Humanitext Reader

アリストテレス · 動物誌 §2.15

有血動物の内部器官と胆嚢の配置の比較

26 / 189 箇所 · ギリシア語

要旨

本章では有血動物の内部器官について、食道、気管、肺、心臓、横隔膜、肝臓、脾臓などの有無や配置の相違を比較し、多様な動物(特に鹿、象、魚、鳥など)における胆嚢の有無と配置を詳細に述べる。

§2.15Τὰ δ’ ἐντὸς πῶς ἔχει, λεκτέον ἐν τοῖς ἐναίμοις ζῴοις πρῶτον·
内臓がどのようであるかについて、まず有血動物において語らねばならない。
τούτῳ γὰρ διαφέρει τὰ μέγιστα γένη πρὸς τὰ λοιπὰ τῶν ἄλλων ζῴων, τῷ τὰ μὲν ἔναιμα τὰ δ’ ἄναιμα εἶναι.
なぜなら、最大の諸類が他の残りの動物と異なっているのは、これによってであり、すなわち一方が有血であり、他方が無血であることによるからである。
Ἔστι δὲ ταῦτα ἄνθρωπός τε καὶ τὰ ζῳοτόκα τῶν τετραπόδων, ἔτι δὲ καὶ τὰ ᾠοτόκα τῶν τετραπόδων καὶ ὄρνις καὶ ἰχθὺς καὶ κῆτος, καὶ εἴ τι ἄλλο ἀνώνυμόν ἐστι διὰ τὸ μὴ εἶναι γένος ἀλλ’ ἁπλοῦν τὸ εἶδος ἐπὶ τῶν καθ’ ἕκαστον, οἷον ὄφις καὶ κροκόδειλος.
これらは人間、および四肢獣のうちの胎生のもの、さらに四肢獣のうちの卵生のもの、鳥、魚、および鯨類であり、また、個々のものにおいて類が存在せず単純に種が存在するために名称を持たないような、例えば蛇や鰐のような他の何かである。
Ὅσα μὲν οὖν ἐστὶ τετράποδα καὶ ζῳοτόκα, στόμαχον μὲν καὶ ἀρτηρίαν πάντ’ ἔχει, καὶ κείμενα τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τοῖς ἀνθρώποις·
四肢獣で胎生のものであるものはすべて、食道と気管を有しており、それらは人間におけるのと同様の仕方で配置されている。
ὁμοίως δὲ καὶ ὅσα ᾠοτοκεῖ τῶν τετραπόδων, καὶ ἐν τοῖς ὄρνισιν·
四肢獣で卵生のものもすべて、また鳥類においても同様である。
ἀλλὰ τοῖς εἴδεσι τῶν μορίων τούτων διαφέρουσιν.
しかし、これらはこれらの部分の形態において異なっている。
Ὅλως δὲ πάντα ὅσα τὸν ἀέρα δεχόμενα ἀναπνεῖ καὶ ἐκπνεῖ, πάντ’ ἔχει πνεύμονα καὶ ἀρτηρίαν καὶ στόμαχον, καὶ τὴν θέσιν τοῦ στομάχου καὶ τῆς ἀρτηρίας ὁμοίως, ἀλλ’ οὐχ ὅμοια, τὸν δὲ πλεύμονα οὔθ’ ὅμοιον οὔτε τῇ θέσει ὁμοίως ἔχοντα.
一般に、空気を取り入れて呼吸をするものはすべて、肺と気管と食道を有しており、食道と気管の配置も同様であるが、同一ではなく、肺については同一でもなく配置が同様でもない。
Ἔτι δὲ καρδίαν ἅπαντ’ ἔχει ὅσα αἷμα ἔχει, καὶ τὸ διάζωμα, ὃ καλοῦνται φρένες·
さらに、血液を有するものはすべて心臓と、横隔膜、すなわちフリネースと呼ばれるものを有している。
ἀλλ’ ἐν τοῖς μικροῖς διὰ λεπτότητα καὶ σμικρότητα οὐ φαίνεται ὁμοίως, πλὴν ἐν τῇ καρδίᾳ.
しかし、小さな動物においては、薄さと小ささのために、心臓以外では同様には見えない。
Ἴδιον δ’ ἐστὶν ἐπὶ τῶν βοῶν·
牛に固有の現象がある。
ἔστι γάρ τι γένος βοῶν, ἀλλ’ οὐ πάντες, ὃ ἔχει ἐν τῇ καρδίᾳ ὀστοῦν.
というのも、すべてではないが、心臓の中に骨を持つ牛の類が存在するからである。
Ἔχει δὲ καὶ ἡ τῶν ἵππων καρδία ὀστοῦν.
また、馬の心臓も骨を有している。
Πλεύμονα δ’ οὐ πάντα, οἷον ἰχθὺς οὐκ ἔχει, οὐδ’ εἴ τι ἄλλο τῶν ζῴων ἔχει βράγχια.
しかし、すべてのものが肺を持つわけではない。
Καὶ ἧπαρ ἅπαντ’ ἔχει ὅσαπερ αἷμα.
例えば魚は持たないし、他の動物であっても鰓を持つものは持たない。
Σπλῆνα δὲ τὰ πλεῖστα ἔχει ὅσαπερ καὶ αἷμα.
そして、血液を有するものはすべて肝臓を有している。
Τὰ δὲ πολλὰ τῶν μὴ ζῳοτόκων ἀλλ’ ᾠοτόκων μικρὸν ἔχει τὸν σπλῆνα οὕτως ὥστε λανθάνειν ὀλίγου τὴν αἴσθησιν, ἔν τε τοῖς ὄρνισι τοῖς πλείστοις, οἷον ἐν περιστερᾷ καὶ ἰκτίνῳ καὶ ἱέρακι καὶ γλαυκί·
また、血液を有するものの大部分は脾臓を有している。
ὁ δ’ αἰγοκέφαλος ὅλως οὐκ ἔχει.
しかし、胎生ではなく卵生であるものの多くは、脾臓が小さいために、ほとんど感覚に気づかれないほどであり、大部分の鳥類、例えば鳩、トビ、鷹、梟においてそうである。
Καὶ ἐπὶ τῶν ᾠοτόκων τόκων δὲ καὶ τετραπόδων τὸν αὐτὸν τρόπον ἔχει· μικρὸν γὰρ πάμπαν ἔχουσι·
しかしコノハズクは全く脾臓を持たない。
καὶ ταῦτα, οἷον χελώνη, ἑμύς, φρύνη, σαῦρος, κροκόδειλος, βάτραχος.
また卵生の四肢獣においても同様の様子であり、すなわち彼らは脾臓をきわめて小さく有しており、例えば亀、ヌマガメ、ヒキガエル、蜥蜴、鰐、蛙などがそうである。
Χολὴν δὲ τῶν ζῴων τὰ μὲν ἔχει τὰ δ’ οὐκ ἔχει ἐπὶ τῷ ἥπατι.
胆嚢については、動物のなかで肝臓のところにそれを持つものと持たないものがある。
Τῶν μὲν ζῳοτόκων καὶ τετραπόδων ἔλαφος οὐκ ἔχει οὐδὲ πρόξ, ἔτι δὲ ἵππος, ὀρεύς, ὄνος, φώκη καὶ τῶν ὑῶν ἔνιοι.
胎生の四肢獣のうち、鹿はそれを持たないし、ノロジカも持たない。 さらに馬、騾馬、驢馬、海豹、および豚の一部も持たない。
Τῶν δ’ ἐλάφων αἱ Ἀχαΐναι καλούμεναι δοκοῦσιν ἔχειν ἐν τῇ κέρκῳ χολήν·
しかし、アカイナイと呼ばれる鹿の類は、尾に胆汁を持つと考えられている。
ἔστι δ’ ὃ λέγουσι τὸ μὲν χρῶμα ὅμοιον χολῇ, οὐ μέντοι ὅλον ὑγρὸν οὕτως, ἀλλ’ ὅμοιον τῷ τοῦ σπληνὸς τὰ ἐκτός.
彼らが言うところによれば、その色は胆汁に似ているが、そのように全体が液状なのではなく、脾臓の外側の部分に似ているという。
Σκώληκας μέντοι πάντες ἔχουσιν ἐν τῇ κεφαλῇ ζῶντας·
しかしながら、彼らはみな、頭の中に生きた虫を有している。
ἐγγίνονται δὲ ὑποκάτω τοῦ ὑπογλωττίου ἐν τῷ κοίλῳ καὶ περὶ τὸν σφόνδυλον, ᾗ ἡ κεφαλὴ προσπέφυκε, τὸ μέγεθος οὐκ ἐλάττους ὄντες τῶν μεγίστων εὐλῶν·
それらは舌下の凹みの中、および頭部が結合している脊椎の周りに生じ、その大きさは最大の蛆虫より小さくない。
ἐγγίνονται δ’ ἀθρόοι καὶ συνεχεῖς, τὸν ἀριθμὸν δ’ εἰσὶ μάλιστα περὶ εἴκοσι.
これらは一塊に集まり、連続して生じ、その数はほぼ二十ほどである。
Χολὴν μὲν οὖν οὐκ ἔχουσιν οἱ ἔλαφοι, ὥσπερ εἴρηται·
したがって、先に言われたように、鹿は胆嚢を持たない。
τὸ δ’ ἔντερον αὐτῶν ἐστὶ πικρὸν οὕτως ὥστε μηδὲ τοὺς κύνας ἐθέλειν ἐσθίειν, ἂν μὴ σφόδρα πίων ᾖ ὁ ἔλαφος.
しかし彼らの腸は非常に苦く、鹿が極めて肥満していない限り、犬さえもそれを食べようとしない。
Ἔχει δὲ καὶ ὁ ἐλέφας τὸ ἧπαρ ἄχολον μέν, τεμνομένου μέντοι περὶ τὸν τόπον οὗ τοῖς ἔχουσιν ἐπιφύεται ἡ χολή, ῥεῖ ὑγρότης χολώδης ἢ πλείων ἢ ἐλάττων.
象もまた、肝臓に胆嚢を持たないが、胆嚢を持つ動物において胆嚢が付着している場所の辺りを切開すると、胆汁質の液体が多少なりとも流出する。
Τῶν δὲ δεχομένων τὴν θάλατταν καὶ ἐχόντων πλεύμονα δελφὶς οὐκ ἔχει χολήν.
海の水を取り入れるもので肺を持つもののうち、イルカは胆嚢を持たない。
Οἱ δ’ ὄρνιθες καὶ οἱ ἰχθύες πάντες ἔχουσι, καὶ τὰ ᾠοτόκα καὶ τετράποδα, καὶ ὡς ἐπίπαν εἰπεῖν ἢ πλείω ἢ ἐλάττω·
鳥類と魚類はすべて、また卵生の四肢獣も、概して言えば多かれ少なかれこれを持っている。
ἀλλ’ οἱ μὲν πρὸς τῷ ἥπατι τῶν ἰχθύων, οἷον οἵ τε γαλεώδεις καὶ γλάνις καὶ ῥίνη καὶ λειόβατος καὶ νάρκη καὶ τῶν μακρῶν ἐγχέλυς καὶ βελόνη καὶ ζύγαινα.
しかし、ある種の魚では肝臓のところにあり、例えばサメ類、ナマズ、ガンギエイ、シビレエイ、そして長い魚のなかでは鰻、ダツ、シュモクザメなどである。
Ἔχει δὲ καὶ ὁ καλλιώνυμος ἐπὶ τῷ ἥπατι, ὅσπερ ἔχει μεγίστην τῶν ἰχθύων ὡς κατὰ μέγεθος.
またカリオニュモスも肝臓のところに持っており、この魚は体長に比して魚類のなかで最も大きな胆嚢を有している。
Οἱ δὲ πρὸς τοῖς ἐντέροις ἔχουσιν, ἀποτεταμένην ἀπὸ τοῦ ἥπατος πόροις ἐνίοις πάνυ λεπτοῖς.
他の魚は腸のところに持っており、そこではいくつかの極めて細い管によって肝臓から伸びている。
Ἡ μὲν οὖν ἀμία παρὰ τὸ ἔντερον παρατεταμένην ἰσομήκη ἔχει, πολλάκις δὲ καὶ ἐπαναδίπλωμα·
アミアは腸に沿って並置された、腸と同じ長さの胆嚢を持っており、しばしばそれが折り返されている。
οἱ δ’ ἄλλοι πρὸς τοῖς ἐντέροις, οἱ μὲν πορρώτερον οἱ δ’ ἐγγύτερον, οἷον βάτραχος, ἔλλοψ, συναγρίς, σμύραινα, ξιφίας.
他の魚は腸のところに、あるものは遠く、あるものは近く持っており、例えばアンコウ、エロプス、シナグリス、ウツボ、メカジキなどである。
Πολλάκις δὲ καὶ τὸ αὐτὸ γένος ἐπ’ ἀμφότερα φαίνεται ἔχον, οἷον γόγγροι οἱ μὲν πρὸς τῷ ἥπατι, οἱ δὲ κάτω ἀπηρτημένην.
しばしば同じ属のものでも両方の場所に持っているように見えることがあり、例えばアナゴでは、あるものは肝臓のところに、あるものは下方に懸垂して持っている。
Ὁμοίως δ’ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ὀρνίθων·
このことは鳥類においても同様である。
ἔνιοι γὰρ πρὸς τῇ κοιλίᾳ ἔχουσιν, οἱ δὲ πρὸς τοῖς ἐντέροις τὴν χολήν, οἷον περιστερά, κόραξ, ὄρτυξ, χελιδών, στρουθός.
というのも、あるものは胃のところに、あるものは腸のところに胆嚢を持っており、例えば鳩、烏、鶉、燕、雀などである。
Ἔνιοι δ’ ἅμα πρὸς τῷ ἥπατι ἔχουσι καὶ πρὸς τῇ κοιλίᾳ, οἷον αἰγοκέφαλος, οἱ δ’ ἅμα πρὸς τῷ ἥπατι καὶ τοῖς ἐντέροις, οἷον ἱέραξ καὶ ἰκτῖνος.
またあるものは肝臓のところと胃のところの両方に同時に持っており、例えばコノハズクなどであり、あるものは肝臓のところと腸のところの両方に同時に持っており、例えば鷹やトビなどである。

語釈・文法注

  1. §2.15τῷ τὰ μὲν ἔναιμα τὰ δ’ ἄναιμα εἶναι — 動名詞的に機能する与格冠詞 τῷ が率いる不定詞句。この与格は原因を表し、主節の動詞 διαφέρει(「異なる」)を修飾する。不定詞 εἶναι の主語として対格の τὰ μὲν ... τὰ δ’ ἄναιμα が置かれている。
  2. ¦p.50¦διὰ τὸ μὴ εἶναι γένος ἀλλ’ ἁπλοῦν τὸ εἶδος ἐπὶ τῶν καθ’ ἕκαστον — 前置詞 διά と、名詞化された不定詞句 τὸ εἶναι からなる原因の副詞句。主格の γένος と εἶδος は、不定詞 εἶναι の主語または述語補語である。
  3. ¦p.51¦ἔστι δ’ ὃ λέγουσι — 先行詞が省略された関係代名詞節(ἔστιν ὅ =「〜なものがある」)。ここでは、直前の文脈で言及されたアカイナイという鹿の尾にあるとされる物質を指し、「彼らがそのように言うところのものは……」という主語節を形成している。
  4. ¦p.51¦ὡς κατὰ μέγεθος — 比較の基準を制限する接続詞 ὡς の用法。「その(体の)大きさに比例して」「体長に照らし合わせれば」の意で、最上級の μεγίστην(「最も大きい」)を限定する。

この箇所を引用する

アリストテレス, 動物誌 §2.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。