§1.17#1Ἡ δὲ καρδία ἔχει μὲν τρεῖς κοιλίας, κεῖται δ’ ἀνωτέρω τοῦ πλεύμονος κατὰ τὴν σχίσιν τῆς ἀρτηρίας, ἔχει δ’ ὑμένα πιμελώδη καὶ παχύν, ᾗ προσπέφυκε τῇ φλεβὶ τῇ μεγάλῃ καὶ τῇ ἀορτῇ.
心脏具有三个空腔,其位置在气管分裂处的附近,高于肺部;在心脏连接大静脉和主动脉的地方,有一层脂肪质且厚实的膜。
Κεῖται δὲ ἐπὶ τῇ ἀορτῇ κατὰ τὰ ὀξέα.
心脏以其尖端部分位于主动脉之上。
Κεῖται δὲ τὰ ὀξέα κατὰ τὸ στῆθος ὁμοίως ἁπάντων τῶν ζῴων, ὅσα ἔχει στῆθος.
在所有拥有胸部的动物中,其尖端部分都同样位于胸部附近。
Πᾶσι δ’ ὁμοίως καὶ τοῖς ἔχουσι καὶ τοῖς μὴ ἔχουσι τοῦτο τὸ μόριον εἰς τὸ πρόσθεν ἔχει ἡ καρδία τὸ ὀξύ· λάθοι δ’ ἂν πολλάκις διὰ τὸ μεταπίπτειν διαιρουμένων.
在所有动物中,无论是拥有还是没有这个部位的动物,心脏都将其尖端指向前方;但在剖解动物时,由于位置发生偏移,这常常会被忽略。
Τὸ δὲ κυρτὸν αὐτῆς ἐστὶν ἄνω.
心脏圆弧状的部分在上方。
Ἔχει δὲ τὸ ὀξὺ σαρκῶδες ἐπὶ πολὺ καὶ πυκνόν, καὶ ἐν τοῖς κοίλοις αὐτῆς νεῦρα ἔνεστιν.
其尖端大部分呈肉质且紧密,在其空腔内有纤维。
Κεῖται δὲ τὴν θέσιν ἐν μὲν τοῖς ἄλλοις κατὰ μέσον τὸ στῆθος, ὅσα ἔχει στῆθος, τοῖς δ’ ἀνθρώποις ἐν τοῖς ἀριστεροῖς μᾶλλον, μικρὸν τῆς διαιρέσεως τῶν μαστῶν ἐγκλίνουσα εἰς τὸν ἀριστερὸν μαστὸν ἐν τῷ ἄνω μέρει τοῦ στήθους.
在其他拥有胸部的动物中,心脏位于胸部正中,而在人类中则更偏左,从乳房的分界处向左乳房稍许倾斜,位于胸部的上部。
Καὶ οὔτε μεγάλη, τό τε ὅλον αὐτῆς εἶδος οὐ πρόμηκές ἐστιν ἀλλὰ στρογγυλώτερον· πλὴν τὸ ἄκρον εἰς ὀξὺ συνῆκται.
心脏并不大,其整体形状不是椭圆形的,而是偏圆的;只是其末端收缩成一个尖角。
Ἔχει δὲ κοιλίας τρεῖς, ὥσπερ εἴρηται, μεγίστην μὲν τὴν ἐν τοῖς δεξιοῖς, ἐλαχίστην δὲ τὴν ἐν τοῖς ἀριστεροῖς, μέσην δὲ μεγέθει τὴν ἀνὰ μέσον· καὶ εἰσὶν εἰς τὸν πνεύμονα τετρημέναι πᾶσαι.
正如前文所述,它有三个空腔,最大的一腔在右侧,最小的一腔在左侧,中等大小的一腔在中间;它们都通向肺部。
Ἀμφοτέρας δὲ ἔχει τὰς δύο μικράς, καὶ εἰς τὸν πλεύμονα τετρημένας ἁπάσας.
它拥有这两个较小的空腔,并且它们全部都通向肺部。
Κατάδηλον δὲ κατὰ μίαν τῶν κοιλιῶν κάτωθεν ἐκ τῆς προσφύσεως.
从附着处下方的其中一个空腔可以清楚地看到这一点。
Κατὰ μὲν τὴν μεγίστην κοιλίαν ἐξήρτηται τῇ μεγίστῃ φλεβί, πρὸς ἣν καὶ τὸ μεσεντέριόν ἐστι, κατὰ δὲ τὴν μέσην τῇ ἀορτῇ.
在最大的空腔处,它悬挂在大静脉上,肠间膜也延伸至此大静脉;在中间的空腔处,它悬挂在主动脉上。
Φέρουσι δὲ καὶ εἰς τὸν πλεύμονα πόροι ἀπὸ τῆς καρδίας, καὶ σχίζονται τὸν αὐτὸν τρόπον ὅνπερ ἡ ἀρτηρία, κατὰ πάντα τὸν πλεύμονα παρακολουθοῦντες τοῖς ἀπὸ τῆς ἀρτηρίας.
此外,从心脏也有导管通往肺部,它们以与气管相同的方式分裂,在整个肺部并列于来自气管的导管。
Ἐπάνω δ’ εἰσὶν οἱ ἀπὸ τῆς καρδίας πόροι· οὐδεὶς δ’ ἐστὶ κοινὸς πόρος, ἀλλὰ διὰ τὴν σύναψιν δέχονται τὸ πνεῦμα καὶ τῇ καρδίᾳ διαπέμπουσιν· φέρει γὰρ ὁ μὲν εἰς τὸ δεξιὸν κοῖλον τῶν πόρων, ὁ δ’ εἰς τὸ ἀριστερόν.
而来自心脏的导管位于上方;并没有共同的导管,而是通过接触接纳气体并输送给心脏;因为这些导管中,一根通往右侧空腔,另一根通往左侧空腔。
Περὶ δὲ τῆς φλεβὸς τῆς μεγάλης καὶ τῆς ἀορτῆς κατ’ αὐτὰς κοινῇ περὶ ἀμφοτέρων ἐροῦμεν ὕστερον.
关于大静脉和主动脉本身,我们稍后将共同讨论这两者。
Αἷμα δὲ πλεῖστον μὲν ὁ πλεύμων ἔχει τῶν ἐν τοῖς ζῴοις μορίων τοῖς ἔχουσί τε πνεύμονα καὶ ζῳοτοκοῦσιν ἐν αὑτοῖς τε καὶ ἐκτός· ἅπας μὲν γάρ ἐστι σομφός, παρ’ ἑκάστην δὲ τὴν σύριγγα πόροι φέρουσι τῆς μεγάλης φλεβός.
在拥有肺部且在体内和体外均胎生的动物的所有部位中,肺部含有的血液最多;因为肺部整体呈多孔状,且在每根管道旁都有来自大静脉的导管通入。
Ἀλλ’ οἱ νομίζοντες εἶναι κενὸν διηπάτηνται, θεωροῦντες τοὺς ἐξῃρημένους ἐκ τῶν διαιρουμένων τῶν ζῴων, ὧν εὐθέως ἐξελήλυθε τὸ αἷμα ἀθρόον.
但那些认为肺部是空的人被误导了,因为他们观察的是从被剖解的动物中取出的肺,从这些动物中,血液立刻全部流失了。
Τῶν δ’ ἄλλων σπλάγχνων ἡ καρδία μόνον ἔχει αἷμα.
在其他内脏中,只有心脏含有血液。
Καὶ ὁ μὲν πλεύμων οὐκ ἐν αὑτῷ ἀλλ’ ἐν ταῖς φλεψίν, ἡ δὲ καρδία ἐν αὑτῇ· ἐν ἑκάστῃ γὰρ ἔχει αἷμα τῶν κοιλιῶν, λεπτότατον δ’ ἐστὶ τὸ ἐν τῇ μέσῃ.
肺部的血液不在其自身中,而是在血管中,而心脏的血液则在自身中;因为它的每个空腔中都含有血液,而中间空腔的血液是最稀薄的。
Ὑπὸ δὲ τὸν πνεύμονά ἐστι τὸ διάζωμα τὸ τοῦ θώρακος, αἱ καλούμεναι φρένες, πρὸς μὲν τὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημέναι, ἐν μέσῳ δ’ ἔχει τὰ λεπτὰ καὶ ὑμενώδη.
在肺部下方是胸腔的隔膜,即所谓的横膈膜,它与肋骨、季肋部和脊椎相连,中部具有薄而呈膜状的部分。
Ἔχει δὲ δι’ αὑτοῦ καὶ φλέβας τεταμένας· εἰσὶ δ’ αἱ τοῦ ἀνθρώπου φλέβες παχεῖαι ὡς κατὰ λόγον τοῦ σώματος.
横膈膜自身也有血管延伸穿过;而人类的血管相对于身体比例而言是粗大的。
Ὑπὸ δὲ τὸ διάζωμα ἐν μὲν τοῖς δεξιοῖς κεῖται τὸ ἧπαρ, ἐν δὲ τοῖς ἀριστεροῖς ὁ σπλήν, ὁμοίως ἐν ἅπασι τοῖς ἔχουσι ταῦτα τὰ μόρια κατὰ φύσιν καὶ μὴ τερατωδῶς· ἤδη γὰρ ὦπται μετηλλαχότα τὴν τάξιν ἔν τισι τῶν τετραπόδων.
在横膈膜下方,肝脏位于右侧,脾脏位于左侧,在所有正常而非畸形地拥有这些部位的动物中都是如此;因为在某些四肢动物中,已经观察到它们的顺序发生调换的情况。
Συνήρτηται δὲ τῇ κάτω κοιλίᾳ κατὰ τὸ ἐπίπλοον.
它们通过网膜与下腹部相连。