§1.16#1Τὰ μὲν οὖν μόρια τὰ πρὸς τὴν ἔξω ἐπιφάνειαν τοῦτον τέτακται τὸν τρόπον, καὶ καθάπερ ἐλέχθη, διωνόμασταί τε μάλιστα καὶ γνώριμα διὰ τὴν συνήθειάν ἐστιν·
さて、外部の表面に面する部分はこのように配置されており、前に述べたように、これらは名前が最もよく知られており、慣れ親しんでいるために見分けがつきやすい。
τὰ δ’ ἐντὸς τοὐναντίον.
しかし、内部の部分はそれとは反対である。
Ἄγνωστα γάρ ἐστι μάλιστα τὰ τῶν ἀνθρώπων, ὥστε δεῖ πρὸς τὰ τῶν ἄλλων μόρια ζῴων ἀνάγοντας σκοπεῖν, οἷς ἔχει παραπλησίαν τὴν φύσιν.
というのも、人間の内部はとりわけ知られていないので、それと類似した性質を持つ他の動物の部分へと引き戻して観察しなければならないからである。
Πρῶτον μὲν οὖν τῆς κεφαλῆς κεῖται τὴν θέσιν ἐν τῷ πρόσθεν ἔχων ὁ ἐγκέφαλος.
さて、まず第一に、頭部において、脳が前方にその位置を占めて置かれている。
Ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ζῴοις, ὅσα ἔχει τοῦτο τὸ μόριον·
これは、この部分を持つ他の動物たちにおいても同様である。
ἔχει δὲ ἅπαντα ὅσα ἔχει αἷμα, καὶ ἔτι τὰ μαλάκια·
そして、血液を持つものすべて、さらに軟体類もこれを持っている。
κατὰ μέγεθος δ’ ὁμοίως ἔχει ἄνθρωπος πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον.
しかし、体の大きさに比して、人間は最も多く、また最も湿った脳を持っている。
Ὑμένες δὲ αὐτὸν δύο περιέχουσιν, ὁ μὲν περὶ τὸ ὀστοῦν ἰσχυρότερος, ὁ δὲ περὶ αὐτὸν τὸν ἐγκέφαλον ἥττων ἐκείνου.
二つの膜がそれを包んでおり、骨の周りにある一方はより強く、脳自体の周りにある他方はそれよりも弱い。
Διφυὴς δ’ ἐν πᾶσίν ἐστιν ὁ ἐγκέφαλος.
すべての動物において、脳は二つの部分からなっている。
Καὶ ἐπὶ τούτου ἡ καλουμένη παρεγκεφαλὶς ἔσχατον, ἑτέραν ἔχουσα τὴν μορφὴν καὶ κατὰ τὴν ἁφὴν καὶ κατὰ τὴν ὄψιν.
そして、これの上に、いわゆる小脳が末端に位置しており、触覚においても視覚においても異なる形状を持っている。
Τὸ δ’ ὄπισθεν τῆς κεφαλῆς κενὸν καὶ κοῖλον πᾶσιν, ὡς ἑκάστοις ὑπάρχει μεγέθους.
頭の後部はすべての動物において空で凹んでおり、それぞれが持っている大きさに応じてそのようになっている。
Ἔνια μὲν γὰρ μεγάλην ἔχει τὴν κεφαλήν, τὸ δ’ ὑποκείμενον τοῦ προσώπου μόριον ἔλαττον, ὅσα στρογγυλοπρόσωπα·
なぜなら、あるものは大きな頭を持ち、顔の下にある部分はより小さい(顔の丸いものすべてがそうである)。
τὰ δὲ τὴν μὲν κεφαλὴν μικράν, τὰς δὲ σιαγόνας μακράς, οἷον τὸ τῶν λοφούρων γένος πᾶν.
他方、あるものは頭は小さいが顎は長い(例えば、房状の尾を持つ動物の類すべてがそうである)。
Ἄναιμος δ’ ὁ ἐγκέφαλος ἅπασι, καὶ οὐδεμίαν ἔχων ἐν αὑτῷ φλέβα, καὶ θιγγανόμενος κατὰ φύσιν ψυχρός.
すべての動物において脳は血液を持たず、その内部にいかなる血管も持たず、触ってみると自然な状態で冷たい。
Ἔχει δ’ ἐν τῷ μέσῳ ὁ τῶν πλείστων πᾶς κοῖλόν τι μικρόν.
そして、大部分の動物において、脳はすべてその中央に小さな空洞を持っている。
Ἡ δὲ περὶ αὐτὸν μῆνιγξ φλεβώδης· ἔστι δ’ ὑμὴν δερματικὸς ἡ μῆνιγξ ὁ περιέχων τὸν ἐγκέφαλον.
脳の周りの膜は血管が多く、この膜は脳を包む皮膚のような膜である。
Ὑπὲρ δὲ τὸν ἐγκέφαλον λεπτότατον ὀστοῦν καὶ ἀσθενέστατον τῆς κεφαλῆς ἐστίν, ὃ καλεῖται βρέγμα.
脳の上には、頭の中で最も薄く最も弱い骨があり、これは頭頂骨と呼ばれる。
Φέρουσι δ’ ἐκ τοῦ ὀφθαλμοῦ τρεῖς πόροι εἰς τὸν ἐγκέφαλον, ὁ μὲν μέγιστος καὶ ὁ μέσος εἰς τὴν παρεγκεφαλίδα, ὁ δ’ ἐλάχιστος εἰς αὐτὸν τὸν ἐγκέφαλον·
また、目から脳へと三つの管が通っており、最大の管と中位の管は小脳へと、最小の管は脳自体へと通っている。
ἐλάχιστος δ’ ἐστὶν ὁ πρὸς τῷ μυκτῆρι μάλιστα.
最小の管は、鼻孔に最も近いものである。
Οἱ μὲν οὖν μέγιστοι παρ’ ἀλλήλους εἰσὶ καὶ οὐ συμπίπτουσιν, οἱ δὲ μέσοι συμπίπτουσι (δῆλον δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἰχθύων)·
さて、最大の管は互いに並んでおり交わらないが、中位の管は交わる(このことは魚において最も明らかである)。
καὶ γὰρ ἐγγύτερον οὗτοι τοῦ ἐγκεφάλου ἢ οἱ μεγάλοι·
というのも、これらは最大の管よりも脳に近いからである。
οἱ δ’ ἐλάχιστοι πλεῖστόν τε ἀπήρτηνται ἀλλήλων καὶ οὐ συμπίπτουσιν.
最小の管は、互いに最も遠く離れており、交わらない。
Ἐντὸς δὲ τοῦ αὐχένος ὅ τε οἰσοφάγος καλούμενός ἐστιν, ἔχων τὴν ἐπωνυμίαν ἀπὸ τοῦ μήκους καὶ τῆς στενότητος, καὶ ἡ ἀρτηρία.
首の内側には、その長さと狭さに由来する名称を持つ、いわゆる食道と、気管がある。
Πρότερον δὲ τῇ θέσει ἡ ἀρτηρία κεῖται τοῦ οἰσοφάγου ἐν πᾶσι τοῖς ἔχουσιν αὐτήν·
位置においては、気管がそれを持つすべての動物において食道の手前に置かれている。
ἔχει δὲ ταύτην πάντα ὅσαπερ καὶ πνεύμονα ἔχει.
そして、肺を持つものすべてがこれを持っている。
Ἔστι δ’ ἡ μὲν ἀρτηρία χονδρώδης τὴν φύσιν καὶ ὀλίγαιμος, πολλοῖς λεπτοῖς φλεβίοις περιεχομένη, κεῖται δ’ ἐπὶ μὲν τὰ ἄνω πρὸς τὸ στόμα κατὰ τὴν ἐκ τῶν μυκτήρων σύντρησιν εἰς τὸ στόμα, ᾗ καὶ ὅταν πίνοντες ἀνασπάσωσί τι τοῦ ποτοῦ, χωρεῖ ἐκ τοῦ στόματος διὰ τῶν μυκτήρων ἔξω.
気管はその性質において軟骨質で血液が少なく、多くの細い血管に囲まれており、上部では、鼻孔から口へと通じる合流点のところで口に面して位置しており、そのため、飲むときにある程度の飲み物を吸い上げると、それは口から鼻孔を通って外へと出ていく。