§1.12Αὐχὴν δὲ τὸ μεταξὺ προσώπου καὶ θώρακος.
首は、顔と胸の間のものである。
Καὶ τούτου τὸ μὲν πρόσθιον μέρος λάρυγξ, τὸ δ’ ὀπίσθιον στόμαχος.
そして、これの前方の部分は喉頭であり、後方の部分は食道である。
Τούτου δὲ τὸ μὲν χονδρῶδες καὶ πρόσθιον, δι’ οὗ ἡ φωνὴ καὶ ἡ ἀναπνοή, ἀρτηρία· τὸ δὲ σαρκῶδες στόμαχος, ἐντὸς πρὸ τῆς ῥάχεως.
これのうち、軟骨質で前方にある、声と呼吸の通る部分が気管であり、肉質の部分が食道であって、内側の、脊椎の前にある。
Τὸ δ’ ὀπίσθιον αὐχένος μόριον ἐπωμίς.
首の後ろの部分は肩先である。
Ταῦτα μὲν οὖν τὰ μόρια μέχρι τοῦ θώρακος.
さて、これらが胸までの部分である。
Θώρακος δὲ μέρη τὰ μὲν πρόσθια τὰ δ’ ὀπίσθια.
胸の部分には、前方のものと後方のものがある。
Πρῶτον μὲν μετὰ τὸν αὐχένα ἐν τοῖς προσθίοις στῆθος διφυὲς μαστοῖς.
まず、首に続いて前方にあるのが胸であり、二つの乳房を持つ。
Τούτων ἡ θηλὴ διφυής, δι’ ἧς τοῖς θήλεσι τὸ γάλα διηθεῖται·
これらの乳頭は一対であり、それを通じて雌においては乳が濾し出される。
ὁ δὲ μαστὸς μανός.
また、乳房は粗い。
Ἐγγίνεται δὲ καὶ τοῖς ἄρρεσι γάλα· ἀλλὰ πυκνὴ ἡ σὰρξ τοῖς ἄρρεσι, ταῖς δὲ γυναιξὶ σομφὴ καὶ πόρων μεστή.
雄にも乳が生じることがあるが、雄においては肉が密であり、女性においては海綿状で通路に満ちている。
§1.13Μετὰ δὲ τὸν θώρακα ἐν τοῖς προσθίοις γαστήρ, καὶ ταύτης ῥίζα ὀμφαλός·
胸の後に前方にあるのが腹であり、これの根が臍である。
ὑπόρριζον δὲ τὸ μὲν διφυὲς λαγών, τὸ δὲ μονοφυὲς τὸ μὲν ὑπὸ τὸν ὀμφαλὸν ἦτρον (τούτου δὲ τὸ ἔσχατον ἐπίσιον), τὸ δ’ ὑπὲρ τὸν ὀμφαλὸν ὑποχόνδριον, τὸ δὲ κοινὸν ὑποχονδρίου καὶ λαγόνος χολάς.
根の下の部分で、一対のものは脇腹であり、単一の部分で臍の下のものは下腹部(これの最端が恥丘)であり、臍の上のものは季肋部であり、季肋部と脇腹の共通の部分は腸である。
Τῶν δ’ ὄπισθεν διάζωμα μὲν ἡ ὀσφύς, ὅθεν καὶ τοὔνομ’ ἔχει (δοκεῖ γὰρ εἶναι ἰσοφυές), τοῦ δὲ διεξοδικοῦ τὸ μὲν οἷον ἐφέδρανον γλουτός, τὸ δ’ ἐν ᾧ στρέφεται ὁ μηρός, κοτυληδών.
後方の部分のうち、中間の帯となるのが腰であり、そこからその名前も得ている(対称的と思われるからである)。 排泄部のうち、座る部分のようなものが臀部であり、大腿が回転する部分が関節窩である。
Τοῦ δὲ θήλεος ἴδιον μέρος ὑστέρα, καὶ τοῦ ἄρρενος αἰδοῖον, ἔξωθεν ἐπὶ τῷ τέλει τοῦ θώρακος, διμερές, τὸ μὲν ἄκρον σαρκῶδες καὶ λεῖον ὡς εἰπεῖν ἴσον, ὃ καλεῖται βάλανος, τὸ δὲ περὶ αὐτὴν ἀνώνυμον δέρμα, ὃ ἐὰν διακοπῇ, οὐ συμφύεται, οὐδὲ γνάθος οὐδὲ βλεφαρίς.
また、雌に固有の部分は子宮であり、雄に固有のものは陰部であって、胴体の終わりの外側にあり、二つの部分からなる。 先端は肉質で滑らか、いわば均一であり、亀頭と呼ばれる。 その周囲の無名の皮膚は、もし切断されると、顎や眼瞼と同様に、再び結合することはない。
Κοινὸν δὲ τούτου καὶ τῆς βαλάνου ἀκροποσθία.
これと亀頭の共通の部分が包皮である。
Τὸ δὲ λοιπὸν μέρος χονδρῶδες, εὐαυξές, καὶ ἐξέρχεται καὶ εἰσέρχεται ἐναντίως ἢ τοῖς λοφούροις.
残りの部分は軟骨質で、伸縮しやすく、房尾類とは反対の仕方で出入りする。
Τοῦ δ’ αἰδοίου ὑποκάτω ὄρχεις δύο.
陰部の下には二つの睾丸がある。
Τὸ δὲ πέριξ δέρμα, ὃ καλεῖται ὄσχεος.
その周囲の皮膚は陰嚢と呼ばれる。
Οἱ δ’ ὄρχεις οὔτε ταὐτὸ σαρκὶ οὔτε πόρρω σαρκός·
睾丸は肉と同じではないが、肉から遠くかけ離れてもいない。
ὃν τρόπον δ’ ἔχουσιν, ὕστερον δι’ ἀκριβείας λεχθήσεται καθόλου περὶ πάντων τῶν τοιούτων μορίων.
それらがどのような状態にあるかは、後にこのようなすべての部分について一般的に、正確に述べられるであろう。
§1.14Τὸ δὲ τῆς γυναικὸς αἰδοῖον ἐξ ἐναντίας τῷ τῶν ἀρρένων·
女性の陰部は男性のものとは反対である。
κοῖλον γὰρ τὸ ὑπὸ τὴν ἥβην καὶ οὐχ ὥσπερ τὸ τοῦ ἄρρενος ἐξεστηκός.
というのも、恥骨の下は凹んでおり、男性のもののように突出していないからである。
Καὶ οὐρήθρα ἔξω τῶν ὑστερῶν, δίοδος τῷ σπέρματι τῷ τοῦ ἄρρενος, τοῦ δ’ ὑγροῦ περιττώματος ἀμφοῖν ἔξοδος.
また、尿道は子宮の外側にあり、男性の精液の通路であり、両者の液体の老廃物の排出口である。
Κοινὸν δὲ μέρος αὐχένος καὶ στήθους σφαγή, πλευρᾶς δὲ καὶ βραχίονος καὶ ὤμου μασχάλη, μηροῦ δὲ καὶ ἤτρου βουβών.
首と胸の共通の部分は頸窩であり、肋部と上腕と肩の共通の部分は腋窩であり、大腿と下腹部の共通の部分は鼠径部である。
Μηροῦ δὲ καὶ γλουτοῦ τὸ ἐντὸς περίνεος, μηροῦ δὲ καὶ γλουτοῦ τὸ ἔξω ὑπογλουτίς.
大腿と臀部の内側は会陰であり、大腿と臀部の外側は臀下溝である。
Θώρακος δὲ περὶ μὲν τῶν ἔμπροσθεν εἴρηται, τοῦ δὲ στήθους τὸ ὄπισθεν νῶτον.
胴体の前方については既に述べられた。 胸の後ろの部分が背である。