Humanitext Reader

亚里士多德 · 动物志 §1.7-1.10

人类头部面部与眼睛的结构及特征

第 8 段,共 189 段 · 希腊语

内容简介

本文详细描述了人类头部、面部及眼睛的各部分构造,并讨论了眼睛的各种特征(颜色、大小、深浅、眨眼习惯等)与人性格特征之间的关系。

§1.7Μέγιστα μὲν οὖν ἐστὶ τάδε τῶν μερῶν εἰς ἃ διαιρεῖται τὸ σῶμα τὸ σύνολον, κεφαλή, αὐχήν, θώραξ, βραχίονες δύο, σκέλη δύο, τὸ ἀπ’ αὐχένος μέχρι αἰδοίων κύτος, ὃ καλεῖται θώραξ.
因此,整个身体所分成的最大部分如下:头、颈、胸、两臂、两腿,以及从颈部到阴部的躯干,这被称为胸。
Κεφαλῆς μὲν οὖν μέρη τὸ μὲν τριχωτὸν κρανίον καλεῖται.
因此,在头的部分中,长有毛发的部分被称为颅骨。
Τούτου δὲ μέρη τὸ μὲν πρόσθιον βρέγμα, ὑστερογενές (τελευταῖον γὰρ τῶν ἐν τῷ σώματι πήγνυται ὀστῶν), τὸ δ’ ὀπίσθιον ἰνίον, μέσον δ’ ἰνίου καὶ βρέγματος κορυφή.
而这之中的前部是前囱(顶骨),它是后生出来的(因为它是身体中最后硬化的骨头),后部是后头骨,而在后头骨与前囱之间则是颅顶。
Ὑπὸ μὲν οὖν τὸ βρέγμα ὁ ἐγκέφαλός ἐστιν, τὸ δ’ ἰνίον κενόν.
因此,在前囱之下是脑,而后头骨下则是空腔。
Ἔστι δὲ τὸ κρανίον ἅπαν ἀραιὸν ὀστοῦν, στρογγύλον, ἀσάρκῳ δέρματι περιεχόμενον.
颅骨全都是稀疏的骨骼,呈圆形,被没有肉的皮肤包围着。
Ἔχει δὲ ῥαφὰς τῶν μὲν γυναικῶν μίαν κύκλῳ, τῶν δ’ ἀνδρῶν τρεῖς εἰς ἓν συναπτούσας ὡς ἐπὶ τὸ πολύ· ἤδη δ’ ὠμμένη ἐστὶ κεφαλὴ ἀνδρὸς οὐδεμίαν ἔχουσα ῥαφήν.
它具有缝合线,女性通常有一条环状线,而男性通常有三条汇合在一起;然而,也曾见过完全没有缝合线的男性的头。
Τοῦ δὲ κρανίου κορυφὴ καλεῖται τὸ μέσον λίσσωμα τῶν τριχῶν.
而颅骨中被称为“颅顶”的,是头发中间的毛漩。
Τοῦτο δ’ ἐνίοις διπλοῦν ἐστίν· γίνονται γάρ τινες δικόρυφοι, οὐ τῷ ὀστῷ ἀλλὰ τῇ τῶν τριχῶν λισσώσει.
有些人的这个部位是双重的;因为有些人是双顶的,这并非由于骨骼,而是由于头发的毛漩。
§1.8Τὸ δ’ ὑπὸ τὸ κρανίον ὀνομάζεται πρόσωπον ἐπὶ μόνου τῶν ἄλλων ζῴων ἀνθρώπου· ἰχθύος γὰρ καὶ βοὸς οὐ λέγεται πρόσωπον.
颅骨之下的部分,在所有动物中唯独在人身上被称为脸;因为对于鱼和牛,我们不说脸。
Προσώπου δὲ τὸ μὲν ὑπὸ τὸ βρέγμα μεταξὺ τῶν ὀμμάτων μέτωπον.
而在脸部,前囱之下、两眼之间的部分是额头。
Τοῦτο δὲ οἷς μὲν μέγα, βραδύτεροι, οἷς δὲ μικρόν, εὐκίνητοι· καὶ οἷς μὲν πλατύ, ἐκστατικοί, οἷς δὲ περιφερές, θυμικοί.
这个部位大的人较为迟缓,小的人则动作敏捷;额头扁平的人易于狂喜失常,而额头圆的人则脾气暴躁。
§1.9Ὑπὸ δὲ τῷ μετώπῳ ὀφρύες διφυεῖς· ὧν αἱ μὲν εὐθεῖαι μαλακοῦ ἤθους σημεῖον, αἱ δὲ πρὸς τὴν ῥῖνα τὴν καμπυλότητ’ ἔχουσαι στρυφνοῦ, αἱ δὲ πρὸς τοὺς κροτάφους μωκοῦ καὶ εἴρωνος, αἱ δὲ κατεσπασμέναι φθόνου.
在额头之下是成对的眉毛;其中,平直的眉毛是温和性格的象征,向鼻子方向弯曲的是乖戾性格的象征,向太阳穴方向弯曲的是嘲弄和反讽性格的象征,而下垂的则是嫉妒的象征。
Ὑφ’ αἷς ὀφθαλμοί.
在它们之下是眼睛。
Οὗτοι κατὰ φύσιν δύο.
这些在天性上是两个。
Τούτων μέρη ἑκατέρου βλέφαρον τὸ ἄνω καὶ κάτω.
在每一只眼睛中,其部分有上眼睑和下眼睑。
Τούτου τρίχες αἱ ἔσχαται βλεφαρίδες.
在眼睑边缘的毛发是睫毛。
Τὸ δ’ ἐντὸς τοῦ ὀφθαλμοῦ, τὸ μὲν ὑγρόν, ᾧ βλέπει, κόρη, τὸ δὲ περὶ τοῦτο μέλαν, τὸ δ’ ἐκτὸς τούτου λευκόν.
眼睛的内部中,用以观看的水分是瞳孔,而其周围的部分是黑眼珠,其外侧的部分则是白眼珠。
Κοινὸν δὲ τῆς βλεφαρίδος μέρος τῆς ἄνω καὶ κάτω κανθοὶ δύο, ὁ μὲν πρὸς τῇ ῥινί, ὁ δὲ πρὸς τοῖς κροτάφοις· οἳ ἂν μὲν ὦσι μακροί, κακοηθείας σημεῖον, ἐὰν δ’ οἷον οἱ κτένες κρεῶδες ἔχωσι τὸ πρὸς τῷ μυκτῆρι, πονηρίας.
上下眼睑的共同衔接部分是两个眼角,一个在鼻侧,另一个在太阳穴侧;如果它们很长,则是心术不正的征兆;如果靠近鼻腔的部分像双壳贝一样肉质丰满,则是邪恶的征兆。
Τὰ μὲν οὖν ἄλλα γένη πάντα τῶν ζῴων πλὴν τῶν ὀστρακοδέρμων καὶ εἴ τι ἄλλο ἀτελές, ἔχει ὀφθαλμούς· τὰ δὲ ζῳοτόκα πάντα πλὴν ἀσπάλακος.
因此,除了壳皮类以及其他任何不完全的动物之外,其他所有动物属都拥有眼睛;而胎生动物除鼹鼠外也全都有眼。
Τοῦτον δὲ τρόπον μέν τιν’ ἔχειν ἂν θείη τις, ὅλως δ’ οὐκ ἔχειν.
对于这种动物,人们可以在某种意义上设想它有眼睛,但总体上并没有。
Ὅλως μὲν γὰρ οὔθ’ ὁρᾷ οὔτ’ ἔχει εἰς τὸ φανερὸν δήλους ὀφθαλμούς· ἀφαιρεθέντος δὲ τοῦ δέρματος ἔχει τήν τε χώραν τῶν ὀμμάτων καὶ τῶν ὀφθαλμῶν τὰ μέλανα κατὰ τὸν τόπον καὶ τὴν χώραν τὴν φύσει τοῖς ὀφθαλμοῖς ὑπάρχουσαν ἐν τῷ ἐκτός, ὡς ἐν τῇ γενέσει πηρουμένων καὶ ἐπιφυομένου τοῦ δέρματος.
因为总体上它既看不见,在外表上也没有明显的眼睛;但当剥开皮肤时,它在位置上有眼睛的空间,也有眼睛的黑眼珠部分,并且具有天性上属于外侧眼睛的部位,这仿佛是在发育过程中受阻,而皮肤在其上生长覆盖了一样。
§1.10Ὀφθαλμοῦ δὲ τὸ μὲν λευκὸν ὅμοιον ὡς ἐπὶ τὸ πολὺ πᾶσιν, τὸ δὲ καλούμενον μέλαν διαφέρει· τοῖς μὲν γάρ ἐστι μέλαν, τοῖς δὲ σφόδρα γλαυκόν, τοῖς δὲ χαροπόν, ἐνίοις δὲ αἰγωπόν, ὃ ἤθους βελτίστου σημεῖον καὶ πρὸς ὀξύτητα ὄψεως κράτιστον.
在眼睛中,白眼珠部分在大多数人中基本相似,但所谓的黑眼珠部分却有所不同;因为有些人的黑眼珠是黑色的,有些人的则是极浅的蓝灰色,有些人的则是琥珀色,而有些人的则是山羊眼一样的黄色,这是极佳性格的标志,并且对于视觉的敏锐度而言是最好的。
Μόνον δ’ ἢ μάλιστα τῶν ζῴων ἄνθρωπος πολύχρους τὰ ὄμματά ἐστιν· τῶν δ’ ἄλλων ἓν εἶδος· ἵπποι δὲ γίνονται γλαυκοὶ ἔνιοι.
在动物中,唯独人类(或者最主要是人类)的眼睛呈多种颜色;而其他动物只有一种颜色;不过有些马会呈蓝灰色眼睛。
Τῶν δ’ ὀφθαλμῶν οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί, οἱ δὲ μέσοι· οἱ μέσοι βέλτιστοι.
在眼睛中,有些大,有些小,有些适中;适中的最好。
Καὶ ἢ ἐκτὸς σφόδρα ἢ ἐντὸς ἢ μέσως· τούτων οἱ ἐντὸς μάλιστα ὀξυωπέστατοι ἐπὶ παντὸς ζῴου, τὸ δὲ μέσον ἤθους βελτίστου σημεῖον.
而且它们要么非常突出,要么深陷,要么处于中间状态;在这之中,深陷的眼睛在所有动物中都是视力最敏锐的,而中间状态则是极佳性格的标志。
Καὶ ἢ σκαρδαμυκτικοὶ ἢ ἀτενεῖς ἢ μέσοι· βελτίστου δὲ ἤθους οἱ μέσοι, ἐκείνων δ’ ὁ μὲν ἀναιδὴς ὁ δ’ ἀβέβαιος.
它们也要么是爱眨眼的,要么是凝视不瞬的,要么是适中的;适中的是极佳性格的标志,而前两者中,一者是无耻的,另一者是动摇不定的。

词汇与语法注释

  1. 1.7ὑστερογενές — 形容词 `ὑστερογενές`(后生的)为单数中性主格,修饰前文的中性名词 `βρέγμα`(前囱/顶骨),起表语性修饰或同格语的作用。
  2. 1.7τῶν μὲν γυναικῶν μίαν — 在 `ἔχει` 的宾语 `ῥαφάς`(阴性复数宾格)出现后,部分属格 `τῶν μὲν γυναικῶν` 与单数阴性宾格 `μίαν` 搭配,此处省略了单数名词 `ῥαφήν`;同样地,后面的 `τρεῖς` 之后省略了 `ῥαφάς`。
  3. 1.9ὡς ἐν τῇ γενέσει πηρουμένων καὶ ἐπιφυομένου τοῦ δέρματος — 连词 `ὡς` 引导了两个属格绝对结构(`πηρουμένων [汇接眼/ὀφθαλμῶν]` 与 `ἐπιφυομένου τοῦ δέρματος`),用以表示主观的或表现上的原因或状态(“仿佛是在出生/发育中受阻且皮肤在其上生长一样”)。
  4. 1.10ἐκείνων δ’ ὁ μὲν ἀναιδὴς ὁ δ’ ἀβέβαιος — 属格 `ἐκείνων` 指代前文提到的两种类型:`σκαρδαμυκτικοί`(爱眨眼的)与 `ἀτενεῖς`(凝视不瞬的)。通过关联词 `ὁ μὲν... ὁ δέ`,前者(`ἀτενής`,凝视者)对应 `ἀναιδής`(无耻的),后者(`σκαρδαμυκτικός`,眨眼者)对应 `ἀβέβαιος`(动摇不定的)。

引用这一段

亚里士多德, 动物志 §1.7-1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg014.humanitext-grc1:1.7-1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。