§1.5#1Καὶ τὰ μὲν ζῳοτόκα τὰ δὲ ᾠοτόκα τὰ δὲ σκωληκοτόκα, ζῳοτόκα μὲν οἷον ἄνθρωπος καὶ ἵππος καὶ φώκη καὶ τὰ ἄλλα ὅσα ἔχει τρίχας, καὶ τῶν ἐνύδρων τὰ κητώδη, οἷον δελφίς, καὶ τὰ καλούμενα σελάχη.
此外,有些动物是胎生的,有些是卵生的,而有些是产蠕虫(幼虫)的。 胎生的动物例如人类、马、海豹以及其他所有长毛的动物,还有水生动物中的鲸类(如海豚)和所谓的软骨鱼类(塞拉刻)。
Τούτων δὲ τὰ μὲν αὐλὸν ἔχει, βράγχια δ’ οὐκ ἔχει, οἷον δελφὶς καὶ φάλαινα (ἔχει δ’ ὁ μὲν δελφὶς τὸν αὐλὸν διὰ τοῦ νώτου, ἡ δὲ φάλαινα ἐν τῷ μετώπῳ), τὰ δὲ ἀκάλυπτα βράγχια, οἷον τὰ σελάχη, γαλεοί τε καὶ βάτοι.
在这些动物中,有些有喷气孔而没有鳃,例如海豚和鲸(海豚的喷气孔在背部,而鲸的在额头),有些则有裸露的鳃,例如软骨鱼类中的鲨鱼和鳐鱼。
Καλεῖται δ’ ᾠὸν μὲν τῶν κυημάτων τῶν τελείων, ἐξ οὗ γίγνεται τὸ γινόμενον ζῷον, ἐκ μορίου τὴν ἀρχήν, τὸ δ’ ἄλλο τροφὴ τῷ γινομένῳ ἐστίν· σκώληξ δ’ ἐστὶν ἐξ οὗ ὅλου ὅλον γίνεται τὸ ζῷον, διαρθρουμένου καὶ αὐξανομένου τοῦ κυήματος.
所谓“卵”,是指在发育完全的胚(生殖物质)中,由此产生的动物仅从其一部分开始形成,而其余部分则是该产生动物的营养;而“蠕虫”则是指随着胚的分节和生长,动物的整个身体是由其整体形成的。
Τὰ μὲν οὖν ἐν αὑτοῖς ᾠοτοκεῖ τῶν ζῳοτόκων, οἷον τὰ σελάχη, τὰ δὲ ζῳοτοκεῖ ἐν αὑτοῖς, οἷον ἄνθρωπος καὶ ἵππος· εἰς δὲ τὸ φανερὸν τῶν μὲν τελεωθέντος τοῦ κυήματος ζῷον ἐξέρχεται, τῶν δ’ ᾠόν, τῶν δὲ σκώληξ.
因此,在胎生动物中,有些在体内产卵,例如软骨鱼类;有些则在体内直接产下幼仔,例如人类和马;而在体外,有些在胚发育完全后产出活的动物,有些产出卵,有些则产出蠕虫。
Τῶν δ’ ᾠῶν τὰ μὲν ὀστρακόδερμά ἐστι καὶ δίχροα, οἷον τὰ τῶν ὀρνίθων, τὰ δὲ μαλακόδερμα καὶ μονόχροα, οἷον τὰ τῶν σελαχῶν.
在卵中,有些是硬壳且双色的,例如鸟类的卵;有些则是软皮且单色的,例如软骨鱼类的卵。
Καὶ τῶν σκωλήκων οἱ μὲν εὐθὺς κινητικοὶ οἱ δ’ ἀκίνητοι.
在蠕虫中,有些能立即活动,有些则不能活动。
Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς περὶ γενέσεως δι’ ἀκριβείας ὕστερον ἐροῦμεν.
关于这些问题,我们稍后将在《论生成》中进行更精确的论述。
Ἔτι δὲ τῶν ζῴων τὰ μὲν ἔχει πόδας τὰ δ’ ἄποδα, καὶ τῶν ἐχόντων τὰ μὲν δύο πόδας ἔχει, οἷον ἄνθρωπος καὶ ὄρνις μόνα, τὰ δὲ τέτταρας, οἷον σαύρα καὶ κύων, τὰ δὲ πλείους, οἷον σκολόπενδρα καὶ μέλιττα·
此外,在动物中,有些有足,有些无足;在有足的动物中,有些有两只足,仅有人类和鸟类如此;有些有四只足,例如蜥蜴和狗;有些有更多的足,例如蜈蚣和蜜蜂。
πάντα δ’ ἀρτίους ἔχει πόδας.
所有这些动物都拥有偶数只足。
Τῶν δὲ νευστικῶν ὅσα ἄποδα, τὰ μὲν πτερύγια ἔχει, ὥσπερ ἰχθύς, καὶ τούτων οἱ μὲν τέτταρα πτερύγια, δύο μὲν ἄνω ἐν τοῖς πρανέσι, δύο δὲ κάτω ἐν τοῖς ὑπτίοις, οἷον χρύσοφρυς καὶ λάβραξ, τὰ δὲ δύο μόνον, ὅσα προμήκη καὶ λεῖα, οἷον ἔγχελυς καὶ γόγγρος· τὰ δ’ ὅλως οὐκ ἔχει, οἷον σμύραινα καὶ ὅσα ἄλλα χρῆται τῇ θαλάττῃ ὥσπερ οἱ ὄφεις τῇ γῇ, καὶ ἐν τῷ ὑγρῷ ὁμοίως νέουσιν.
在无足的游泳动物中,有些像鱼一样有鳍;在这些动物中,有些有四只鳍,两只在背部(伏卧部)上方,两只在腹部(仰卧部)下方,例如金头鲷和鲈鱼;有些只有两只鳍,即那些身体细长且光滑的动物,例如鳗鲡和康吉鳗;有些则完全没有鳍,例如鯙鱼以及其他所有像蛇利用陆地那样利用海洋、在水中以同样方式游泳的动物。
Τῶν δὲ σελαχῶν ἔνια μὲν οὐκ ἔχει πτερύγια, οἷον τὰ πλατέα καὶ κερκοφόρα, ὥσπερ βάτος καὶ τρυγών, ἀλλ’ αὐτοῖς νεῖ τοῖς πλάτεσιν· βάτραχος δ’ ἔχει, καὶ ὅσα τὸ πλάτος μὴ ἔχει ἀπολελεπτυσμένον.
在软骨鱼类中,有些没有鳍,例如身体扁平且有尾巴的动物,如鳐鱼和魟鱼,它们是用其扁平的身体本身来游泳的;但𩽾𩾌鱼有鳍,所有扁平部分未变薄的动物也是如此。
Ὅσα δὲ δοκεῖ πόδας ἔχειν, καθάπερ καὶ τὰ μαλάκια, τούτοις νεῖ καὶ τοῖς πτερυγίοις, καὶ θᾶττον ἐπὶ κύτος, οἷον σηπία καὶ τευθὶς καὶ πολύπους· βαδίζει δὲ τούτων οὐδέτερον, ὥσπερ πολύπους.
而那些看似有足的动物,例如头足类(软体动物),它们既用这些足也用鳍游泳,并且向着体腔(后方)方向游得更快,例如乌贼、鱿鱼和章鱼;但前两者中没有一个能像章鱼那样行走。