§2.16Νεφροὺς δὲ καὶ κύστιν τὰ μὲν ζῳοτόκα τῶν τετραπόδων πάντ’ ἔχει·
一方、腎臓と膀胱は、四肢獣のうち胎生のものはすべて持っている。
ὅσα δὲ ᾠοτοκεῖ, τῶν μὲν ἄλλων οὐθὲν ἔχει, οἷον οὔτ’ ὄρνις οὔτ’ ἰχθύς, τῶν δὲ τετραπόδων μόνη χελώνη ἡ θαλαττία μέγεθος κατὰ λόγον τῶν ἄλλων μορίων.
しかし、卵生のものについては、他のもの(四肢獣以外のもの)は、例えば鳥も魚も、何も持たないが、四肢獣のうちでは、海亀だけが他の部分の大きさに比例した大きさで[これらを]持っている。
Ὁμοίους δ’ ἔχει τοὺς νεφροὺς ἡ θαλαττία χελώνη τοῖς βοείοις· ἔστι δ’ ὁ τοῦ βοὸς οἷον ἐκ πολλῶν μικρῶν εἷς συγκείμενος.
また、海亀の腎臓は牛の腎臓に似ており、牛の腎臓は、あたかも多くの小さな腎臓から一つのものが合成されているかのようである。
Ἔχει δὲ καὶ ὁ βόνασος τὰ ἐντὸς ἅπαντα ὅμοια βοΐ.
ボナソスもまた、内臓のすべてを牛と同様に持っている。