§1.15Νώτου δὲ μέρη ὠμοπλάται δύο καὶ ῥάχις, ὑποκάτω δὲ κατὰ τὴν γαστέρα τοῦ θώρακος ὀσφύς.
背の部分は、二つの肩甲骨と脊椎であり、胸の下の、腹に対応する部分が腰である。
Κοινὸν δὲ τοῦ ἄνω καὶ κάτω πλευραί, ἑκατέρωθεν ὀκτώ·
上部と下部に共通するのは肋骨で、両側に八つずつある。
περὶ γὰρ Λιγύων τῶν καλουμένων ἑπταπλεύρων οὐθενός πω ἀξιοπίστου ἀκηκόαμεν.
というのも、七本肋骨があると言われる、いわゆるリグリア人については、未だ信頼に足るいかなる者からも聞いたことがないからである。
Ἔχει δ’ ὁ ἄνθρωπος καὶ τὸ ἄνω καὶ τὸ κάτω, καὶ πρόσθια καὶ ὀπίσθια, καὶ δεξιὰ καὶ ἀριστερά.
人間は、上部と下部、前方と後方、右側と左側をすべて備えている。
Τὰ μὲν οὖν δεξιὰ καὶ ἀριστερὰ ὅμοια σχεδὸν ἐν τοῖς μέρεσι καὶ ταὐτὰ πάντα, πλὴν ἀσθενέστερα τὰ ἀριστερά·
さて、右側と左側の部分は、各部位においてほぼ同様であり、すべて同一であるが、左側の方がより弱い。
τὰ δ’ ὀπίσθια τοῖς προσθίοις ἀνόμοια, καὶ τὰ κάτω τοῖς ἄνω, πλὴν ὧδε ὅμοια, τὰ κάτω τοῦ ἤτρου οἷον τὸ πρόσωπον εὐσαρκίᾳ καὶ ἀσαρκίᾳ, καὶ τὰ σκέλη πρὸς τοὺς βραχίονας ἀντίκειται·
後方の部分は前方の部分と異なり、下部も上部と異なる。 ただし、以下のような類似点がある。 すなわち、下腹部の下の部分は、肉づきの良さと薄さにおいて顔のようであり、脚は腕に対応している。
καὶ οἷς βραχεῖς οἱ ἀγκῶνες, καὶ οἱ μηροὶ ὡς ἐπὶ τὸ πολύ, καὶ οἷς οἱ πόδες μικροί, καὶ αἱ χεῖρες.
また、上腕が短い者においては大抵大腿も短く、足が小さい者においては手も小さい。
Κώλου δὲ τὸ μὲν διφυὲς βραχίων·
肢のうち、一対からなる一方は腕である。
βραχίονος δὲ ὦμος, ἀγκών, ὠλέκρανον, πῆχυς, χείρ·
腕の部分は、肩、肘、肘頭、前腕、手である。
χειρὸς δὲ θέναρ, δάκτυλοι πέντε·
手には手のひらと五本の指がある。
δακτύλου δὲ τὸ μὲν καμπτικὸν κόνδυλος, τὸ δ’ ἄκαμπτον φάλαγξ.
指のうち、曲がる部分は指節関節であり、曲がらない部分は指骨である。
Δάκτυλος δ’ ὁ μὲν μέγας μονοκόνδυλος, οἱ δ’ ἄλλοι δικόνδυλοι.
親指は一つの関節からなり、他の指は二つの関節からなる。
Ἡ δὲ κάμψις καὶ τῷ βραχίονι καὶ τῷ δακτύλῳ εἴσω πᾶσιν·
曲がる方向は、腕も指もすべて内側である。
κάμπτεται δ’ ὁ βραχίων κατὰ τὸ ὠλέκρανον.
また、腕は肘頭のところで曲がる。
Χειρὸς δὲ τὸ μὲν ἐντὸς θέναρ, σαρκῶδες καὶ διῃρημένον ἄρθροις, τοῖς μὲν μακροβίοις ἑνὶ ἢ δυσὶ δι’ ὅλου, τοῖς δὲ βραχυβίοις δυσὶ καὶ οὐ δι’ ὅλου.
手のうち、内側は手のひらであり、肉質であって関節によって分かれているが、長命な者においては一つまたは二つの筋が端から端まで通っており、短命な者においては二つで、端から端まで通っていない。
Ἄρθρα δὲ χειρὸς καὶ βραχίονος καρπός.
手と腕の関節は手首である。
Τὸ δὲ ἔξω τῆς χειρὸς νευρῶδες καὶ ἀνώνυμον.
手の外側は腱質であり、名前がない。
Κώλου δὲ διμερὲς ἄλλο σκέλος.
肢のうち、もう一つの二つの部分からなるものは脚である。
Σκέλους δὲ τὸ μὲν ἀμφικέφαλον μηρός, τὸ δὲ πλανησίεδρον μύλη, τὸ δὲ διόστεον κνήμη, καὶ ταύτης τὸ μὲν πρόσθιον ἀντικνήμιον, τὸ δ’ ὀπίσθιον γαστροκνημία, σὰρξ νευρώδης ἢ φλεβώδης, τοῖς μὲν ἀνεσπασμένη ἄνω πρὸς τὴν ἰγνύν, ὅσοι μεγάλα τὰ ἰσχία ἔχουσι, τοῖς δ’ ἐναντίως κατεσπασμένη·
脚のうち、両端が膨らんでいる部分は大腿であり、位置が動きやすい部分は膝蓋骨であり、二本の骨からなる部分は下腿である。 これのうち、前方は脛であり、後方はふくらはぎであって、腱質または静脈の多い肉であり、臀部の大きい人々においては、膝窩に向かって上方に引き上げられており、逆の人々においては下方に引き下げられている。
τὸ δ’ ἔσχατον ἀντικνημίου σφυρόν, διφυὲς ἐν ἑκατέρῳ τῷ σκέλει.
脛の末端は踝であり、それぞれの脚に一対ある。
Τὸ δὲ πολυόστεον τοῦ σκέλους πούς.
脚のうち骨の多い部分は足である。
Τούτου δὲ τὸ μὲν ὀπίσθιον μέρος πτέρνα, τὸ δ’ ἐμπρόσθιον τοῦ ποδὸς τὸ μὲν ἐσχισμένον δάκτυλοι πέντε, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος, τὸ δ’ ἄνωθεν ἐν τοῖς πρανέσι νευρῶδες καὶ ἀνώνυμον.
これの後方の部分は踵であり、足の前方のうち、分かれている部分は五本の指であり、下側の肉質の部分は足の裏であり、上側の平らな部分は腱質であって名前がない。
Δακτύλου δὲ τὸ μὲν ὄνυξ, τὸ δὲ καμπή·
指のうち一方は爪であり、他方は関節である。
πάντων δὲ ὁ ὄνυξ ἐπ’ ἄκρῳ·
すべての指において爪は先端にある。
μονόκαμπτοι δὲ πάντες οἱ κάτω δάκτυλοι.
下側の指はすべて一つの関節だけで曲がる。
Τοῦ δὲ ποδὸς ὅσοις τὸ ἐντὸς παχὺ καὶ μὴ κοῖλον, ἀλλὰ βαίνουσιν ὅλῳ, πανοῦργοι.
足のうち、内側が厚く、凹んでおらず、足裏全体で踏みしめる者は、ずる賢い。
Κοινὸν δὲ μηροῦ καὶ κνήμης γόνυ καμπή.
大腿と下腿の共通の部分は膝である。
Ταῦτα μὲν οὖν τὰ μέρη κοινὰ καὶ ἄρρενος καὶ θήλεος.
さて、これらの部分は雄にも雌にも共通である。
Ἡ δὲ θέσις τῶν μερῶν πρὸς τὸ ἄνω καὶ κάτω καὶ πρόσθιον καὶ ὀπίσθιον καὶ δεξιὸν καὶ ἀριστερὸν ὡς ἔχει, φανερὰ μὲν ἂν εἶναι δόξειε τὰ ἔξωθεν κατὰ τὴν αἴσθησιν, οὐ μὴν ἀλλὰ διὰ τὴν αὐτὴν αἰτίαν λεκτέον δι’ ἥνπερ καὶ τὰ πρότερον εἰρήκαμεν, ἵνα περαίνηται τὸ ἐφεξῆς, καὶ καταριθμουμένων ὅπως ἧττον λανθάνῃ τὰ μὴ τὸν αὐτὸν ἔχοντα τρόπον ἐπί τε τῶν ἄλλων ζῴων καὶ ἐπὶ τῶν ἀνθρώπων.
各部分の位置が、上と下、前と後、右と左に対してどのようになっているかは、外観から感覚によって明らかであると思われるかもしれないが、それでも、以前述べたのと同じ理由によって、連続した記述を完成させるため、また列挙することで、他の動物と人間とで同様のあり方をしていないものが、より見落とされにくくなるように、述べられなければならない。
Μάλιστα δ’ ἔχει διωρισμένα πρὸς τοὺς κατὰ φύσιν τόπους τὰ ἄνω καὶ κάτω ἄνθρωπος τῶν ἄλλων ζῴων·
人間は他の動物に比べて、自然な位置に対する上と下が最も明確に区別されている。
τά τε γὰρ ἄνω καὶ κάτω πρὸς τὰ τοῦ παντὸς ἄνω καὶ κάτω τέτακται.
すなわち、人間の上部と下部は、宇宙の上と下に対応して位置しているからである。
Τὸν αὐτὸν τρόπον καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ κατὰ φύσιν ἔχει.
同様に、前方と後方、右と左も、自然にかなった状態にある。
Τῶν δ’ ἄλλων ζῴων τὰ μὲν οὐκ ἔχει, τὰ δ’ ἔχει μὲν συγκεχυμένα δ’ ἔχει μᾶλλον.
他の動物においては、これらを持たないものもあれば、持っているものの、より混同された状態にあるものもある。
Ἡ μὲν οὖν κεφαλὴ πᾶσιν ἄνω πρὸς τὸ σῶμα τὸ ἑαυτῶν· ὁ δ’ ἄνθρωπος μόνος, ὥσπερ εἴρηται, πρὸς τὸ τοῦ ὅλου τελειωθεὶς ἔχει τοῦτο τὸ μόριον.
さて、頭はすべての動物において自らの体に対して上部にあるが、人間だけは、既に述べられたように、宇宙の全体に対してこの部分を完成された形で持っている。
Μετὰ δὲ τὴν κεφαλήν ἐστιν ὁ αὐχήν, εἶτα στῆθος καὶ νῶτον, τὸ μὲν ἐκ τοῦ πρόσθεν τὸ δ’ ἐκ τοῦ ὄπισθεν.
頭に続くのは首であり、次いで胸と背であって、前者が前方、後者が後方にある。
Καὶ ἐχόμενα τούτων γαστὴρ καὶ ὀσφὺς καὶ αἰδοῖον καὶ ἰσχίον, εἶτα μηρὸς καὶ κνήμη, τελευταῖον δὲ πόδες.
これらに続いて、腹、腰、陰部、股関節があり、次いで大腿と下腿、最後に足がある。
Εἰς τὸ πρόσθεν δὲ καὶ τὰ σκέλη τὴν κάμψιν ἔχει, ἐφ’ ὃ καὶ ἡ πορεία, καὶ τῶν ποδῶν τὸ κινητικώτερον μέρος καὶ ἡ κάμψις·
脚はその屈曲部が前方、すなわち歩行の進む方向にあり、足のより動きやすい部分と屈曲部もその方向にある。
ἡ δὲ πτέρνα ἐκ τοῦ ὄπισθεν· τῶν δὲ σφυρῶν ἑκάτερον κατὰ τὸ οὖς.
一方、踵は後方にあり、踝はそれぞれ耳に対応する位置にある。
Ἐκ δὲ τῶν πλαγίων τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν οἱ βραχίονες, τὴν κάμψιν ἔχοντες εἰς τὸ ἐντός, ὥστε τὰ κυρτὰ τῶν σκελῶν καὶ τῶν βραχιόνων πρὸς ἄλληλα εἶναι ἐπ’ ἀνθρώπου μάλιστα.
側面の右と左からは腕が出ており、これらは内側への屈曲部を持っており、その結果、脚と腕の凸部が互いに向かい合う状態が、人間において最も顕著である。
Τὰς δ’ αἰσθήσεις καὶ τὰ αἰσθητήρια, ὀφθαλμοὺς καὶ μυκτῆρας καὶ γλῶτταν, ἐπὶ ταὐτὸ καὶ εἰς τὸ πρόσθιον ἔχει·
感覚と感覚器官、すなわち眼、鼻、舌は、同じ方向、すなわち前方に持っている。
τὴν δ’ ἀκοὴν καὶ τὸ αἰσθητήριον αὐτῆς καὶ τὰ ὦτα ἐκ τοῦ πλαγίου μέν, ἐπὶ τῆς αὐτῆς δὲ περιφερείας τοῖς ὄμμασιν.
一方、聴覚とその器官である耳は、側面にはあるものの、眼と同じ円周上にある。
Τὰ δ’ ὄμματα ἐλάχιστον κατὰ μέγεθος διέστηκεν ἀνθρώπῳ τῶν ζῴων.
眼は、動物の中で人間においてその大きさに比して最も狭い間隔で離れている。
Ἔχει δὲ ἀκριβεστάτην ἄνθρωπος τῶν αἰσθήσεων τὴν ἁφήν, δευτέραν δὲ τὴν γεῦσιν· ἐν δὲ ταῖς ἄλλαις λείπεται πολλῶν.
人間は感覚のうち、触覚が最も鋭敏であり、次いで味覚である。 他の感覚においては、多くの動物に及ばない。