§1.5#1Καὶ τὰ μὲν ζῳοτόκα τὰ δὲ ᾠοτόκα τὰ δὲ σκωληκοτόκα, ζῳοτόκα μὲν οἷον ἄνθρωπος καὶ ἵππος καὶ φώκη καὶ τὰ ἄλλα ὅσα ἔχει τρίχας, καὶ τῶν ἐνύδρων τὰ κητώδη, οἷον δελφίς, καὶ τὰ καλούμενα σελάχη.
また、あるものは胎生であり、あるものは卵生であり、あるものは蠕虫(幼虫)生である。 胎生なのは、例えば人間やウマ、アザラシ、およびその他に毛を持つすべての動物、また水生動物のうちクジラ類、例えばイルカや、いわゆる軟骨魚類(セラケ)である。
Τούτων δὲ τὰ μὲν αὐλὸν ἔχει, βράγχια δ’ οὐκ ἔχει, οἷον δελφὶς καὶ φάλαινα (ἔχει δ’ ὁ μὲν δελφὶς τὸν αὐλὸν διὰ τοῦ νώτου, ἡ δὲ φάλαινα ἐν τῷ μετώπῳ), τὰ δὲ ἀκάλυπτα βράγχια, οἷον τὰ σελάχη, γαλεοί τε καὶ βάτοι.
これらのうち、あるものは噴気孔を持つが鰓を持たず、例えばイルカやクジラがそうである(イルカは背を通る噴気孔を持ち、クジラは額にそれを持つ)。 他方、あるものは露出した鰓を持ち、例えば軟骨魚類、すなわちサメやエイの類がそうである。
Καλεῖται δ’ ᾠὸν μὲν τῶν κυημάτων τῶν τελείων, ἐξ οὗ γίγνεται τὸ γινόμενον ζῷον, ἐκ μορίου τὴν ἀρχήν, τὸ δ’ ἄλλο τροφὴ τῷ γινομένῳ ἐστίν·
さて、「卵」と呼ばれるのは、完全な胚(生殖物質)のうち、そこから生じる動物がその一部から始まり形成され、残りの部分がその生じるものの栄養となるものである。
σκώληξ δ’ ἐστὶν ἐξ οὗ ὅλου ὅλον γίνεται τὸ ζῷον, διαρθρουμένου καὶ αὐξανομένου τοῦ κυήματος.
他方、「蠕虫」とは、胚が分節化し成長するにつれて、その全体から全体としての動物が生じるものである。
Τὰ μὲν οὖν ἐν αὑτοῖς ᾠοτοκεῖ τῶν ζῳοτόκων, οἷον τὰ σελάχη, τὰ δὲ ζῳοτοκεῖ ἐν αὑτοῖς, οἷον ἄνθρωπος καὶ ἵππος·
したがって、胎生動物のうち、あるものは体内で卵を生み、例えば軟骨魚類がそうである。 またあるものは体内で直接子どもを生み、例えば人間やウマがそうである。
εἰς δὲ τὸ φανερὸν τῶν μὲν τελεωθέντος τοῦ κυήματος ζῷον ἐξέρχεται, τῶν δ’ ᾠόν, τῶν δὲ σκώληξ.
そして体外(の目に見えるところ)へは、あるものからは胚が完成した後に生きた動物が出てきて、あるものからは卵が、あるものからは蠕虫が出てくる。
Τῶν δ’ ᾠῶν τὰ μὲν ὀστρακόδερμά ἐστι καὶ δίχροα, οἷον τὰ τῶν ὀρνίθων, τὰ δὲ μαλακόδερμα καὶ μονόχροα, οἷον τὰ τῶν σελαχῶν.
卵のうち、あるものは殻(硬皮)を持ち二色であり、例えば鳥の卵がそうである。 他方は軟らかい皮を持ち一色であり、例えば軟骨魚類の卵がそうである。
Καὶ τῶν σκωλήκων οἱ μὲν εὐθὺς κινητικοὶ οἱ δ’ ἀκίνητοι.
また、蠕虫のうち、あるものはすぐに動くことができ、あるものは動けない。
Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς περὶ γενέσεως δι’ ἀκριβείας ὕστερον ἐροῦμεν.
しかし、これらについては、後に『生成について』において詳しく語ることにしよう。
Ἔτι δὲ τῶν ζῴων τὰ μὲν ἔχει πόδας τὰ δ’ ἄποδα, καὶ τῶν ἐχόντων τὰ μὲν δύο πόδας ἔχει, οἷον ἄνθρωπος καὶ ὄρνις μόνα, τὰ δὲ τέτταρας, οἷον σαύρα καὶ κύων, τὰ δὲ πλείους, οἷον σκολόπενδρα καὶ μέλιττα·
さらに、動物のうち、あるものは足を持ち、あるものは無足である。 足を持つもののうち、あるものは二本の足を持ち、これは人間と鳥だけがそうである。 またあるものは四本の足を持ち、例えばトカゲや犬がそうである。 またあるものはそれ以上の足を持ち、例えばムカデやミツバチがそうである。
πάντα δ’ ἀρτίους ἔχει πόδας.
そしてすべての動物は偶数の足を持っている。
Τῶν δὲ νευστικῶν ὅσα ἄποδα, τὰ μὲν πτερύγια ἔχει, ὥσπερ ἰχθύς, καὶ τούτων οἱ μὲν τέτταρα πτερύγια, δύο μὲν ἄνω ἐν τοῖς πρανέσι, δύο δὲ κάτω ἐν τοῖς ὑπτίοις, οἷον χρύσοφρυς καὶ λάβραξ, τὰ δὲ δύο μόνον, ὅσα προμήκη καὶ λεῖα, οἷον ἔγχελυς καὶ γόγγρος·
水泳をする動物のうち無足のものは、魚のように鰭を持っている。 これらのうち、あるものは四つの鰭を持ち、二つは背面(伏臥部)の上方に、二つは腹面(仰臥部)の下方にあり、例えばヘダイやスズキがそうである。 またあるものは二つだけ鰭を持ち、それは体が細長く滑らかなもので、例えばウナギやアナゴがそうである。
τὰ δ’ ὅλως οὐκ ἔχει, οἷον σμύραινα καὶ ὅσα ἄλλα χρῆται τῇ θαλάττῃ ὥσπερ οἱ ὄφεις τῇ γῇ, καὶ ἐν τῷ ὑγρῷ ὁμοίως νέουσιν.
またあるものは全く鰭を持たず、例えばウツボや、蛇が陸地を用いるように海を用い、水中で同様に泳ぐ他のすべてのものがそうである。
Τῶν δὲ σελαχῶν ἔνια μὲν οὐκ ἔχει πτερύγια, οἷον τὰ πλατέα καὶ κερκοφόρα, ὥσπερ βάτος καὶ τρυγών, ἀλλ’ αὐτοῖς νεῖ τοῖς πλάτεσιν·
軟骨魚類のうち、あるものは鰭を持たず、例えば体が平たく尾のあるもの、すなわちエイやアカエイの類がそうであるが、これらはその平たい体自体で泳ぐ。
βάτραχος δ’ ἔχει, καὶ ὅσα τὸ πλάτος μὴ ἔχει ἀπολελεπτυσμένον.
しかし、アンコウは鰭を持っており、また体の平たい部分が薄くなっていないすべてのものも同様である。
Ὅσα δὲ δοκεῖ πόδας ἔχειν, καθάπερ καὶ τὰ μαλάκια, τούτοις νεῖ καὶ τοῖς πτερυγίοις, καὶ θᾶττον ἐπὶ κύτος, οἷον σηπία καὶ τευθὶς καὶ πολύπους·
また、頭足類のように足を持つように見えるものは、これらの足と鰭を用いて泳ぎ、胴体の側(後方)へより速く泳ぐ。 例えばコウイカやヤリイカ、タコがそうである。
βαδίζει δὲ τούτων οὐδέτερον, ὥσπερ πολύπους.
しかし、これら(コウイカとヤリイカ)のどちらも、タコのように歩くことはない。