§10.3#1Περὶ μὲν οὖν τὸ στόμα τῶν ὑστερῶν ἐκ τούτων ἡ σκέψις ἐστίν, εἰ ἔχει ὡς δεῖ ἢ μή.
それゆえ、子宮の口については、これらによって、それがしかるべき状態にあるか否かの考察がなされる。
Περὶ αὐτὴν δὲ τὴν ὑστέραν δεῖ συμβαίνειν τοιαῦτα μετὰ τὴν κάθαρσιν, πρῶτον μὲν ἐν τοῖς ὕπνοις ὡς συγγινομένην τῷ ἀνδρὶ καὶ προϊεμένην, ὡς ἂν εἰ παρεπλησίαζε, ῥᾳδίως·
しかし子宮自体については、浄化の後に次のようなことが起こらねばならない。 第一に、睡眠中に、あたかも男性と交わり排出しているかのように、まるで実際に交わったかのように容易に夢精が起こること。
ἂν τοῦτο φαίνηται πλεονάκις πάσχουσα, ἄμεινον.
もし彼女がこれをより頻繁に経験しているように見えるなら、より良い。
Καὶ ἀνισταμένην ὁτὲ μὲν δεῖσθαι θεραπείας οἵας ὅταν πλησιάσῃ ἀνδρί, ὁτὲ δὲ ξηρασίας·
そして起き上がるときに、ある時には男性と交わったときのような配慮を必要とし、ある時には乾燥を必要とすること。
τὴν δὲ ξηρότητα ταύτην μὴ συνεχῆ, ἀλλ’ ὕστερον μετὰ τὴν ἔγερσιν ἐξυγραίνεσθαι ὁτὲ μὲν θᾶττον ὁτὲ δ’ ὀψιαίτερον καὶ ὅσον εἰς ἥμισυ τῆς ἡμέρας βραχείας προελθούσης.
しかし、この乾燥は継続的なものではなく、起き上がった後に、ある時はより早く、ある時はより遅く、また短い一日の半分ほどが過ぎるまで、湿ってくること。
Ἡ δ’ ὑγρότης ἔστω τοιαύτη οἵα ὅταν πλησιάσῃ τῷ ἀνδρί.
そして湿り気は、男性と交わるときのようなものであるように。
Πάντα γὰρ ταῦτα σημαίνει δεκτικὴν τὴν ὑστέραν εἶναι τοῦ διδομένου, καὶ προσσπαστικὰς τὰς κοτυληδόνας, καὶ καθεκτικὰς ὧν λαμβάνουσι, καὶ ἀκούσας ἀφιείσας.
なぜなら、これらすべては、子宮が与えられたものを受け入れやすく、子宮の吸口が吸引力に富み、受け取ったものを保持する力があり、また意に反して放出することがないことを示しているからである。
Ἔτι φύσας ἐγγίγνεσθαι ἄνευ πάθους, ὥσπερ ἡ κοιλία, καὶ ἀφιέναι, καὶ μεγάλας γινομένας καὶ ἐλάττους αὐτῶν, ἄνευ νόσου·
さらに、胃と同じように、病的な状態なしにガスが生じ、またそれを放出すること、そして病気なしに子宮が大きくなったり小さくなったりすること。
καὶ γὰρ ταῦτ’ ἀποδηλοῖ αὐτάς, ὅτι οὐδὲν στερεώτεραι τοῦ δέοντός εἰσιν, οὔτε κωφαὶ οὔτε φύσει οὔτε νόσῳ, ἀλλὰ δύνανται, ὡς ἂν δέξωνται, αὐξανομένῳ παρέχειν χώραν.
なぜなら、これらのことも、子宮が必要以上に硬くはなく、生まれつきにせよ病気によるものにせよ感覚がないわけでもなく、受け入れたものが大きくなるにつれて、それに場所を提供できることを明確に示しているからである。
Ἔχουσι δὲ καὶ διάτασιν.
それらは拡張性をも持っている。
Ὅταν δὲ τοῦτο μὴ γίγνηται, ἢ πυκνότεραί εἰσιν ἢ ἀναισθητότεραι ἢ φύσει ἢ νόσῳ.
しかし、これが起こらないときには、生まれつきにせよ病気によるものにせよ、子宮はより緻密であるか、あるいはより無感覚である。
Διὸ καὶ οὐ δύνανται τρέφειν, ἀλλὰ καὶ διαφθείρουσι τὰ ἔμβρυα, ἐὰν μὲν σφόδρα τοιαῦται ὦσιν, ἔτι μικρὰ ὄντα, ἐὰν δ’ ἧττον, μείζω·
それゆえ、胚を育てることもできず、胚を台無しにしてしまう。 もしその状態が著しいなら胚がまだ小さいうちに、それほどでなければより大きくなってから。
ἐὰν δὲ πάνυ ἠρέμα, φαυλότερα ἐκτρέφουσι τὰ ἔκγονα καὶ οἷον ἐν ἀγγείῳ φαύλῳ τραφέντα.
しかし、ごくわずかであるなら、劣った子供を育てることになり、まるで粗悪な容器の中で育てられたかのようになる。
Ἔτι δὲ θιγγανομένης τὰ ἐπὶ δεξιὰ καὶ τὰ ἐπ’ ἀριστερὰ ὁμαλὰ αὐτῆς εἶναι, καὶ τἆλλα τούτοις ὁμοίως.
さらに、触れたときに、子宮の右側と左側が平らであり、その他の部分もこれらと同様であること。
Καὶ ἐν τῇ πρὸς τὸν ἄνδρα συνουσίᾳ μεταξὺ ὑγραίνεσθαι, μὴ πολλάκις δὲ μηδὲ σφόδρα.
また、男性との交わりの最中に湿ってくること、ただし頻繁すぎず、また過度でないこと。
Ἔστι δὲ τοῦτο τὸ πάθος οἷον ἵδρωμα τοῦ τόπου, ὥσπερ καὶ τῷ στόματι σιάλου πολλαχοῦ μὲν καὶ πρὸς τὴν φορὰν τῶν σιτίων, καὶ ὅταν λαλῶμεν καὶ ἐργαζώμεθα αὐτοὶ πλέον·
この現象は、その場所の汗のようなものであり、それはちょうど、多くの場面で、また食物を運ぶ際や、私たちが話したり自分自身でより多く働いたりするときに、口に唾液が生じるようなものである。
καὶ τοῖς ὄμμασι δακρύομεν πρὸς τὰ λαμπρότερα ὁρῶντες, καὶ ὑπὸ ψύχους καὶ θερμότητος ἰσχυροτέρας, ἧς κρατεῖ τὰ μόρια ταῦτα, ὅταν τύχῃ ὑγροτέρως ἔχοντα.
また、私たちは、より明るいものを見るときや、寒さや、より強い暑さによって目に涙を流す。 これらの器官は、たまたまより湿った状態にあるときに、その暑さに支配されるのである。
Οὕτω καὶ αἱ ὑστέραι ὑγραίνονται ἐργαζόμεναι, ὅταν τύχωσιν ὑγροτέρας διαθέσεως.
このように、子宮も、活動するときに、たまたまより湿った体質にあるなら、湿ってくるのである。
Πάσχουσι δὲ τοῦτο τὸ πάθος καὶ αἱ μάλιστα καλῶς πεφυκυῖαι.
そして、この現象は、極めて良好な身体的性質を持った女性たちも経験する。
Διὸ θεραπείας ἀεὶ δέονται αἱ γυναῖκες ἢ πλείονος ἢ ἐλάττονος, ὥσπερ καὶ τὸ στόμα πτύσεως.
それゆえ、女性たちは、口が唾を吐くことを必要とするのと同様に、常に多少なりの配慮を必要とするのである。
Ἀλλ’ ἐνίαις τοσαύτη ὑγρασία γίνεται, ὥστε μὴ δύνασθαι καθαρὸν τὸ τοῦ ἀνδρὸς ἀνασπάσαι διὰ τὴν σύμμιξιν τῆς
しかし、ある女性たちには非常に多くの湿気が生じるため、混和によって、男性の精液を純粋な状態で吸い上げることができない。 それとの混和のために...