§2.17#2Πάντα μὲν οὖν ἔχει μίαν κοιλίαν, καὶ μετὰ ταῦτα τὸ ἔντερον· ἀλλὰ τὰ μὲν ἔχει μείζω τὴν κοιλίαν, ὥσπερ ὗς καὶ ἄρκτος (καὶ ἥ γε τῆς ὑὸς ὀλίγας ἔχει λείας πλάκας), τὰ δὲ πολὺ ἐλάττω καὶ οὐ πολλῷ μείζω τοῦ ἐντέρου, καθάπερ κύων καὶ λέων καὶ ἄνθρωπος.
因此,[这些动物]都具有单个胃,在这之后是肠;但有些动物具有较大的胃,如猪和熊(至少猪的胃里有一些光滑的褶皱),而有些则要小得多,比肠大不了多少,如狗、狮子和人类。
Καὶ τῶν ἄλλων δὲ τὰ εἴδη διέστηκε πρὸς τὰς τούτων κοιλίας· τὰ μὲν γὰρ ὑῒ ὁμοίαν ἔχει τὰ δὲ κυνί, καὶ τὰ μείζω καὶ τὰ ἐλάττω τῶν ζῴων ὡσαύτως.
其他动物的物种也根据这些胃而有所区分:因为有些动物具有类似于猪的胃,有些则类似于狗的,无论动物体型大小都是如此。
Διαφορὰ δὲ καὶ ἐν τούτοις κατὰ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ πάχη καὶ λεπτότητας ὑπάρχει τὰς τῆς κοιλίας, καὶ κατὰ τοῦ στομάχου τῇ θέσει τὴν σύντρησιν.
在这些动物中,胃的大小、形状、厚度和薄薄程度也存在差异,而且在食道连接的位置上也有所不同。
Διαφέρει δὲ καὶ ἡ τῶν ἐντέρων φύσις ἑκατέροις τῶν εἰρημένων ζῴων, τοῖς τε μὴ ἀμφώδουσι καὶ τοῖς ἀμφώδουσι, τῷ μεγέθει καὶ πάχει καὶ ταῖς ἐπαναδιπλώσεσιν.
此外,在上述两类动物中——即非双排齿动物和双排齿动物——肠的性质在大小、粗细和折叠度上也有所不同。
Πάντα δὲ μείζω τὰ τῶν μὴ ἀμφωδόντων ἐστίν· καὶ γὰρ αὐτὰ πάντα μείζω· μικρὰ μὲν γὰρ ὀλίγα, πάμπαν δὲ μικρὸν οὐθέν ἐστι κερατοφόρον.
非双排齿动物的肠子都较大;因为它们自身也都较大;因为小的动物很少,而有角的动物中绝对没有极小的。
Ἔχουσι δ’ ἔνια καὶ ἀποφυάδας τῶν ἐντέρων, εὐθυέντερον δ’ οὐθέν ἐστι μὴ ἀμφώδουν.
有些动物还具有肠的盲囊,而在非双排齿动物中,没有一个是直肠的。
Ὁ δ’ ἐλέφας ἔντερον ἔχει συμφύσεις ἔχον, ὥστε φαίνεσθαι τέτταρας κοιλίας ἔχειν.
而大象具有带有愈合部的肠子,以至于看起来像是有四个胃。
Ἐν τούτῳ καὶ ἡ τροφὴ ἐγγίνεται, χωρὶς δ’ οὐκ ἔχει ἀγγεῖον.
食物就容纳在其中,它没有另外独立的容器。
Καὶ τὰ σπλάγχνα ἔχει παραπλήσια τοῖς ὑείοις, πλὴν τὸ μὲν ἧπαρ τετραπλάσιον τοῦ βοείου καὶ τἆλλα, τὸν δὲ σπλῆνα ἐλάττω ἢ κατὰ λόγον.
其内脏与猪的相似,除了肝脏是牛的四倍,其他内脏也是如此,但脾脏按比例来说较小。
Τὸν αὐτὸν δὲ τρόπον ἔχει τὰ περὶ τὴν κοιλίαν καὶ τὴν τῶν ἐντέρων φύσιν καὶ τοῖς τετράποσι μὲν τῶν ζῴων ᾠοτόκοις δέ, οἷον χελώνῃ χερσαίᾳ καὶ χελώνῃ θαλαττίᾳ καὶ σαύρᾳ καὶ τοῖς κροκοδείλοις ἀμφοῖν καὶ πᾶσιν ὁμοίως τοῖς τοιούτοις· ἁπλῆν τε γὰρ ἔχουσι καὶ μίαν τὴν κοιλίαν, καὶ τὰ μὲν ὁμοίαν τῇ ὑείᾳ, τὰ δὲ τῇ τοῦ κυνός.
在属于四足但属于卵生的动物中,关于胃和肠的性质也是同样的情况,例如陆龟、海龟、蜥蜴、两种鳄鱼,以及所有类似的其他动物;因为它们具有简单且单一的胃,有些类似于猪的,有些类似于狗的。
Τὸ δὲ τῶν ὄφεων γένος ὅμοιόν ἐστι καὶ ἔχει παραπλήσια σχεδὸν πάντα τῶν πεζῶν καὶ ᾠοτόκων τοῖς σαύροις, εἴ τις μῆκος αὐτοῖς ἀποδοὺς ἀφέλοι τοὺς πόδας.
蛇这一类动物与蜥蜴相似,如果有人赋予它们长度并去掉它们的脚,那么在陆生卵生动物中,它们几乎在所有方面都与蜥蜴相似。
Φολιδωτόν τε γάρ ἐστι, καὶ τὰ πρανῆ καὶ τὰ ὕπτια παραπλήσια τούτοις ἔχει· πλὴν ὄρχεις οὐκ ἔχει, ἀλλ’ ὥσπερ ἰχθὺς δύο πόρους εἰς ἓν συνάπτοντας καὶ τὴν ὑστέραν μακρὰν καὶ δικρόαν.
因为它是着鳞的,其背侧和腹侧也与它们相似;但它没有睾丸,而是像鱼一样有两个管道合并为一,并且其子宫长而呈两叉分枝。
Τὰ δ’ ἄλλα τὰ ἐντὸς τὰ αὐτὰ τοῖς σαύροις, πλὴν ἅπαντα διὰ τὴν στενότητα καὶ τὸ μῆκος στενὰ καὶ μακρὰ τὰ σπλάγχνα, ὥστε καὶ λανθάνειν διὰ τὴν ὁμοιότητα τῶν σχημάτων· τήν τε γὰρ ἀρτηρίαν ἔχει σφόδρα μακράν, ἔτι δὲ μακρότερον τὸν στόμαχον.
其他内脏与蜥蜴相同,只是由于身体的狭窄和长度,其所有内脏都是狭窄而长的,以至于由于形状的相似性而难以辨认;因为它的气管非常长,食道甚至更长。
Ἀρχὴ δὲ τῆς ἀρτηρίας πρὸς αὐτῷ ἐστὶ τῷ στόματι, ὥστε δοκεῖν ὑπὸ ταύτην εἶναι τὴν γλῶτταν.
气管的起点就在嘴边,以至于舌头看起来像是位于其下方。
Προέχειν δὲ δοκεῖ τῆς γλώττης ἡ ἀρτηρία διὰ τὸ συσπᾶσθαι τὴν γλῶτταν καὶ μὴ μένειν ὥσπερ τοῖς ἄλλοις.
气管看起来似乎比舌头更向前突出,这是因为舌头收缩,不像其他动物那样保持在原位。
Ἔστι δ’ ἡ γλῶττα λεπτὴ καὶ μακρὰ καὶ μέλαινα, καὶ ἐξέρχεται μέχρι πόρρω.
其舌细长而黑,且能向外伸出很远。
Ἴδιον δὲ παρὰ τὰς τῶν ἄλλων γλώττας ἔχουσι καὶ οἱ ὄφεις καὶ οἱ σαῦροι τὸ δικρόαν αὐτῶν εἶναι τὴν γλῶτταν ἄκραν, πολὺ δὲ μάλιστα οἱ ὄφεις· τὰ γὰρ ἄκρα αὐτῶν ἐστὶ λεπτὰ ὥσπερ τρίχες.
与其他动物的舌头相比,蛇和蜥蜴具有一个特异的特征,即它们的舌尖是分叉的,而蛇的这一特征尤为显著;因为它们的末端像头发一样细。
Ἔχει δὲ καὶ ἡ φώκη ἐσχισμένην τὴν γλῶτταν.
海豹也具有分裂的舌头。
Τὴν δὲ κοιλίαν ὁ ὄφις ἔχει οἷον ἔντερον εὐρυχωρέστερον, ὁμοίαν τῇ τοῦ κυνός· εἶτα τὸ ἔντερον μακρὸν καὶ λεπτὸν καὶ μέχρι τοῦ τέλους ἕν.
蛇的胃就像是较宽的肠子,类似于狗的胃;接着是长而细的肠子,直到末端都是单一的一条。
Ἐπὶ δὲ τοῦ φάρυγγος ἡ καρδία, μικρὰ δὲ καὶ νεφροειδής· διὸ δόξειεν ἂν ἐνίοτε οὐ πρὸς τὸ στῆθος ἔχειν τὸ ὀξύ.
心脏位于咽部之上,小而呈肾脏形;因此,有时其尖端似乎并没有朝向胸部。
Εἶθ’ ὁ πλεύμων ἁπλοῦς, ἰνώδει πόρῳ διηρθρωμένος καὶ μακρὸς σφόδρα καὶ πολὺ ἀπηρτημένος τῆς καρδίας.
接着,肺是单一的,由纤维状的管道分隔,非常长,并且距离心脏很远。
Καὶ τὸ ἧπαρ μακρὸν καὶ ἁπλοῦν, σπλῆνα δὲ μικρὸν καὶ στρογγύλον, ὥσπερ καὶ οἱ σαῦροι.
其肝脏长而单一,脾脏则像蜥蜴一样小而圆。
Χολὴν δ’ ἔχει ὁμοίως τοῖς ἰχθύσιν· οἱ μὲν γὰρ ὕδροι ἐπὶ τῷ ἥπατι ἔχουσιν, οἱ δ’ ἄλλοι πρὸς τοῖς ἐντέροις ὡς ἐπὶ τὸ πολύ.
它具有类似于鱼类的胆囊;因为水蛇的胆囊在肝脏上,而其他蛇类的胆囊大多靠近肠子。