Humanitext Reader

亚里士多德 · 动物志 §2.15

有血动物的内部器官与胆囊位置比较

第 26 段,共 189 段 · 希腊语

内容简介

本章讨论了有血动物的内部器官,比较了食道、气管、肺、心脏、横隔膜、肝脏和脾脏的存在及排列,并详细描述了胆囊在各种动物中的存在与位置。

§2.15Τὰ δ’ ἐντὸς πῶς ἔχει, λεκτέον ἐν τοῖς ἐναίμοις ζῴοις πρῶτον· τούτῳ γὰρ διαφέρει τὰ μέγιστα γένη πρὸς τὰ λοιπὰ τῶν ἄλλων ζῴων, τῷ τὰ μὲν ἔναιμα τὰ δ’ ἄναιμα εἶναι.
关于内脏的状况,必须首先在有血动物中予以说明;因为最大的诸属与其余的其他动物的区别就在于此,即一类是有血的,另一类是无血的。
Ἔστι δὲ ταῦτα ἄνθρωπός τε καὶ τὰ ζῳοτόκα τῶν τετραπόδων, ἔτι δὲ καὶ τὰ ᾠοτόκα τῶν τετραπόδων καὶ ὄρνις καὶ ἰχθὺς καὶ κῆτος, καὶ εἴ τι ἄλλο ἀνώνυμόν ἐστι διὰ τὸ μὴ εἶναι γένος ἀλλ’ ἁπλοῦν τὸ εἶδος ἐπὶ τῶν καθ’ ἕκαστον, οἷον ὄφις καὶ κροκόδειλος.
这些是人以及四足动物中的胎生者,此外还有四足动物中的卵生者、鸟类、鱼类和鲸类,以及如果还有其他因没有属而仅在个体上具有单一物种而无名称者,例如蛇和鳄鱼。
Ὅσα μὲν οὖν ἐστὶ τετράποδα καὶ ζῳοτόκα, στόμαχον μὲν καὶ ἀρτηρίαν πάντ’ ἔχει, καὶ κείμενα τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τοῖς ἀνθρώποις· ὁμοίως δὲ καὶ ὅσα ᾠοτοκεῖ τῶν τετραπόδων, καὶ ἐν τοῖς ὄρνισιν· ἀλλὰ τοῖς εἴδεσι τῶν μορίων τούτων διαφέρουσιν.
因此,凡是四足且胎生的动物,都具有食道和气管,其位置与人类相同;同样地,四足动物中所有卵生的也是如此,在鸟类中也是如此;但它们在这些器官的形态上有所不同。
Ὅλως δὲ πάντα ὅσα τὸν ἀέρα δεχόμενα ἀναπνεῖ καὶ ἐκπνεῖ, πάντ’ ἔχει πνεύμονα καὶ ἀρτηρίαν καὶ στόμαχον, καὶ τὴν θέσιν τοῦ στομάχου καὶ τῆς ἀρτηρίας ὁμοίως, ἀλλ’ οὐχ ὅμοια, τὸν δὲ πλεύμονα οὔθ’ ὅμοιον οὔτε τῇ θέσει ὁμοίως ἔχοντα.
一般而言,所有吸入空气进行呼吸的动物,都具有肺、气管和食道,食道和气管的位置相似,但并不相同,从而肺既不相同,位置也不相似。
Ἔτι δὲ καρδίαν ἅπαντ’ ἔχει ὅσα αἷμα ἔχει, καὶ τὸ διάζωμα, ὃ καλοῦνται φρένες· ἀλλ’ ἐν τοῖς μικροῖς διὰ λεπτότητα καὶ σμικρότητα οὐ φαίνεται ὁμοίως, πλὴν ἐν τῇ καρδίᾳ.
此外,凡是具有血液的动物都具有心脏,以及被称为膈的横隔;但在体型微小的动物中,由于其薄和微小,除了在心脏中之外,在其他地方并不显而易见。
Ἴδιον δ’ ἐστὶν ἐπὶ τῶν βοῶν· ἔστι γάρ τι γένος βοῶν, ἀλλ’ οὐ πάντες, ὃ ἔχει ἐν τῇ καρδίᾳ ὀστοῦν.
在牛的情况中有一个特异之处;因为存在某种牛的属,其心脏中含有骨头。
Ἔχει δὲ καὶ ἡ τῶν ἵππων καρδία ὀστοῦν.
马的心脏也含有骨头。
Πλεύμονα δ’ οὐ πάντα, οἷον ἰχθὺς οὐκ ἔχει, οὐδ’ εἴ τι ἄλλο τῶν ζῴων ἔχει βράγχια.
但并非所有动物都具有肺,例如鱼类就没有,其他任何具有鳃的动物也没有。
Καὶ ἧπαρ ἅπαντ’ ἔχει ὅσαπερ αἷμα.
并且,凡是有血液的动物都具有肝脏。
Σπλῆνα δὲ τὰ πλεῖστα ἔχει ὅσαπερ καὶ αἷμα.
凡是有血液的动物,绝大多数也具有脾脏。
Τὰ δὲ πολλὰ τῶν μὴ ζῳοτόκων ἀλλ’ ᾠοτόκων μικρὸν ἔχει τὸν σπλῆνα οὕτως ὥστε λανθάνειν ὀλίγου τὴν αἴσθησιν, ἔν τε τοῖς ὄρνισι τοῖς πλείστοις, οἷον ἐν περιστερᾷ καὶ ἰκτίνῳ καὶ ἱέρακι καὶ γλαυκί· ὁ δ’ αἰγοκέφαλος ὅλως οὐκ ἔχει.
但大多数非胎生而是卵生的动物,其脾脏都极小,以至于几乎不被察觉,这在大多数鸟类中也是如此,例如鸽子、鸢、鹰和鸮;但角鸮则完全没有。
Καὶ ἐπὶ τῶν ᾠοτόκων τόκων δὲ καὶ τετραπόδων τὸν αὐτὸν τρόπον ἔχει· μικρὸν γὰρ πάμπαν ἔχουσι· καὶ ταῦτα, οἷον χελώνη, ἑμύς, φρύνη, σαῦρος, κροκόδειλος, βάτραχος.
而在卵生四足动物中也是同样的情况;因为它们的脾脏非常小,这些动物例如乌龟、泽龟、蟾蜍、蜥蜴、鳄鱼、青蛙。
Χολὴν δὲ τῶν ζῴων τὰ μὲν ἔχει τὰ δ’ οὐκ ἔχει ἐπὶ τῷ ἥπατι.
至于胆囊,在动物中,有些在肝脏处有胆囊,有些则没有。
Τῶν μὲν ζῳοτόκων καὶ τετραπόδων ἔλαφος οὐκ ἔχει οὐδὲ πρόξ, ἔτι δὲ ἵππος, ὀρεύς, ὄνος, φώκη καὶ τῶν ὑῶν ἔνιοι.
在胎生四足动物中,鹿没有胆囊,狍也没有,此外马、骡、驴、海豹以及部分猪也没有。
Τῶν δ’ ἐλάφων αἱ Ἀχαΐναι καλούμεναι δοκοῦσιν ἔχειν ἐν τῇ κέρκῳ χολήν· ἔστι δ’ ὃ λέγουσι τὸ μὲν χρῶμα ὅμοιον χολῇ, οὐ μέντοι ὅλον ὑγρὸν οὕτως, ἀλλ’ ὅμοιον τῷ τοῦ σπληνὸς τὰ ἐκτός.
在鹿中,被称为阿开尼的鹿似乎在尾部有胆汁;人们所说的这种东西在颜色上与胆汁相似,但并不是像胆汁那样完全呈液态,而是类似于脾脏的外侧部分。
Σκώληκας μέντοι πάντες ἔχουσιν ἐν τῇ κεφαλῇ ζῶντας· ἐγγίνονται δὲ ὑποκάτω τοῦ ὑπογλωττίου ἐν τῷ κοίλῳ καὶ περὶ τὸν σφόνδυλον, ᾗ ἡ κεφαλὴ προσπέφυκε, τὸ μέγεθος οὐκ ἐλάττους ὄντες τῶν μεγίστων εὐλῶν· ἐγγίνονται δ’ ἀθρόοι καὶ συνεχεῖς, τὸν ἀριθμὸν δ’ εἰσὶ μάλιστα περὶ εἴκοσι.
然而,所有的鹿在头部都有活着的虫子;它们产生于会厌下方的空腔内,以及头部附着的脊椎周围,其大小不小于最大的蛆虫;它们成群结队、连续不断地产生,数量最多大约有二十个。
Χολὴν μὲν οὖν οὐκ ἔχουσιν οἱ ἔλαφοι, ὥσπερ εἴρηται· τὸ δ’ ἔντερον αὐτῶν ἐστὶ πικρὸν οὕτως ὥστε μηδὲ τοὺς κύνας ἐθέλειν ἐσθίειν, ἂν μὴ σφόδρα πίων ᾖ ὁ ἔλαφος.
因此,如前所述,鹿没有胆囊;但它们的肠子非常苦,以至于除非鹿极其肥胖,否则连狗都不愿意吃。
Ἔχει δὲ καὶ ὁ ἐλέφας τὸ ἧπαρ ἄχολον μέν, τεμνομένου μέντοι περὶ τὸν τόπον οὗ τοῖς ἔχουσιν ἐπιφύεται ἡ χολή, ῥεῖ ὑγρότης χολώδης ἢ πλείων ἢ ἐλάττων.
大象的肝脏也没有胆囊,但当切开那些有胆囊动物的胆囊附着处时,会流出胆汁状的液体,或多或少。
Τῶν δὲ δεχομένων τὴν θάλατταν καὶ ἐχόντων πλεύμονα δελφὶς οὐκ ἔχει χολήν.
在吸入海水且具有肺的动物中,海豚没有胆囊。
Οἱ δ’ ὄρνιθες καὶ οἱ ἰχθύες πάντες ἔχουσι, καὶ τὰ ᾠοτόκα καὶ τετράποδα, καὶ ὡς ἐπίπαν εἰπεῖν ἢ πλείω ἢ ἐλάττω·
但鸟类和鱼类全部都有,卵生四足动物也是如此,总的来说,或多或少都有。
ἀλλ’ οἱ μὲν πρὸς τῷ ἥπατι τῶν ἰχθύων, οἷον οἵ τε γαλεώδεις καὶ γλάνις καὶ ῥίνη καὶ λειόβατος καὶ νάρκη καὶ τῶν μακρῶν ἐγχέλυς καὶ βελόνη καὶ ζύγαινα.
但有些鱼类的胆囊位于肝脏处,例如鲨鱼类、鲶鱼、琵琶鱼、鳐鱼、电鳐,以及长形鱼类中的鳗鲡、针鱼和双髻鲨。
Ἔχει δὲ καὶ ὁ καλλιώνυμος ἐπὶ τῷ ἥπατι, ὅσπερ ἔχει μεγίστην τῶν ἰχθύων ὡς κατὰ μέγεθος.
卡利翁鱼也在肝脏处有胆囊,其胆囊相对于其体型而言在鱼类中是最大的。
Οἱ δὲ πρὸς τοῖς ἐντέροις ἔχουσιν, ἀποτεταμένην ἀπὸ τοῦ ἥπατος πόροις ἐνίοις πάνυ λεπτοῖς.
其他鱼类的胆囊则位于肠处,通过一些极细的通道从肝脏延伸出来。
Ἡ μὲν οὖν ἀμία παρὰ τὸ ἔντερον παρατεταμένην ἰσομήκη ἔχει, πολλάκις δὲ καὶ ἐπαναδίπλωμα· οἱ δ’ ἄλλοι πρὸς τοῖς ἐντέροις, οἱ μὲν πορρώτερον οἱ δ’ ἐγγύτερον, οἷον βάτραχος, ἔλλοψ, συναγρίς, σμύραινα, ξιφίας.
阿米鱼的胆囊沿着肠子延伸且与之等长,而且常常会折叠;其他鱼类则在肠处,有的较远,有的较近,例如鮟鱇、埃洛普斯鱼、西纳格里斯鱼、海鳝、剑鱼。
Πολλάκις δὲ καὶ τὸ αὐτὸ γένος ἐπ’ ἀμφότερα φαίνεται ἔχον, οἷον γόγγροι οἱ μὲν πρὸς τῷ ἥπατι, οἱ δὲ κάτω ἀπηρτημένην.
而且常常即使是同一种属,也会在这两个地方都显现出来,例如康吉鳗,有的在肝脏处,有的则悬挂在下方。
Ὁμοίως δ’ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ὀρνίθων· ἔνιοι γὰρ πρὸς τῇ κοιλίᾳ ἔχουσιν, οἱ δὲ πρὸς τοῖς ἐντέροις τὴν χολήν, οἷον περιστερά, κόραξ, ὄρτυξ, χελιδών, στρουθός.
在鸟类中也是类似的情况;因为有些在胃处有胆囊,有些则在肠处,例如鸽子、鸦、鹌鹑、燕子、麻雀。
Ἔνιοι δ’ ἅμα πρὸς τῷ ἥπατι ἔχουσι καὶ πρὸς τῇ κοιλίᾳ, οἷον αἰγοκέφαλος, οἱ δ’ ἅμα πρὸς τῷ ἥπατι καὶ τοῖς ἐντέροις, οἷον ἱέραξ καὶ ἰκτῖνος.
有些则同时在肝脏处和胃处有胆囊,例如角鸮;有些则同时在肝脏处和肠处有胆囊,例如鹰和鸢。

词汇与语法注释

  1. §2.15τῷ τὰ μὲν ἔναιμα τὰ δ’ ἄναιμα εἶναι — 由带与格冠词 τῷ 引导的名词化不定式短语。此与格表示原因,修饰主句动词 διαφέρει(“区别”)。对格的 τὰ μὲν ... τὰ δ’ ἄναιμα 作为不定式 εἶναι 的主语。
  2. ¦p.50¦διὰ τὸ μὴ εἶναι γένος ἀλλ’ ἁπλοῦν τὸ εἶδος ἐπὶ τῶν καθ’ ἕκαστον — 由介词 διά 和名词化不定式短语 τὸ εἶναι 构成的表示原因的副词短语。主格的 γένος 和 εἶδος 作为不定式 εἶναι 的主语或谓语补足语。
  3. ¦p.51¦ἔστι δ’ ὃ λέγουσι — 先行词被省略的关系代词从句(ἔστιν ὅ = “有……的东西”)。此处特指前文提到的阿开尼鹿尾部所含的物质,构成一个主语从句,意思是“而他们所说的那种东西……”。
  4. ¦p.51¦ὡς κατὰ μέγεθος — 连词 ὡς 的用法,用于限制或修饰比较的标准。意思是“与其(身体)大小相称地”或“相对于其体型而言”,限定了最高级 μεγίστην(“最大的”)。

引用这一段

亚里士多德, 动物志 §2.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:2.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。