μέν εἰσι τὰ πρανῆ ὡς ὄντες τετράποδες, καὶ τὰ ὕπτια δὲ ὡσαύτως ὡς ὄντες ἀνθρωποειδεῖς (τοῦτο γὰρ ἐπὶ τῶν ἀνθρώπων ἐναντίως ἔχει καὶ ἐπὶ τῶν τετραπόδων, καθάπερ ἐλέχθη πρότερον)·
サルは、四肢動物であるため背側が毛深く、また人間形態であるため腹側も同様に毛深い(というのも、このことは人間と四肢動物においては逆であると先に述べられた通りであるからだ)。
πλὴν ἥ τε θρὶξ παχεῖα, καὶ δασεῖς ἐπ’ ἀμφότερα σφόδρα εἰσὶν οἱ πίθηκοι.
ただし、毛は太く、彼らは両面において非常に毛深い。
Τὸ δὲ πρόσωπον ἔχει πολλὰς ὁμοιότητας τῷ τοῦ ἀνθρώπου·
顔は人間の顔と多くの類似点を持っている。
καὶ γὰρ μυκτῆρας καὶ ὧτα παραπλήσια ἔχει, καὶ ὀδόντας ὥσπερ ὁ ἄνθρωπος, καὶ τοὺς προσθίους καὶ τοὺς γομφίους.
なぜなら、鼻孔と耳が似ており、歯も人間と同様に、前歯も奥歯も持っているからである。
Ἔτι δὲ βλεφαρίδας τῶν ἄλλων τετραπόδων ἐπὶ θάτερα οὐκ ἐχόντων οὗτος ἔχει μὲν λεπτὰς δὲ σφόδρα, καὶ μᾶλλον τὰς κάτω, καὶ μικρὰς πάμπαν·
さらに、他の四肢動物が一方(下側)にまつ毛を持たないのに対し、このものはそれを持っているが、非常に細く、特に下まつ毛がそうであり、極めて小さい。
τὰ γὰρ ἄλλα τετράποδα ταύτας οὐκ ἔχει.
というのも、他の四肢動物はこれらを持たないからである。
Ἔχει δ’ ἐν τῷ στήθει δύο θηλὰς μαστῶν μικρῶν.
また、胸に二つの小さな乳房の乳頭を持っている。
Ἔχει δὲ καὶ βραχίονας ὥσπερ ἄνθρωπος, πλὴν δασεῖς·
また、人間のように腕を持っているが、毛深い。
καὶ κάμπτει καὶ τούτους καὶ τὰ σκέλη ὥσπερ ἄνθρωπος, τὰς περιφερείας πρὸς ἀλλήλας ἀμφοτέρων τῶν κώλων.
そして、これらと脚をともに人間のように曲げ、両の肢の曲がる向きを互いに向かい合わせる。
Πρὸς δὲ τούτοις χεῖρας καὶ δακτύλους καὶ ὄνυχας ὁμοίους ἀνθρώπῳ, πλὴν πάντα ταῦτα ἐπὶ τὸ θηριωδέστερον.
これらに加えて、手、指、爪が人間に似ているが、これらすべてはより獣のようである。
Ἰδίους δὲ τοὺς πόδας·
足は独特である。
εἰσὶ γὰρ οἷον χεῖρες μεγάλαι, καὶ οἱ δάκτυλοι ὥσπερ οἱ τῶν χειρῶν, ὁ μέσος μακρότατος, καὶ τὸ κάτω τοῦ ποδὸς χειρὶ ὅμοιον, πλὴν ἐπὶ τὸ μῆκος τὸ τῆς χειρὸς ἐπὶ τὰ ἔσχατα τεῖνον, καθάπερ θέναρ·
なぜなら、それらは大きな手のようであり、指は手のそれのようであって、中指が最も長く、足の下部は手に似ているが、手の長さが末端まで伸びているかのようであり、掌のようである。
τοῦτο δὲ ἐπ’ ἄκρου σκληρότερον, κακῶς καὶ ἀμυδρῶς μιμούμενον πτέρνην.
これは末端部においてより硬く、かかとを不完全に、かすかに模倣している。
Κέχρηται δὲ τοῖς ποσὶν ἐπ’ ἄμφω, καὶ ὡς χερσὶ καὶ ὡς ποσί, καὶ συγκάμπτει ὥσπερ χεῖρας.
また、足を両方の目的、すなわち手としても足としても使い、手のように握る。
Ἔχει δὲ τὸν ἀγκῶνα καὶ τὸν μηρὸν βραχεῖς ὡς πρὸς τὸν βραχίονα καὶ τὴν κνήμην.
そして、前腕と下腿に対して、肘と大腿が短い。
Ὀμφαλὸν δ’ ἐξέχοντα μὲν οὐκ ἔχει, σκληρὸν δὲ τὸ κατὰ τὸν τόπον τοῦ ὀμφαλοῦ.
出っ張ったへそは持たないが、へその位置のあたりは硬くなっている。
Τὰ δ’ ἄνω τοῦ κάτω πολὺ μείζονα ἔχει, ὥσπερ τὰ τετράποδα·
また、四肢動物のように、下半身に対して上半身がはるかに大きい。
σχεδὸν γὰρ ὡς πέντε πρὸς τρία ἐστί.
その比はおおよそ五対三である。
Καὶ διά τε ταῦτα καὶ διὰ τὸ τοὺς πόδας ἔχειν ὁμοίους χερσὶ καὶ ὡσπερανεὶ συγκειμένους ἐκ χειρὸς καὶ ποδός, ἐκ μὲν ποδὸς κατὰ τὸ τῆς πτέρνης ἔσχατον, ἐκ δὲ χειρὸς τἆλλα μέρη· καὶ γὰρ οἱ δάκτυλοι ἔχουσι τὸ καλούμενον θέναρ.
これら(の理由)と、足が手に似ていて、いわば手と足から合成されているかのようであり、かかとの末端部においては足から、その他の部分においては手からなっているかのようであるため(そして実際、指は、いわゆる掌を持っている)である。
Διατελεῖ δὲ τὸν πλείω χρόνον τετράπουν ὂν μᾶλλον ἢ ὀρθόν·
そして、直立しているよりは四肢動物であることの方が多い。
καὶ οὔτ’ ἰσχία ἔχει ὡς τετράπουν ὂν οὔτε κέρκον ὡς δίπουν, πλὴν μικρὰν τὸ ὅλον, ὅσον σημείου χάριν.
また、四肢動物であるにもかかわらず腰を持たず、二足歩行であるかのように尾を持たない。 ただし、全体として、単にしるし程度の小さなものはある。
Ἔχει δὲ καὶ τὸ αἰδοῖον ἡ θήλεια ὅμοιον γυναικί, ὁ δ’ ἄρρην κυνωδέστερον ἢ ἄνθρωπος.
また、雌は女性に似た生殖器を持ち、雄は人間よりも犬に似たものを持つ。
§2.9Οἱ δὲ κῆβοι, καθάπερ εἴρηται πρότερον, ἔχουσι κέρκον.
そして、尾のあるサルは、先に述べられたように、尾を持っている。
Τὰ δ’ ἐντὸς διαιρεθέντα ὅμοια ἔχουσιν ἀνθρώπῳ πάντα τὰ τοιαῦτα.
解剖された内臓は、これらの動物すべてにおいて人間に似ている。
Τὰ μὲν οὖν τῶν εἰς τὸ ἐκτὸς ζῳοτοκούντων μόρια τοῦτον ἔχει τὸν τρόπον.
さて、胎生動物の器官はこのようになっている。
§2.10Τὰ δὲ τετράποδα μὲν ᾠοτόκα δὲ καὶ ἔναιμα (οὐδὲν δὲ ᾠοτοκεῖ χερσαῖον καὶ ἔναιμον μὴ τετράπουν ὂν ἢ ἄπουν) κεφαλὴν μὲν ἔχει καὶ αὐχένα καὶ νῶτον καὶ τὰ πρανῆ καὶ τὰ ὕπτια τοῦ σώματος, ἔτι δὲ σκέλη πρόσθια καὶ ὀπίσθια καὶ τὸ ἀνάλογον τῷ στήθει, ὥσπερ τὰ ζῳοτόκα τῶν τετραπόδων, καὶ κέρκον τὰ μὲν πλεῖστα μείζω, ὀλίγα δ’ ἐλάττω.
他方、四肢があり卵生で有血の動物(有血の陸生動物で、四肢がないか、または這うものを除いては、卵を生むものは何もない)は、頭、首、背、体の背側と腹側、さらに前肢と後肢、および胸に相当する部分を、胎生の四肢動物と同様に持っており、尾はほとんどがより大きく、少数はより小さい。
Πάντα δὲ πολυδάκτυλα καὶ πολυσχιδῆ ἐστὶ τὰ τοιαῦτα.
また、このようなものはすべて指が多く、深く裂けている。
Πρὸς δὲ τούτοις τὰ αἰσθητήρια καὶ γλῶτταν πάντα, πλὴν ὁ ἐν Αἰγύπτῳ κροκόδειλος.
これらに加えて、感覚器官と、舌をすべて持っているが、エジプトのワニは例外である。
Οὗτος δὲ παραπλησίως τῶν ἰχθύων τισίν·
このものは、ある種の魚類に似ている。
ὅλως μὲν γὰρ οἱ ἰχθύες ἀκανθώδη καὶ οὐκ ἀπολελυμένην ἔχουσι τὴν γλῶτταν, ἔνιοι δὲ πάμπαν λεῖον καὶ ἀδιάρθρωτον τὸν τόπον μὴ ἐγκλίναντι σφόδρα τὸ χεῖλος.
というのも、一般に魚類は棘のようで自由にならない舌を持っており、ある魚類では下唇を大きく下げない限り、その場所が完全に滑らかで分化していないからである。
Ὦτα δ’ οὐκ ἔχουσιν ἀλλὰ τὸν πόρον τῆς ἀκοῆς μόνον πάντα τὰ τοιαῦτα·
また、このようなものはすべて、耳を持たず、ただ聴覚の通路だけを持っている。
οὐδὲ μαστούς, οὐδ’ αἰδοῖον, οὐδ’ ὄρχεις ἔξω φανεροὺς ἀλλ’ ἐντός, οὐδὲ τρίχας, ἀλλὰ πάντ’ ἐστὶ φολιδωτά.
乳房も持たず、生殖器も、外に見える精巣も持たず、それらは内側にあり、毛もなく、すべて鱗で覆われている。
Ἔτι δὲ καρχαρόδοντα πάντα.
さらに、すべて鋸歯状の歯を持っている。
Οἱ δὲ κροκόδειλοι οἱ ποτάμιοι ἔχουσιν ὀφθαλμοὺς μὲν ὑός, ὀδόντας δὲ μεγάλους καὶ χαυλιόδοντας καὶ ὄνυχας ἰσχυροὺς καὶ δέρμα ἄρρηκτον φολιδωτόν·
また、川のワニは、豚のような目を持ち、大きな歯と牙、強力な爪、阻まれない鱗状の皮膚を持っている。
βλέπουσι δ’ ἐν μὲν τῷ ὕδατι φαύλως, ἔξω δ’ ὀξύτατον.
また、水の中では視力が弱いが、陸上では極めて鋭く見える。
Τὴν μὲν οὖν ἡμέραν ἐν τῇ γῇ τὸ πλεῖστον διατρίβει, τὴν δὲ νύκτα ἐν τῷ ὕδατι·
したがって、昼間はほとんどを陸の上で過ごし、夜は水の中で過ごす。
ἀλεεινότερον γάρ ἐστι τῆς αἰθρίας.
というのも、水の中は冷たい外気よりも暖かいからである。

語釈・文法注

  1. ¦p.41¦δασεῖς μέν εἰσι τὰ πρανῆ ὡς ὄντες τετράποδες — 対格の τὰ πρανῆ(背側)は「観点の対格(限定の対格)」として機能し、サルが毛深い部分の限定を示す。接続詞的表現の ὡς ὄντες は、分詞 ὄντες を伴って理由(四肢動物であるから)を示している。
  2. §2.8τῶν ἄλλων τετραπόδων ἐπὶ θάτερα οὐκ ἐχόντων — 属格独立構文であり、他の四肢動物が通常一方の側(下まぶた)にまつ毛を持たない状況を譲歩・対比的に表す。ἐπὶ θάτερα は「もう一方の側に(下側に)」の意味。
  3. §2.8τὰς περιφερείας πρὸς ἀλλήλας ἀμφοτέρων τῶν κώλων — κάμπτει の二重の対格のうちの、動作の結果・様態を示す名詞句。両方の四肢の曲がる向き(湾曲)が「互いに向き合う(人間のように内側に曲がる)」関係にあることを示す。
  4. ¦p.42¦ἐκ μὲν ποδὸς κατὰ τὸ τῆς πτέρνης ἔσχατον — 分詞 συγκειμένους(合成された)に係る副詞的(前置詞)句。足のどの部分が「足(πούς)」由来で、どの部分が「手(χείρ)」由来であるかという構成要素の限定を表す。
  5. §2.10μὴ ἐγκλίναντι σφόδρα τὸ χεῖλος — 与格分詞による条件表現。ここでは特定の個人ではなく「一般の観察者(人)」を与格で想定し、「(観察者がその動物の)下唇を大きく下げない限り」という条件を表す。

この箇所を引用する

アリストテレス, 動物誌 §2.8-2.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.8-2.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。