§1.17#1Ἡ δὲ καρδία ἔχει μὲν τρεῖς κοιλίας, κεῖται δ’ ἀνωτέρω τοῦ πλεύμονος κατὰ τὴν σχίσιν τῆς ἀρτηρίας, ἔχει δ’ ὑμένα πιμελώδη καὶ παχύν, ᾗ προσπέφυκε τῇ φλεβὶ τῇ μεγάλῃ καὶ τῇ ἀορτῇ.
心臓は三つの空洞を持っており、気管の分岐点のあたりで肺よりも高い位置に置かれている。 また、心臓が大血管および大動脈に付着している箇所には、脂肪質で厚い膜がある。
Κεῖται δὲ ἐπὶ τῇ ἀορτῇ κατὰ τὰ ὀξέα.
そして心臓は、その尖った部分において大動脈の上に位置している。
Κεῖται δὲ τὰ ὀξέα κατὰ τὸ στῆθος ὁμοίως ἁπάντων τῶν ζῴων, ὅσα ἔχει στῆθος.
そして、胸を持つすべての動物において同様に、その尖った部分は胸のあたりに位置している。
Πᾶσι δ’ ὁμοίως καὶ τοῖς ἔχουσι καὶ τοῖς μὴ ἔχουσι τοῦτο τὸ μόριον εἰς τὸ πρόσθεν ἔχει ἡ καρδία τὸ ὀξύ·
胸というこの部分を持つものにも持たないものにも同様に、心臓はその尖った端を前方に向けている。
λάθοι δ’ ἂν πολλάκις διὰ τὸ μεταπίπτειν διαιρουμένων.
しかし、解剖される際に内臓の位置がずれるために、しばしば見落とされることがある。
Τὸ δὲ κυρτὸν αὐτῆς ἐστὶν ἄνω.
心臓の丸みのある部分は上部にある。
Ἔχει δὲ τὸ ὀξὺ σαρκῶδες ἐπὶ πολὺ καὶ πυκνόν, καὶ ἐν τοῖς κοίλοις αὐτῆς νεῦρα ἔνεστιν.
そして、その尖った端は大部分が肉質で密に詰まっており、その空洞の中には繊維が存在する。
Κεῖται δὲ τὴν θέσιν ἐν μὲν τοῖς ἄλλοις κατὰ μέσον τὸ στῆθος, ὅσα ἔχει στῆθος, τοῖς δ’ ἀνθρώποις ἐν τοῖς ἀριστεροῖς μᾶλλον, μικρὸν τῆς διαιρέσεως τῶν μαστῶν ἐγκλίνουσα εἰς τὸν ἀριστερὸν μαστὸν ἐν τῷ ἄνω μέρει τοῦ στήθους.
その位置は、胸を持つ他の動物においては胸の中央にあるが、人間においてはむしろ左側にあり、乳房の分かれ目から少し左の乳房の方へ、胸の上部において傾いている。
Καὶ οὔτε μεγάλη, τό τε ὅλον αὐτῆς εἶδος οὐ πρόμηκές ἐστιν ἀλλὰ στρογγυλώτερον·
そして心臓は大きくはなく、その全体の形状は細長くなくて、むしろ丸みを帯びている。
πλὴν τὸ ἄκρον εἰς ὀξὺ συνῆκται.
ただし、その先端は尖って窄まっている。
Ἔχει δὲ κοιλίας τρεῖς, ὥσπερ εἴρηται, μεγίστην μὲν τὴν ἐν τοῖς δεξιοῖς, ἐλαχίστην δὲ τὴν ἐν τοῖς ἀριστεροῖς, μέσην δὲ μεγέθει τὴν ἀνὰ μέσον·
そして先に述べたように、心臓は三つの空洞を持っており、右側にあるものが最も大きく、左側にあるものが最も小さく、中間にあるものはその中間大である。
καὶ εἰσὶν εἰς τὸν πνεύμονα τετρημέναι πᾶσαι.
そしてこれらはすべて、肺へと通じている。
Ἀμφοτέρας δὲ ἔχει τὰς δύο μικράς, καὶ εἰς τὸν πλεύμονα τετρημένας ἁπάσας.
また、心臓はこれら二つの小さい空洞の両方を持っており、これらすべてが肺へと通じている。
Κατάδηλον δὲ κατὰ μίαν τῶν κοιλιῶν κάτωθεν ἐκ τῆς προσφύσεως.
そして、それらの存在は付着部から下の方にある空洞の一つにおいて明らかである。
Κατὰ μὲν τὴν μεγίστην κοιλίαν ἐξήρτηται τῇ μεγίστῃ φλεβί, πρὸς ἣν καὶ τὸ μεσεντέριόν ἐστι, κατὰ δὲ τὴν μέσην τῇ ἀορτῇ.
すなわち、最も大きな空洞のところでは大血管に繋がっており(この血管には腸間膜も至っている)、中間の空洞のところでは大動脈に繋がっている。
Φέρουσι δὲ καὶ εἰς τὸν πλεύμονα πόροι ἀπὸ τῆς καρδίας, καὶ σχίζονται τὸν αὐτὸν τρόπον ὅνπερ ἡ ἀρτηρία, κατὰ πάντα τὸν πλεύμονα παρακολουθοῦντες τοῖς ἀπὸ τῆς ἀρτηρίας.
また、心臓から肺へと導管が通じており、それらは気管と同じように分岐し、肺の全体にわたって気管からの導管に並走している。
Ἐπάνω δ’ εἰσὶν οἱ ἀπὸ τῆς καρδίας πόροι·
そして、心臓からの導管は上方にある。
οὐδεὶς δ’ ἐστὶ κοινὸς πόρος, ἀλλὰ διὰ τὴν σύναψιν δέχονται τὸ πνεῦμα καὶ τῇ καρδίᾳ διαπέμπουσιν·
共通の導管は一つもないが、接触を通じて息を受け取り、それを心臓へと送り届ける。
φέρει γὰρ ὁ μὲν εἰς τὸ δεξιὸν κοῖλον τῶν πόρων, ὁ δ’ εἰς τὸ ἀριστερόν.
というのも、それらの導管のうち一方は右側の空洞へと通じ、他方は左側の空洞へと通じているからである。
Περὶ δὲ τῆς φλεβὸς τῆς μεγάλης καὶ τῆς ἀορτῆς κατ’ αὐτὰς κοινῇ περὶ ἀμφοτέρων ἐροῦμεν ὕστερον.
大血管と大動脈自体については、後に両方を合わせて共同で述べることにする。
Αἷμα δὲ πλεῖστον μὲν ὁ πλεύμων ἔχει τῶν ἐν τοῖς ζῴοις μορίων τοῖς ἔχουσί τε πνεύμονα καὶ ζῳοτοκοῦσιν ἐν αὑτοῖς τε καὶ ἐκτός·
また、肺を持つ動物であり、かつ体内および体外で胎生である動物の部位のうち、肺が最も多くの血液を含んでいる。
ἅπας μὲν γάρ ἐστι σομφός, παρ’ ἑκάστην δὲ τὴν σύριγγα πόροι φέρουσι τῆς μεγάλης φλεβός.
なぜなら、肺は全体が多孔質であり、それぞれの管に沿って大血管からの導管が通っているからである。
Ἀλλ’ οἱ νομίζοντες εἶναι κενὸν διηπάτηνται, θεωροῦντες τοὺς ἐξῃρημένους ἐκ τῶν διαιρουμένων τῶν ζῴων, ὧν εὐθέως ἐξελήλυθε τὸ αἷμα ἀθρόον.
しかし、肺が空であると考えている人々は誤っている。 彼らは解剖された動物から取り出された肺を観察しているのだが、それらの動物からは、すぐに血液が一度に流れ出てしまっているのである。
Τῶν δ’ ἄλλων σπλάγχνων ἡ καρδία μόνον ἔχει αἷμα.
他方、他の内臓のうちでは、心臓だけが血液を含んでいる。
Καὶ ὁ μὲν πλεύμων οὐκ ἐν αὑτῷ ἀλλ’ ἐν ταῖς φλεψίν, ἡ δὲ καρδία ἐν αὑτῇ·
そして、肺はそれ自体の中にではなく血管の中に血液を含んでいるが、心臓はそれ自体の中に含んでいる。
ἐν ἑκάστῃ γὰρ ἔχει αἷμα τῶν κοιλιῶν, λεπτότατον δ’ ἐστὶ τὸ ἐν τῇ μέσῃ.
というのも、心臓はその空洞のそれぞれに血液を含んでおり、中間の空洞にあるものが最も薄いからである。
Ὑπὸ δὲ τὸν πνεύμονά ἐστι τὸ διάζωμα τὸ τοῦ θώρακος, αἱ καλούμεναι φρένες, πρὸς μὲν τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημέναι, ἐν μέσῳ δ’ ἔχει τὰ λεπτὰ καὶ ὑμενώδη.
また、肺の下には胸郭の隔壁があり、これはいわゆる横隔膜であって、肋骨、季肋部、および脊椎に繋がっており、その中央部には薄い膜状の部分を持っている。
Ἔχει δὲ δι’ αὑτοῦ καὶ φλέβας τεταμένας·
そしてそれはそれ自身を貫いて伸びる血管をも持っている。
εἰσὶ δ’ αἱ τοῦ ἀνθρώπου φλέβες παχεῖαι ὡς κατὰ λόγον τοῦ σώματος.
そして、人間の血管は、体の大きさに比例して太い。
Ὑπὸ δὲ τὸ διάζωμα ἐν μὲν τοῖς δεξιοῖς κεῖται τὸ ἧπαρ, ἐν δὲ τοῖς ἀριστεροῖς ὁ σπλήν, ὁμοίως ἐν ἅπασι τοῖς ἔχουσι ταῦτα τὰ μόρια κατὰ φύσιν καὶ μὴ τερατωδῶς·
横隔膜の下には、右側に肝臓が、左側に脾臓が位置しており、これはこれらの部位を持つすべての動物において、正常な状態であり奇形でない限り同様である。
ἤδη γὰρ ὦπται μετηλλαχότα τὴν τάξιν ἔν τισι τῶν τετραπόδων.
というのも、一部の四肢動物において、この配置が入れ替わっているのがすでに観察されているからである。
Συνήρτηται δὲ τῇ κάτω κοιλίᾳ κατὰ τὸ ἐπίπλοον.
そして、これらは網膜のところで下腹部に繋がっている。