§1.7Μέγιστα μὲν οὖν ἐστὶ τάδε τῶν μερῶν εἰς ἃ διαιρεῖται τὸ σῶμα τὸ σύνολον, κεφαλή, αὐχήν, θώραξ, βραχίονες δύο, σκέλη δύο, τὸ ἀπ’ αὐχένος μέχρι αἰδοίων κύτος, ὃ καλεῖται θώραξ.
したがって、体全体が分割される部分のうち、最も大きなものは以下の通りである。 頭、首、胸、二本の腕、二本の脚、そして首から陰部までの胴体であり、これは胸と呼ばれる。
Κεφαλῆς μὲν οὖν μέρη τὸ μὲν τριχωτὸν κρανίον καλεῖται.
さて、頭の部分のうち、毛のある部分は頭蓋と呼ばれる。
Τούτου δὲ μέρη τὸ μὲν πρόσθιον βρέγμα, ὑστερογενές (τελευταῖον γὰρ τῶν ἐν τῷ σώματι πήγνυται ὀστῶν), τὸ δ’ ὀπίσθιον ἰνίον, μέσον δ’ ἰνίου καὶ βρέγματος κορυφή.
この部分のうち、前方は頂骨(ブレグマ)であり、これは後から形成されるものである(というのも、体内の骨の中で最後に固まるからである)。 後方は後頭部であり、後頭部と頂骨の中間が頭頂である。
Ὑπὸ μὲν οὖν τὸ βρέγμα ὁ ἐγκέφαλός ἐστιν, τὸ δ’ ἰνίον κενόν.
したがって、頂骨の下には脳があり、後頭部の下は空洞である。
Ἔστι δὲ τὸ κρανίον ἅπαν ἀραιὸν ὀστοῦν, στρογγύλον, ἀσάρκῳ δέρματι περιεχόμενον.
頭蓋はすべて薄くて粗い骨であり、丸く、肉のない皮膚に包まれている。
Ἔχει δὲ ῥαφὰς τῶν μὲν γυναικῶν μίαν κύκλῳ, τῶν δ’ ἀνδρῶν τρεῖς εἰς ἓν συναπτούσας ὡς ἐπὶ τὸ πολύ·
それは縫合線を持っており、女性の場合は円状に一条、男性の場合は一般に三条が一箇所で合流している。
ἤδη δ’ ὠμμένη ἐστὶ κεφαλὴ ἀνδρὸς οὐδεμίαν ἔχουσα ῥαφήν.
しかし、縫合線を一本も持たない男性の頭も、すでに観察されたことがある。
Τοῦ δὲ κρανίου κορυφὴ καλεῖται τὸ μέσον λίσσωμα τῶν τριχῶν.
頭蓋の頭頂と呼ばれるのは、毛髪の真ん中のつむじである。
Τοῦτο δ’ ἐνίοις διπλοῦν ἐστίν·
これは人によっては二重である。
γίνονται γάρ τινες δικόρυφοι, οὐ τῷ ὀστῷ ἀλλὰ τῇ τῶν τριχῶν λισσώσει.
というのも、骨によってではなく、毛髪のつむじによって、二重つむじを持つ者がいるからである。
§1.8Τὸ δ’ ὑπὸ τὸ κρανίον ὀνομάζεται πρόσωπον ἐπὶ μόνου τῶν ἄλλων ζῴων ἀνθρώπου·
頭蓋の下の部分は、他の動物のうち、人間においてのみ顔と名付けられる。
ἰχθύος γὰρ καὶ βοὸς οὐ λέγεται πρόσωπον.
魚や牛については顔とは言われないからである。
Προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων μέτωπον.
顔のうち、頂骨の下で、両目の間にある部分が額である。
Τοῦτο δὲ οἷς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρόν, εὐκίνητοι· καὶ οἷς μὲν πλατύ, ἐκστατικοί, οἷς δὲ περιφερές, θυμικοί.
これが大きい人は動作が鈍く、小さい人は敏捷であり、平らな人は上の空であり、丸みがある人は気性が激しい。
§1.9Ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς·
額の下には、一対の眉がある。
ὧν αἱ μὲν εὐθεῖαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν καμπυλότητ’ ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους μωκοῦ καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου.
それらのうち、まっすぐなものは温和な気質の徴候であり、鼻に向かって湾曲しているものは気難しい気質の徴候、こめかみに向かって湾曲しているものは嘲笑的で皮肉な気質の徴候、下に引き下がっているものは嫉妬深さの徴候である。
Ὑφ’ αἷς ὀφθαλμοί.
眉の下には目がある。
Οὗτοι κατὰ φύσιν δύο.
これらは本性上、二つある。
Τούτων μέρη ἑκατέρου βλέφαρον τὸ ἄνω καὶ κάτω.
これら両方の部分として、上と下のまぶたがある。
Τούτου τρίχες αἱ ἔσχαται βλεφαρίδες.
まぶたの端の毛がまつ毛である。
Τὸ δ’ ἐντὸς τοῦ ὀφθαλμοῦ, τὸ μὲν ὑγρόν, ᾧ βλέπει, κόρη, τὸ δὲ περὶ τοῦτο μέλαν, τὸ δ’ ἐκτὸς τούτου λευκόν.
目の内部のうち、見るための液体の部分は瞳であり、その周りの部分は黒目の部分であり、その外側は白目の部分である。
Κοινὸν δὲ τῆς βλεφαρίδος μέρος τῆς ἄνω καὶ κάτω κανθοὶ δύο, ὁ μὲν πρὸς τῇ ῥινί, ὁ δὲ πρὸς τοῖς κροτάφοις·
上下のまぶたに共通する部分は二つの目尻であり、一つは鼻の側にあり、もう一つはこめかみの側にある。
οἳ ἂν μὲν ὦσι μακροί, κακοηθείας σημεῖον, ἐὰν δ’ οἷον οἱ κτένες κρεῶδες ἔχωσι τὸ πρὸς τῷ μυκτῆρι, πονηρίας.
これらが長い場合は悪意の徴候であり、もし鼻腔に近い側が、二枚貝(クテネス)のように肉厚であれば、邪悪さの徴候である。
Τὰ μὲν οὖν ἄλλα γένη πάντα τῶν ζῴων πλὴν τῶν ὀστρακοδέρμων καὶ εἴ τι ἄλλο ἀτελές, ἔχει ὀφθαλμούς·
さて、殻皮類および他に何らかの不完全なものがあればそれらを除いて、他のすべての動物の属は目を持っている。
τὰ δὲ ζῳοτόκα πάντα πλὴν ἀσπάλακος.
また、胎生動物はモグラを除いてすべて目を持っている。
Τοῦτον δὲ τρόπον μέν τιν’ ἔχειν ἂν θείη τις, ὅλως δ’ οὐκ ἔχειν.
しかし、モグラについては、ある意味では持っていると想定することもできるが、全体としては持ていないのである。
Ὅλως μὲν γὰρ οὔθ’ ὁρᾷ οὔτ’ ἔχει εἰς τὸ φανερὸν δήλους ὀφθαλμούς·
というのも、全体としては見ることもできず、表面に明らかな目を持っているわけでもないからである。
ἀφαιρεθέντος δὲ τοῦ δέρματος ἔχει τήν τε χώραν τῶν ὀμμάτων καὶ τῶν ὀφθαλμῶν τὰ μέλανα κατὰ τὸν τόπον καὶ τὴν χώραν τὴν φύσει τοῖς ὀφθαλμοῖς ὑπάρχουσαν ἐν τῷ ἐκτός, ὡς ἐν τῇ γενέσει πηρουμένων καὶ ἐπιφυομένου τοῦ δέρματος.
しかし、皮膚を取り除くと、目の位置、およびその場所に応じた黒目の部分、そして本性上、外側において目に備わっている位置が存在している。 これは、発生の過程において目が損なわれ、皮膚がその上に生い茂ったかのようである。
§1.10Ὀφθαλμοῦ δὲ τὸ μὲν λευκὸν ὅμοιον ὡς ἐπὶ τὸ πολὺ πᾶσιν, τὸ δὲ καλούμενον μέλαν διαφέρει·
目のうち、白目の部分は一般にすべての人において同様であるが、いわゆる黒目の部分は異なっている。
τοῖς μὲν γάρ ἐστι μέλαν, τοῖς δὲ σφόδρα γλαυκόν, τοῖς δὲ χαροπόν, ἐνίοις δὲ αἰγωπόν, ὃ ἤθους βελτίστου σημεῖον καὶ πρὸς ὀξύτητα ὄψεως κράτιστον.
というのも、ある人々においては黒く、ある人々においては非常に青く、ある人々においては琥珀色であり、ある人々においては山羊の目のようである。 これは極めて優れた気質の徴候であり、視力の鋭さにとっても最上のものである。
Μόνον δ’ ἢ μάλιστα τῶν ζῴων ἄνθρωπος πολύχρους τὰ ὄμματά ἐστιν·
動物のうちで人間だけが、あるいは最も、目が多彩な色をしている。
τῶν δ’ ἄλλων ἓν εἶδος·
他の動物の目の色は単一の種類である。
ἵπποι δὲ γίνονται γλαυκοὶ ἔνιοι.
ただし、馬には青い目を持つものが一部いる。
Τῶν δ’ ὀφθαλμῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί, οἱ δὲ μέσοι·
また、目のうち、あるものは大きく、あるものは小さく、あるものは中間である。
οἱ μέσοι βέλτιστοι.
中間のものが最上である。
Καὶ ἢ ἐκτὸς σφόδρα ἢ ἐντὸς ἢ μέσως·
そして、非常に外側にあるか、内側にあるか、あるいは中程度である。
τούτων οἱ ἐντὸς μάλιστα ὀξυωπέστατοι ἐπὶ παντὸς ζῴου, τὸ δὲ μέσον ἤθους βελτίστου σημεῖον.
これらのうち、内側にあるものが、すべての動物において最も視力が鋭く、中間のものは極めて優れた気質の徴候である。
Καὶ ἢ σκαρδαμυκτικοὶ ἢ ἀτενεῖς ἢ μέσοι·
また、しばしば瞬きをするか、じっと見つめるか、あるいは中間である。
βελτίστου δὲ ἤθους οἱ μέσοι, ἐκείνων δ’ ὁ μὲν ἀναιδὴς ὁ δ’ ἀβέβαιος.
中間のものが極めて優れた気質の徴候であり、前二者のうち一方は恥知らずであり、他方は不安定である。