§10.3#1Περὶ μὲν οὖν τὸ στόμα τῶν ὑστερῶν ἐκ τούτων ἡ σκέψις ἐστίν, εἰ ἔχει ὡς δεῖ ἢ μή.
因此,关于子宫口,正是通过这些来考察其是否处于应有的状态。
Περὶ αὐτὴν δὲ τὴν ὑστέραν δεῖ συμβαίνειν τοιαῦτα μετὰ τὴν κάθαρσιν, πρῶτον μὲν ἐν τοῖς ὕπνοις ὡς συγγινομένην τῷ ἀνδρὶ καὶ προϊεμένην, ὡς ἂν εἰ παρεπλησίαζε, ῥᾳδίως· ἂν τοῦτο φαίνηται πλεονάκις πάσχουσα, ἄμεινον.
而关于子宫本身,在净化之后,应当发生以下情况:首先,在睡眠中,仿佛与男子交合并排出分泌物一样,如同男子接近时那般容易;如果她显得较频繁地经历这种情况,则更好。
Καὶ ἀνισταμένην ὁτὲ μὲν δεῖσθαι θεραπείας οἵας ὅταν πλησιάσῃ ἀνδρί, ὁτὲ δὲ ξηρασίας· τὴν δὲ ξηρότητα ταύτην μὴ συνεχῆ, ἀλλ’ ὕστερον μετὰ τὴν ἔγερσιν ἐξυγραίνεσθαι ὁτὲ μὲν θᾶττον ὁτὲ δ’ ὀψιαίτερον καὶ ὅσον εἰς ἥμισυ τῆς ἡμέρας βραχείας προελθούσης.
并且在起床时,有时需要像与男子交合时那样的护理,有时则需要干燥;但这种干燥并非持续不断,而是在醒来之后,有时较快、有时较慢地变得湿润,甚至持续到短暂一天的半天过去之后。
Ἡ δ’ ὑγρότης ἔστω τοιαύτη οἵα ὅταν πλησιάσῃ τῷ ἀνδρί.
而湿润程度应当如同与男子交合时那般。
Πάντα γὰρ ταῦτα σημαίνει δεκτικὴν τὴν ὑστέραν εἶναι τοῦ διδομένου, καὶ προσσπαστικὰς τὰς κοτυληδόνας, καὶ καθεκτικὰς ὧν λαμβάνουσι, καὶ ἀκούσας ἀφιείσας.
因为所有这些都表明子宫易于接受所给予之物,且子宫吸口具有吸引力,并能保留所接收之物,而不会违背意愿地将其排出。
Ἔτι φύσας ἐγγίγνεσθαι ἄνευ πάθους, ὥσπερ ἡ κοιλία, καὶ ἀφιέναι, καὶ μεγάλας γινομένας καὶ ἐλάττους αὐτῶν, ἄνευ νόσου· καὶ γὰρ ταῦτ’ ἀποδηλοῖ αὐτάς, ὅτι οὐδὲν στερεώτεραι τοῦ δέοντός εἰσιν, οὔτε κωφαὶ οὔτε φύσει οὔτε νόσῳ, ἀλλὰ δύνανται, ὡς ἂν δέξωνται, αὐξανομένῳ παρέχειν χώραν.
此外,如同腹部一样,在没有病痛的情况下产生气体并将其排出,且子宫在没有疾病的情况下变大或变小;因为这也清楚地表明它们绝不比需要时更坚硬,无论因天生还是疾病都不麻木,而是能够在接受之后,为生长的胚胎提供空间。
Ἔχουσι δὲ καὶ διάτασιν.
它们也具有扩张性。
Ὅταν δὲ τοῦτο μὴ γίγνηται, ἢ πυκνότεραί εἰσιν ἢ ἀναισθητότεραι ἢ φύσει ἢ νόσῳ.
但当这种情况没有发生时,无论由于天生还是疾病,它们要么过于致密,要么过于无感觉。
Διὸ καὶ οὐ δύνανται τρέφειν, ἀλλὰ καὶ διαφθείρουσι τὰ ἔμβρυα, ἐὰν μὲν σφόδρα τοιαῦται ὦσιν, ἔτι μικρὰ ὄντα, ἐὰν δ’ ἧττον, μείζω· ἐὰν δὲ πάνυ ἠρέμα, φαυλότερα ἐκτρέφουσι τὰ ἔκγονα καὶ οἷον ἐν ἀγγείῳ φαύλῳ τραφέντα.
因此,它们无法进行滋养,甚至会破坏胚胎:如果这种情况极度严重,在胚胎还小时就会被破坏;如果是轻微一些,则在较大时;如果是极其轻微,它们则会抚育出较差的后代,仿佛是在粗劣的容器中滋养大的一样。
Ἔτι δὲ θιγγανομένης τὰ ἐπὶ δεξιὰ καὶ τὰ ἐπ’ ἀριστερὰ ὁμαλὰ αὐτῆς εἶναι, καὶ τἆλλα τούτοις ὁμοίως.
此外,在触碰时,其右侧和左侧应当是均匀的,其他部分也与此相似。
Καὶ ἐν τῇ πρὸς τὸν ἄνδρα συνουσίᾳ μεταξὺ ὑγραίνεσθαι, μὴ πολλάκις δὲ μηδὲ σφόδρα.
而且在与男子交合的过程中,要变得湿润,但不能过于频繁,也不能过度。
Ἔστι δὲ τοῦτο τὸ πάθος οἷον ἵδρωμα τοῦ τόπου, ὥσπερ καὶ τῷ στόματι σιάλου πολλαχοῦ μὲν καὶ πρὸς τὴν φορὰν τῶν σιτίων, καὶ ὅταν λαλῶμεν καὶ ἐργαζώμεθα αὐτοὶ πλέον· καὶ τοῖς ὄμμασι δακρύομεν πρὸς τὰ λαμπρότερα ὁρῶντες, καὶ ὑπὸ ψύχους καὶ θερμότητος ἰσχυροτέρας, ἧς κρατεῖ τὰ μόρια ταῦτα, ὅταν τύχῃ ὑγροτέρως ἔχοντα.
这种状况就像是该部位的出汗,正如在许多情况下,在食物运送、以及我们说话和自己工作更多时,口中会产生唾液一样;又如当我们看着较亮的东西时,或者在寒冷和较强烈的炎热下,我们的眼睛会流泪,当这些部位碰巧处于较湿润的状态时,便会被这炎热所支配。
Οὕτω καὶ αἱ ὑστέραι ὑγραίνονται ἐργαζόμεναι, ὅταν τύχωσιν ὑγροτέρας διαθέσεως.
同样,子宫在工作时,如果碰巧处于较湿润的体质,也会变得湿润。
Πάσχουσι δὲ τοῦτο τὸ πάθος καὶ αἱ μάλιστα καλῶς πεφυκυῖαι.
即使是天生体质最好的女性,也会经历这种状况。
Διὸ θεραπείας ἀεὶ δέονται αἱ γυναῖκες ἢ πλείονος ἢ ἐλάττονος, ὥσπερ καὶ τὸ στόμα πτύσεως.
因此,女性总是需要或多或少的护理,正如口需要吐唾沫一样。
Ἀλλ’ ἐνίαις τοσαύτη ὑγρασία γίνεται, ὥστε μὴ δύνασθαι καθαρὸν τὸ τοῦ ἀνδρὸς ἀνασπάσαι διὰ τὴν σύμμιξιν τῆς
但是,在某些女性身上会产生如此多的湿气,以至于由于与……的混合,而无法吸入纯净的男子精液。