Humanitext Reader

アリストテレス · 動物誌 §2.17#1

魚類と反芻類などの内臓配置と胃の構造

28 / 189 箇所 · ギリシア語

要旨

心臓、肝臓、脾臓、胃など、動物の内臓の配置と、魚類や反芻類におけるそれらの特異な構造について説明する。

§2.17#1Τῇ δὲ θέσει, ὅσα ἔχει ταῦτα τὰ μόρια, ὁμοίως κείμενα ἔχει, τήν τε καρδίαν περὶ τὸ μέσον, πλὴν ἐν ἀνθρώπῳ·
位置に関しては、これらの部位を持つものはすべて同様に配置されており、心臓は中央付近にあるが、人間は例外である。
οὗτος δ’ ἐν τῷ ἀριστερῷ μᾶλλον μέρει, καθάπερ ἐλέχθη πρότερον.
すなわち、人間においては、前に述べられたように、むしろ左側に寄っている。
Ἔχει δὲ καὶ τὸ ὀξὺ ἡ καρδία πάντων εἰς τὸ πρόσθεν·
また、すべてのものにおいて、心臓の尖端は前方に向いている。
πλὴν ἐπὶ τῶν ἰχθύων οὐκ ἂν δόξειεν·
ただし、魚類においてはそうは見えないかもしれない。
οὐ γὰρ πρὸς τὸ στῆθος ἔχει τὸ ὀξύ, ἀλλὰ πρὸς τὴν κεφαλὴν καὶ τὸ στόμα.
というのも、尖端は胸の方ではなく、頭と口の方に向いているからである。
Ἀνήρτηται δ’ αὐτῶν τὸ ἄκρον ᾗ συνάπτει τὰ βράγχια ἀλλήλοις τὰ δεξιὰ καὶ τὰ ἀριστερά.
魚類の心臓の先端は、左右の鰓が互いに接合する場所に懸垂されている。
Εἰσὶ δὲ καὶ ἄλλοι πόροι τεταμένοι ἐξ αὐτῆς εἰς ἕκαστον τῶν βραγχίων, μείζους μὲν τοῖς μείζοσιν, ἐλάττους δὲ τοῖς ἐλάττοσιν·
また、心臓からそれぞれの鰓に伸びる他の管もあり、大きな魚には大きな管が、小さな魚には小さな管が伸びている。
ὁ δ’ ἐπ’ ἄκρας τῆς καρδίας τοῖς μεγάλοις αὐτῶν σφόδρα παχὺς αὐλός ἐστι καὶ λευκός.
そして、それらのうち大きな魚においては、心臓の先端にある管は非常に太くて白い管である。
Στόμαχον δ’ ὀλίγοι ἔχουσι τῶν ἰχθύων, οἷον γόγγρος καὶ ἐγχέλυς, καὶ οὗτοι μικρόν.
魚類のうちで食道を持つものは少なく、例えばアナゴやウナギなどであり、これらも短いものを持っているにすぎない。
Καὶ τὸ ἧπαρ τοῖς ἔχουσι τοῖς μὲν ἀσχιδὲς ἔχουσιν ἐν τοῖς δεξιοῖς ἐστὶν ὅλον, τοῖς δὲ ἐσχισμένον ἀπ’ ἀρχῆς τὸ μεῖζον ἐν τοῖς δεξιοῖς.
また、肝臓を持つもののうち、切れ込みのない肝臓を持つものでは右側に全体があり、根元から切れ込みのある肝臓を持つものでは大きい方の部分が右側にある。
Ἐνίοις γὰρ ἑκάτερον τὸ μόριον ἀπήρτηται καὶ οὐ συμπέφυκεν ἡ ἀρχή, οἷον τῶν τε ἰχθύων τοῖς γαλεώδεσι, καὶ δασυπόδων τι γένος ἐστὶ καὶ ἄλλοθι καὶ περὶ τὴν λίμνην τὴν Βόλβην ἐν τῇ καλουμένῃ Συκίνῃ, οὓς ἄν τις δόξειε δύο ἥπατα ἔχειν διὰ τὸ πόρρω τοὺς πόρους συνάπτειν, ὥσπερ καὶ ἐπὶ τοῦ τῶν ὀρνίθων πλεύμονος.
というのも、ある種のものにおいては、それぞれの部分が離れて懸垂されており、その根元が癒合していないからである。 例えば魚類のうちのサメ類がそうであり、また、ボルベ湖の周辺のシュキネと呼ばれる場所や他の場所にも生息しているある種の野兎がそうであって、これらは、あたかも鳥の肺のように、管が遠く離れた場所で結合しているために、二つの肝臓を持っているかのように見えるかもしれない。
Καὶ ὁ σπλὴν δ’ ἐστὶ πᾶσιν ἐν τοῖς ἀριστεροῖς κατὰ φύσιν, καὶ οἱ νεφροὶ τοῖς ἔχουσι κείμενοι τὸν αὐτὸν τρόπον·
また、脾臓は自然の秩序に従えばすべて左側にあり、腎臓もこれを持つものでは同様に配置されている。
ἤδη δὲ διανοιχθέν τι τῶν τετραπόδων ὤφθη ἔχον τὸν σπλῆνα μὲν ἐν τοῖς δεξιοῖς, τὸ δ’ ἧπαρ ἐν τοῖς ἀριστεροῖς·
しかし、これまでに、解剖されたある四肢獣が脾臓を右側に、肝臓を左側に持っているのが観察されたことがある。
ἀλλὰ τὰ τοιαῦτα ὡς τέρατα κρίνεται.
しかし、そのような事例は異常として判定される。
Τείνει δ’ ἡ μὲν ἀρτηρία πᾶσιν εἰς τὸν πλεύμονα (ὃν δὲ τρόπον, ὕστερον ἐροῦμεν), ὁ δὲ στόμαχος εἰς τὴν κοιλίαν διὰ τοῦ διαζώματος, ὅσα ἔχει στόμαχον·
気管はすべての動物において肺へと伸びており(その方法については後に述べる)、食道は、これを持つすべての動物において、横隔膜を通って胃へと伸びている。
οἱ γὰρ ἰχθύες, ὥσπερ εἴρηται πρότερον, οἱ πλεῖστοι οὐκ ἔχουσιν, ἀλλ’ εὐθὺς πρὸς τὸ στόμα συνάπτει ἡ κοιλία, διὸ πολλάκις ἐνίοις τῶν μεγάλων διώκουσι τοὺς ἐλάττους προπίπτει ἡ κοιλία εἰς τὸ στόμα.
なぜなら、前に述べられたように、魚類のほとんどは食道を持たず、胃が直接口に接続しているためであり、そのためにしばしば、大きな魚が小さな魚を追いかける際に、胃が口の中に飛び出してしまうことがある。
Ἔχει δὲ κοιλίαν πάντα τὰ εἰρημένα, καὶ κειμένην ὁμοίως (κεῖται γὰρ ὑπὸ τὸ διάζωμα εὐθύς), καὶ τὸ ἔντερον ἐχόμενον καὶ τελευτῶν πρὸς τὴν ἔξοδον τῆς τροφῆς καὶ τὸν καλούμενον ἀρχόν.
上記のすべての動物は胃を持ち、同様に配置されており(胃は横隔膜のすぐ下に位置している)、それに続いて腸があり、食物の排泄口、すなわちいわゆる直腸に終わっている。
Ἀνομοίας δ’ ἔχουσι τὰς κοιλίας.
しかし、それらは異なる形状の胃を持っている。
Πρῶτον μὲν γὰρ τῶν τετραπόδων καὶ ζῳοτόκων ὅσα μή ἐστιν ἀμφώδοντα τῶν κερατοφόρων, τέτταρας ἔχει τοὺς τοιούτους πόρους· ἃ δὴ καὶ λέγεται μηρυκάζειν.
まず、四肢獣かつ胎生のもので、両側に歯を持たない角のある動物は、このような腔を四つ持っており、これらはまさに反芻すると言われるものである。
Διήκει γὰρ ὁ μὲν στόμαχος ἀπὸ τοῦ στόματος ἀρξάμενος ἐπὶ τὰ κάτω παρὰ τὸν πλεύμονα, ἀπὸ τοῦ διαζώματος ἐπὶ τὴν κοιλίαν τὴν μεγάλην·
すなわち、食道は口から始まって肺の傍らを下方に通り、横隔膜から大きな胃へと達している。
αὕτη δ’ ἐστὶ τὰ ἔσω τραχεῖα καὶ διειλημμένη.
この胃は内部がざらざらしており、いくつかの部屋に仕切られている。
Συνήρτηται δ’ αὐτῇ πλησίον τῆς τοῦ στομάχου προσβολῆς ὁ καλούμενος κεκρύφαλος ἀπὸ τῆς ὄψεως·
この胃に、食道の合流点に隣接して、その外見から「頭網」と呼ばれるものが結合している。
ἔστι γὰρ τὰ μὲν ἔξωθεν ὅμοιος τῇ κοιλίᾳ, τὰ δ’ ἐντὸς ὅμοιος τοῖς πλεκτοῖς κεκρυφάλοις·
なぜなら、それは外側からは大胃に似ているが、内側は編まれたヘアネットのようだからである。
μεγέθει δὲ πολὺ ἐλάττων ἐστὶν ὁ κεκρύφαλος τῆς κοιλίας.
この頭網は、大きさにおいては大胃よりはるかに小さい。
Τούτου δ’ ἔχεται ὁ ἐχῖνος, τὰ ἐντὸς ὢν τραχὺς καὶ πλακώδης, τὸ δὲ μέγεθος παραπλήσιος τῷ κεκρυφάλῳ.
これに「棘胃」が続いており、これは内部がざらざらして葉状になっており、大きさは頭網とほぼ同じである。
Μετὰ δὲ τοῦτον τὸ καλούμενον ἤνυστρόν ἐστι, τῷ μεγέθει τοῦ ἐχίνου μεῖζον, τὸ δὲ σχῆμα προμηκέστερον·
そしてこの後に、いわゆる「皺胃」があり、これは棘胃よりも大きく、形状はより細長い。
ἔχει δ’ ἐντὸς πλάκας πολλὰς καὶ μεγάλας καὶ λείας.
内部には、滑らかで大きなひだが多数ある。
Ἀπὸ δὲ τούτου τὸ ἔντερον ἤδη.
そしてここからいよいよ腸が始まる。
Τὰ μὲν οὖν κερατοφόρα καὶ μὴ ἀμφώδοντα τοιαύτην ἔχει τὴν κοιλίαν, διαφέρει δὲ πρὸς ἄλληλα τοῖς σχήμασι καὶ τοῖς μεγέθεσι τούτων καὶ τῷ τὸν στόμαχον εἰς μέσην ἢ πλαγίαν τείνειν τὴν κοιλίαν.
さて、角があり、かつ両側に歯を持たない動物は、このような胃を持っているが、それらはこれらの部分の形状や大きさにおいて、また食道が大胃の中央に向かって伸びているか、あるいは側方に向かって伸びているかにおいて、互いに異なっている。
Τὰ δ’ ἀμφώδοντα μίαν ἔχει κοιλίαν, οἷον ἄνθρωπος, ὗς, κύων, ἄρκτος, λέων, λύκος.
他方、両側に歯を持つ動物は、人間、豚、犬、熊、獅子、狼のように、一つの胃を持っている。
Ἔχει δὲ καὶ ὁ θὼς πάντα τὰ ἐντὸς ὅμοια λύκῳ.
また、ジャッカルも内臓のすべてが狼と同様である。

語釈・文法注

  1. §2.17#1τοῖς ἔχουσι τοῖς μὲν ἀσχιδὲς ἔχουσιν — 全体の範囲を示す「持っているもの(動物)において」という与格 τοῖς ἔχουσι に対し、さらにその部分を限定する τοῖς μὲν ἀσχιδὲς ἔχουσιν(切れ目のないものを有するものにおいて)が並置される「部分と全体」の関係を示す与格構造である。
  2. §2.17#1οὓς ἄν τις δόξειε — 接続辞のない主節に準じる関係節内で、ἄν と希求法(δόξειε)が用いられており、「〜と思うかもしれない」という潜在・推量を表す。関係代名詞 οὕς は、不定詞句 δύο ἥπατα ἔχειν の意味上の主語である。
  3. §2.17#1διὰ τὸ πόρρω τοὺς πόρους συνάπτειν — 前置詞 διὰ と冠詞付き不定詞(τὸ συνάπτειν)の対格が結びつき、原因を表す副詞句をつくる。τοὺς πόρους は不定詞の意味上の主語(対格)である。
  4. §2.17#1διώκουσι — 現在分詞の複数与格形であり、先行する ἐνίοις τῶν μεγάλων(大きなものたちのうちのあるものにおいて)を修飾する。時や随伴状況を表す形容詞的用法である(「大きな魚が〜を追いかけているときに」)。
  5. §2.17#1ἃ δὴ καὶ λέγεται μηρυκάζειν — 関係代名詞 ἅ を主語とする個人的な受動態構文(λέγεται)であり、不定詞 μηρυκάζειν を伴って「それらは〜と言われている」を意味する。

この箇所を引用する

アリストテレス, 動物誌 §2.17#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.17%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。