§1.15Νώτου δὲ μέρη ὠμοπλάται δύο καὶ ῥάχις, ὑποκάτω δὲ κατὰ τὴν γαστέρα τοῦ θώρακος ὀσφύς.
背部的部分是两个肩胛骨和脊椎,而在胸部下方、与腹部相对的部分是腰部。
Κοινὸν δὲ τοῦ ἄνω καὶ κάτω πλευραί, ἑκατέρωθεν ὀκτώ· περὶ γὰρ Λιγύων τῶν καλουμένων ἑπταπλεύρων οὐθενός πω ἀξιοπίστου ἀκηκόαμεν.
上下两部分共同的是肋骨,每侧各有八条;因为关于所谓的“七肋利古里亚人”,我们至今未从任何可靠的来源听说过。
Ἔχει δ’ ὁ ἄνθρωπος καὶ τὸ ἄνω καὶ τὸ κάτω, καὶ πρόσθια καὶ ὀπίσθια, καὶ δεξιὰ καὶ ἀριστερά.
人拥有上部和下部、前部和后部、以及右侧和左侧。
Τὰ μὲν οὖν δεξιὰ καὶ ἀριστερὰ ὅμοια σχεδὸν ἐν τοῖς μέρεσι καὶ ταὐτὰ πάντα, πλὴν ἀσθενέστερα τὰ ἀριστερά· τὰ δ’ ὀπίσθια τοῖς προσθίοις ἀνόμοια, καὶ τὰ κάτω τοῖς ἄνω, πλὴν ὧδε ὅμοια, τὰ κάτω τοῦ ἤτρου οἷον τὸ πρόσωπον εὐσαρκίᾳ καὶ ἀσαρκίᾳ, καὶ τὰ σκέλη πρὸς τοὺς βραχίονας ἀντίκειται· καὶ οἷς βραχεῖς οἱ ἀγκῶνες, καὶ οἱ μηροὶ ὡς ἐπὶ τὸ πολύ, καὶ οἷς οἱ πόδες μικροί, καὶ αἱ χεῖρες.
右侧和左侧在各个部分上几乎相似且完全相同,唯有左侧较弱;而后部与前部不同,下部也与上部不同,但有以下相似之处:即下腹部以下的部分在多肉与无肉的程度上像面部,且下肢与上肢相对应;通常肘部短的人,大腿也短,而脚小的人,手也小。
Κώλου δὲ τὸ μὲν διφυὲς βραχίων· βραχίονος δὲ ὦμος, ἀγκών, ὠλέκρανον, πῆχυς, χείρ· χειρὸς δὲ θέναρ, δάκτυλοι πέντε· δακτύλου δὲ τὸ μὲν καμπτικὸν κόνδυλος, τὸ δ’ ἄκαμπτον φάλαγξ.
肢体中成对的一方是臂;臂的部分是肩、肘、肘尖、前臂、手;手的部分是手掌和五指;指中弯曲的部分是关节,不弯曲的部分是指骨。
Δάκτυλος δ’ ὁ μὲν μέγας μονοκόνδυλος, οἱ δ’ ἄλλοι δικόνδυλοι.
大拇指只有一个关节,而其他指有两个关节。
Ἡ δὲ κάμψις καὶ τῷ βραχίονι καὶ τῷ δακτύλῳ εἴσω πᾶσιν· κάμπτεται δ’ ὁ βραχίων κατὰ τὸ ὠλέκρανον.
臂和手指的弯曲方向对所有人来说都是向内的;而臂在肘尖处弯曲。
Χειρὸς δὲ τὸ μὲν ἐντὸς θέναρ, σαρκῶδες καὶ διῃρημένον ἄρθροις, τοῖς μὲν μακροβίοις ἑνὶ ἢ δυσὶ δι’ ὅλου, τοῖς δὲ βραχυβίοις δυσὶ καὶ οὐ δι’ ὅλου.
手之内侧为手掌,多肉且被关节分开,长寿者有一条或两条贯穿始终,短寿者有两条且不贯穿。
Ἄρθρα δὲ χειρὸς καὶ βραχίονος καρπός.
手与臂的关节是手腕。
Τὸ δὲ ἔξω τῆς χειρὸς νευρῶδες καὶ ἀνώνυμον.
手之外侧多腱且无名。
Κώλου δὲ διμερὲς ἄλλο σκέλος.
另一个两部分组成的肢体是腿。
Σκέλους δὲ τὸ μὲν ἀμφικέφαλον μηρός, τὸ δὲ πλανησίεδρον μύλη, τὸ δὲ διόστεον κνήμη, καὶ ταύτης τὸ μὲν πρόσθιον ἀντικνήμιον, τὸ δ’ ὀπίσθιον γαστροκνημία, σὰρξ νευρώδης ἢ φλεβώδης, τοῖς μὲν ἀνεσπασμένη ἄνω πρὸς τὴν ἰγνύν, ὅσοι μεγάλα τὰ ἰσχία ἔχουσι, τοῖς δ’ ἐναντίως κατεσπασμένη· τὸ δ’ ἔσχατον ἀντικνημίου σφυρόν, διφυὲς ἐν ἑκατέρῳ τῷ σκέλει.
腿的部分中,双头膨大的部分是大腿,位置易移动的部分是膝盖骨,双骨组成的部分是小腿。 小腿的前部是胫,后部是小腿肚,为多腱或多静脉的肌肉,在臀部大的人群中,它向上收缩至膝窝,在相反的人群中则向下延伸;胫的末端是踝,每条腿上成对。
Τὸ δὲ πολυόστεον τοῦ σκέλους πούς.
下肢多骨的部分是脚。
Τούτου δὲ τὸ μὲν ὀπίσθιον μέρος πτέρνα, τὸ δ’ ἐμπρόσθιον τοῦ ποδὸς τὸ μὲν ἐσχισμένον δάκτυλοι πέντε, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος, τὸ δ’ ἄνωθεν ἐν τοῖς πρανέσι νευρῶδες καὶ ἀνώνυμον.
脚的后部是脚跟,前部分割开的部分是五趾,下方的多肉部分是脚底,上方的平坦部分多腱且无名。
Δακτύλου δὲ τὸ μὲν ὄνυξ, τὸ δὲ καμπή· πάντων δὲ ὁ ὄνυξ ἐπ’ ἄκρῳ· μονόκαμπτοι δὲ πάντες οἱ κάτω δάκτυλοι.
趾的部分,一是趾甲,二是关节;所有趾的趾甲都在末端;下方的趾都只有单一弯曲。
Τοῦ δὲ ποδὸς ὅσοις τὸ ἐντὸς παχὺ καὶ μὴ κοῖλον, ἀλλὰ βαίνουσιν ὅλῳ, πανοῦργοι.
脚的内侧厚且不凹陷,而是用整个脚面着地踩踏的人,往往奸诈。
Κοινὸν δὲ μηροῦ καὶ κνήμης γόνυ καμπή.
大腿与小腿共同的部分是膝。
Ταῦτα μὲν οὖν τὰ μέρη κοινὰ καὶ ἄρρενος καὶ θήλεος.
这些部分是雄性和雌性共有的。
Ἡ δὲ θέσις τῶν μερῶν πρὸς τὸ ἄνω καὶ κάτω καὶ πρόσθιον καὶ ὀπίσθιον καὶ δεξιὸν καὶ ἀριστερὸν ὡς ἔχει, φανερὰ μὲν ἂν εἶναι δόξειε τὰ ἔξωθεν κατὰ τὴν αἴσθησιν, οὐ μὴν ἀλλὰ διὰ τὴν αὐτὴν αἰτίαν λεκτέον δι’ ἥνπερ καὶ τὰ πρότερον εἰρήκαμεν, ἵνα περαίνηται τὸ ἐφεξῆς, καὶ καταριθμουμένων ὅπως ἧττον λανθάνῃ τὰ μὴ τὸν αὐτὸν ἔχοντα τρόπον ἐπί τε τῶν ἄλλων ζῴων καὶ ἐπὶ τῶν ἀνθρώπων.
各部分相对于上与下、前与后、右与左的位置关系,从外部感官来看似乎是显而易见的,但尽管如此,基于与此前相同的理由,为了使后续的论述得以完整,也为了在列举时,使那些在其他动物和人类中不具有相同方式的特征更不易被忽略,必须予以阐明。
Μάλιστα δ’ ἔχει διωρισμένα πρὸς τοὺς κατὰ φύσιν τόπους τὰ ἄνω καὶ κάτω ἄνθρωπος τῶν ἄλλων ζῴων· τά τε γὰρ ἄνω καὶ κάτω πρὸς τὰ τοῦ παντὸς ἄνω καὶ κάτω τέτακται.
在所有动物中,人类上与下最符合其自然位置地被区分开来;因为人类的上部和下部是对应于宇宙的上与下而排列的。
Τὸν αὐτὸν τρόπον καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ κατὰ φύσιν ἔχει.
同样地,前与后、右与左也符合其自然状态。
Τῶν δ’ ἄλλων ζῴων τὰ μὲν οὐκ ἔχει, τὰ δ’ ἔχει μὲν συγκεχυμένα δ’ ἔχει μᾶλλον.
在其他动物中,有的不具备这些特征,有的虽具备但较为混淆。
Ἡ μὲν οὖν κεφαλὴ πᾶσιν ἄνω πρὸς τὸ σῶμα τὸ ἑαυτῶν· ὁ δ’ ἄνθρωπος μόνος, ὥσπερ εἴρηται, πρὸς τὸ τοῦ ὅλου τελειωθεὶς ἔχει τοῦτο τὸ μόριον.
因此,所有动物的头部相对于其自身身体而言都在上方;但唯有人类如前所述,相对于宇宙整体而言,其这一部分处于最完美的状态。
Μετὰ δὲ τὴν κεφαλήν ἐστιν ὁ αὐχήν, εἶτα στῆθος καὶ νῶτον, τὸ μὲν ἐκ τοῦ πρόσθεν τὸ δ’ ἐκ τοῦ ὄπισθεν.
头部之后是颈,然后是胸和背,前者在前,后者在后。
Καὶ ἐχόμενα τούτων γαστὴρ καὶ ὀσφὺς καὶ αἰδοῖον καὶ ἰσχίον, εἶτα μηρὸς καὶ κνήμη, τελευταῖον δὲ πόδες.
紧随其后的是腹、腰、阴部和髋部,然后是大腿和小腿,最后是脚。
Εἰς τὸ πρόσθεν δὲ καὶ τὰ σκέλη τὴν κάμψιν ἔχει, ἐφ’ ὃ καὶ ἡ πορεία, καὶ τῶν ποδῶν τὸ κινητικώτερον μέρος καὶ ἡ κάμψις· ἡ δὲ πτέρνα ἐκ τοῦ ὄπισθεν· τῶν δὲ σφυρῶν ἑκάτερον κατὰ τὸ οὖς.
腿的弯曲朝向前,即行走的方向,脚的更易活动的部分和弯曲也在该方向;而脚跟在后,两个外踝各对应于耳。
Ἐκ δὲ τῶν πλαγίων τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν οἱ βραχίονες, τὴν κάμψιν ἔχοντες εἰς τὸ ἐντός, ὥστε τὰ κυρτὰ τῶν σκελῶν καὶ τῶν βραχιόνων πρὸς ἄλληλα εἶναι ἐπ’ ἀνθρώπου μάλιστα.
从右侧和左侧的侧面出来的是臂,其弯曲朝向内侧,因此在人类中,腿和臂的凸部彼此相对的情况最为显著。
Τὰς δ’ αἰσθήσεις καὶ τὰ αἰσθητήρια, ὀφθαλμοὺς καὶ μυκτῆρας καὶ γλῶτταν, ἐπὶ ταὐτὸ καὶ εἰς τὸ πρόσθιον ἔχει· τὴν δ’ ἀκοὴν καὶ τὸ αἰσθητήριον αὐτῆς καὶ τὰ ὦτα ἐκ τοῦ πλαγίου μέν, ἐπὶ τῆς αὐτῆς δὲ περιφερείας τοῖς ὄμμασιν.
人类将感官及感官器官——眼、鼻、舌,置于同一方向,即前部;而听觉及其感官器官耳朵虽在侧面,但与双眼处于同一圆周上。
Τὰ δ’ ὄμματα ἐλάχιστον κατὰ μέγεθος διέστηκεν ἀνθρώπῳ τῶν ζῴων.
在所有动物中,人类的双眼按比例而言相距最近。
Ἔχει δὲ ἀκριβεστάτην ἄνθρωπος τῶν αἰσθήσεων τὴν ἁφήν, δευτέραν δὲ τὴν γεῦσιν· ἐν δὲ ταῖς ἄλλαις λείπεται πολλῶν.
在各种感觉中,人类的触觉最为精确,其次是味觉;在其他感觉中,则落后于许多动物。