Humanitext Reader

アリストテレス · 動物誌 §2.17#2

両顎有歯類や象と蛇の内臓と消化管

29 / 189 箇所 · ギリシア語

要旨

両側に歯を持つ動物の胃腸の多様性を述べ、続いて象、卵生四肢獣、そして特に蛇の細長い内臓の構造について詳述している。

§2.17#2Πάντα μὲν οὖν ἔχει μίαν κοιλίαν, καὶ μετὰ ταῦτα τὸ ἔντερον·
したがって、[これらは]すべて一つの胃を持ち、その後に腸が続く。
ἀλλὰ τὰ μὲν ἔχει μείζω τὴν κοιλίαν, ὥσπερ ὗς καὶ ἄρκτος (καὶ ἥ γε τῆς ὑὸς ὀλίγας ἔχει λείας πλάκας), τὰ δὲ πολὺ ἐλάττω καὶ οὐ πολλῷ μείζω τοῦ ἐντέρου, καθάπερ κύων καὶ λέων καὶ ἄνθρωπος.
しかし、あるものは豚や熊のように大きな胃を持ち(そして豚の胃にはいくつかの滑らかなひだがある)、あるものは犬や獅子や人間のように、はるかに小さく、腸と比べてそれほど大きくない胃を持つ。
Καὶ τῶν ἄλλων δὲ τὰ εἴδη διέστηκε πρὸς τὰς τούτων κοιλίας·
また、他の動物の種もこれらの胃に準じて分かれている。
τὰ μὲν γὰρ ὑῒ ὁμοίαν ἔχει τὰ δὲ κυνί, καὶ τὰ μείζω καὶ τὰ ἐλάττω τῶν ζῴων ὡσαύτως.
というのも、あるものは豚に似た胃を持ち、あるものは犬に似ており、動物の大小に関わらず同様だからである。
Διαφορὰ δὲ καὶ ἐν τούτοις κατὰ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ πάχη καὶ λεπτότητας ὑπάρχει τὰς τῆς κοιλίας, καὶ κατὰ τοῦ στομάχου τῇ θέσει τὴν σύντρησιν.
また、これらの中にも、胃の大きさ、形状、肉の厚さや薄さ、そして食道が胃に合流する位置に関する違いが存在する。
Διαφέρει δὲ καὶ ἡ τῶν ἐντέρων φύσις ἑκατέροις τῶν εἰρημένων ζῴων, τοῖς τε μὴ ἀμφώδουσι καὶ τοῖς ἀμφώδουσι, τῷ μεγέθει καὶ πάχει καὶ ταῖς ἐπαναδιπλώσεσιν.
さらに、言及された両方の動物、すなわち両側に歯を持たないものと両側に歯を持つものとでは、腸の性質もまた、大きさ、太さ、屈曲の点で異なっている。
Πάντα δὲ μείζω τὰ τῶν μὴ ἀμφωδόντων ἐστίν·
両側に歯を持たないものの腸はすべてより大きい。
καὶ γὰρ αὐτὰ πάντα μείζω·
というのも、それら自体がすべてより大きいからである。
μικρὰ μὲν γὰρ ὀλίγα, πάμπαν δὲ μικρὸν οὐθέν ἐστι κερατοφόρον.
実際、小さなものはわずかであり、角のある動物で極めて小さいものは存在しない。
Ἔχουσι δ’ ἔνια καὶ ἀποφυάδας τῶν ἐντέρων, εὐθυέντερον δ’ οὐθέν ἐστι μὴ ἀμφώδουν.
また、あるものは腸の盲嚢を持っているが、両側に歯を持たないもので直腸を持つものは存在しない。
Ὁ δ’ ἐλέφας ἔντερον ἔχει συμφύσεις ἔχον, ὥστε φαίνεσθαι τέτταρας κοιλίας ἔχειν.
象は癒合部のある腸を持っており、そのため四つの胃を持っているように見える。
Ἐν τούτῳ καὶ ἡ τροφὴ ἐγγίνεται, χωρὶς δ’ οὐκ ἔχει ἀγγεῖον.
この中に食物が入り、これとは別に[食物を入れる]容器を持たない。
Καὶ τὰ σπλάγχνα ἔχει παραπλήσια τοῖς ὑείοις, πλὴν τὸ μὲν ἧπαρ τετραπλάσιον τοῦ βοείου καὶ τἆλλα, τὸν δὲ σπλῆνα ἐλάττω ἢ κατὰ λόγον.
また、内臓は豚のものに似ているが、肝臓は牛のものの4倍あり、他の内臓も同様であるが、脾臓は割合に比してより小さい。
Τὸν αὐτὸν δὲ τρόπον ἔχει τὰ περὶ τὴν κοιλίαν καὶ τὴν τῶν ἐντέρων φύσιν καὶ τοῖς τετράποσι μὲν τῶν ζῴων ᾠοτόκοις δέ, οἷον χελώνῃ χερσαίᾳ καὶ χελώνῃ θαλαττίᾳ καὶ σαύρᾳ καὶ τοῖς κροκοδείλοις ἀμφοῖν καὶ πᾶσιν ὁμοίως τοῖς τοιούτοις·
胃や腸の性質に関する状態は、四肢獣でありながら卵生である動物、例えば、陸亀、海亀、トカゲ、二種のワニ、および同様のすべての動物においても同様である。
ἁπλῆν τε γὰρ ἔχουσι καὶ μίαν τὴν κοιλίαν, καὶ τὰ μὲν ὁμοίαν τῇ ὑείᾳ, τὰ δὲ τῇ τοῦ κυνός.
なぜなら、それらは単純で一つの胃を持っており、あるものは豚の胃に似ており、あるものは犬の胃に似ているからである。
Τὸ δὲ τῶν ὄφεων γένος ὅμοιόν ἐστι καὶ ἔχει παραπλήσια σχεδὸν πάντα τῶν πεζῶν καὶ ᾠοτόκων τοῖς σαύροις, εἴ τις μῆκος αὐτοῖς ἀποδοὺς ἀφέλοι τοὺς πόδας.
蛇の類はトカゲに似ており、もし脚を取り除いて長さを加えれば、歩行する卵生動物の中で、ほぼすべての点でトカゲに酷似している。
Φολιδωτόν τε γάρ ἐστι, καὶ τὰ πρανῆ καὶ τὰ ὕπτια παραπλήσια τούτοις ἔχει·
というのも、蛇は鱗で覆われており、背面と腹面もトカゲに似ているからである。
πλὴν ὄρχεις οὐκ ἔχει, ἀλλ’ ὥσπερ ἰχθὺς δύο πόρους εἰς ἓν συνάπτοντας καὶ τὴν ὑστέραν μακρὰν καὶ δικρόαν.
ただし、精巣を持たず、魚のように二つの管が一つに合流しており、子宮は長くて二股に分かれている。
Τὰ δ’ ἄλλα τὰ ἐντὸς τὰ αὐτὰ τοῖς σαύροις, πλὴν ἅπαντα διὰ τὴν στενότητα καὶ τὸ μῆκος στενὰ καὶ μακρὰ τὰ σπλάγχνα, ὥστε καὶ λανθάνειν διὰ τὴν ὁμοιότητα τῶν σχημάτων·
その他の内臓はトカゲと同じであるが、ただ、体の狭さと長さのために、すべての内臓が狭くて長く、そのため形状の類似性から見分けがつかないほどである。
τήν τε γὰρ ἀρτηρίαν ἔχει σφόδρα μακράν, ἔτι δὲ μακρότερον τὸν στόμαχον.
というのも、気管は非常に長く、食道はさらに長いからである。
Ἀρχὴ δὲ τῆς ἀρτηρίας πρὸς αὐτῷ ἐστὶ τῷ στόματι, ὥστε δοκεῖν ὑπὸ ταύτην εἶναι τὴν γλῶτταν.
気管の始まりは口のすぐ近くにあり、そのため舌が気管の下にあるように見える。
Προέχειν δὲ δοκεῖ τῆς γλώττης ἡ ἀρτηρία διὰ τὸ συσπᾶσθαι τὴν γλῶτταν καὶ μὴ μένειν ὥσπερ τοῖς ἄλλοις.
気管は舌よりも前に突き出ているように見えるが、それは舌が縮んで他の動物のように留まらないからである。
Ἔστι δ’ ἡ γλῶττα λεπτὴ καὶ μακρὰ καὶ μέλαινα, καὶ ἐξέρχεται μέχρι πόρρω.
舌は細長くて黒く、遠くまで突き出す。
Ἴδιον δὲ παρὰ τὰς τῶν ἄλλων γλώττας ἔχουσι καὶ οἱ ὄφεις καὶ οἱ σαῦροι τὸ δικρόαν αὐτῶν εἶναι τὴν γλῶτταν ἄκραν, πολὺ δὲ μάλιστα οἱ ὄφεις·
他の動物の舌とは異なる特異な特徴として、蛇もトカゲも、その舌の先が二股に分かれているが、特に蛇においてその傾向が著しい。
τὰ γὰρ ἄκρα αὐτῶν ἐστὶ λεπτὰ ὥσπερ τρίχες.
なぜなら、それらの先端は毛髪のように細いからである。
Ἔχει δὲ καὶ ἡ φώκη ἐσχισμένην τὴν γλῶτταν.
また、アザラシも割れた舌を持っている。
Τὴν δὲ κοιλίαν ὁ ὄφις ἔχει οἷον ἔντερον εὐρυχωρέστερον, ὁμοίαν τῇ τοῦ κυνός·
蛇の胃は、より広い腸のようであり、犬の胃に似ている。
εἶτα τὸ ἔντερον μακρὸν καὶ λεπτὸν καὶ μέχρι τοῦ τέλους ἕν.
次いで、腸は長くて細く、最後まで一本である。
Ἐπὶ δὲ τοῦ φάρυγγος ἡ καρδία, μικρὰ δὲ καὶ νεφροειδής·
心臓は咽頭の上にあり、小さくて腎臓の形をしている。
διὸ δόξειεν ἂν ἐνίοτε οὐ πρὸς τὸ στῆθος ἔχειν τὸ ὀξύ.
そのため、時にはその尖端が胸の方に向いていないように見えるかもしれない。
Εἶθ’ ὁ πλεύμων ἁπλοῦς, ἰνώδει πόρῳ διηρθρωμένος καὶ μακρὸς σφόδρα καὶ πολὺ ἀπηρτημένος τῆς καρδίας.
次いで、肺は単一であり、繊維質の管によって節だち、非常に長く、心臓から大きく離れて吊り下がっている。
Καὶ τὸ ἧπαρ μακρὸν καὶ ἁπλοῦν, σπλῆνα δὲ μικρὸν καὶ στρογγύλον, ὥσπερ καὶ οἱ σαῦροι.
また、肝臓は長くて単一であり、脾臓はトカゲと同様に小さくて丸い。
Χολὴν δ’ ἔχει ὁμοίως τοῖς ἰχθύσιν·
胆嚢は魚類と同様に持っている。
οἱ μὲν γὰρ ὕδροι ἐπὶ τῷ ἥπατι ἔχουσιν, οἱ δ’ ἄλλοι πρὸς τοῖς ἐντέροις ὡς ἐπὶ τὸ πολύ.
というのも、水蛇は肝臓の上にこれを持つが、他の蛇はたいてい腸の近くにこれを持つからである。

語釈・文法注

  1. p.55εἴ τις μῆκος αὐτοῖς ἀποδοὺς ἀφέλοι τοὺς πόδας — εἴ τις ... ἀφέλοι(希求法過去)による仮定法(潜在・仮定)の表現。分詞 ἀποδούς(アオリスト分詞能動態・単数主格)は条件(「もし与えるならば」)を表し、主動詞 ἀφέλοι に係っている。この仮定構文は「もし誰かが彼らに長さを与えて、かつ脚を取り除くとするならば」という架空の状況を想定している。
  2. p.56τὸ δικρόαν αὐτῶν εἶναι τὴν γλῶτταν ἄκραν — 冠詞付き不定詞(articular infinitive)構文。中性単数対格の冠詞 τό が、不定詞 εἶναι を含む句全体を名詞化し、主節の対格(主語の同格または対格の目的語・主語)として機能している。不定詞の意味上の主語は τὴν γλῶτταν ἄκραν(対格)であり、形容詞 δικρόαν はその述語として対格・女性・単数になっている(αὐτῶν は所有属格)。
  3. p.56δόξειεν ἂν ἐνίοτε οὐ πρὸς τὸ στῆθος ἔχειν τὸ ὀξύ — δόξειεν ἂν は希求法過去+ἄνθρωπος.(「~と思われるかもしれない」)。不定詞 ἔχειν の主語は前の文の「心臓」(ἡ καρδία)であり、その目的語は τὸ ὀξύ(「尖端」)。動詞 ἔχειν πρὸς ... はここでは「〜に向けてある(向いている)」という方向を示す自動詞的あるいは再帰的な用法として解釈される。

この箇所を引用する

アリストテレス, 動物誌 §2.17#2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.17%232

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。