§5.1#1Περὶ δὲ τῶν παθημάτων οἷς διαφέρουσι τὰ μόρια τῶν ζῴων θεωρητέον νῦν.
動物の諸部分がそれによって異なる属性について、今や考察せねばならない。
λέγω δὲ τὰ τοιαῦτα παθήματα τῶν μορίων, οἷον γλαυκότητα ὀμμάτων καὶ μελανίαν, καὶ φωνῆς ὀξύτητα καὶ βαρύτητα, καὶ χρώματος [ἢ σώματος] καὶ τριχῶν ἢ πτερῶν διαφοράν.
私が部分のそのような属性と言うのは、たとえば目の青さや黒さ、声の高低(鋭さと重さ)、皮膚[あるいは体]の色や毛、羽毛の違いなどのことである。
τυγχάνει δὲ τῶν τοιούτων ἔνια μὲν ὅλοις ὑπάρχοντα τοῖς γένεσιν, ἐνίοις δ᾽ ὅπως ἔτυχεν, οἷον μάλιστ᾽ ἐπὶ τῶν ἀνθρώπων τοῦτο συμβέβηκεν.
これらの属性のうち、あるものは類全体に属しており、あるものは特定の類においてたまたま生じている。 たとえば、このことは特に人間において生じている。
ἔτι δὲ κατὰ τὰς τῆς ἡλικίας μεταβολὰς τὰ μὲν πᾶσιν ὁμοίως ὑπάρχει τοῖς ζῴοις, τὰ δ᾽ ὑπεναντίως, ὥσπερ περί τε φωνὰς καὶ περὶ τριχῶν χρόαν·
さらに、年齢の変化に伴って、あるものはすべての動物に同様に属し、あるものは反対に属する。 たとえば声や毛の色に関してそうである。
τὰ μὲν γὰρ οὐ πολιοῦται πρὸς τὸ γῆρας ἐπιδήλως, ὁ δ᾽ ἄνθρωπος μάλιστα τοῦτο πάσχει τῶν ἄλλων ζῴων.
というのも、ある動物は老年に向けて目立って白毛にならないが、人間は他の動物に比べて特に著しくこのことを被るからである。
καὶ τὰ μὲν εὐθὺς ἀκολουθεῖ γενομένοις, τὰ δε προϊούσης τῆς ἡλικίας γίνεται δῆλα καὶ γηρασκόντων.
また、あるものは生まれた直後から伴い、あるものは年齢が進み、老いるにつれて明らかになる。
περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας.
しかし、これらやすべてのそのようなものについては、もはや同じ方法で原因を考えるべきではない。
ὅσα γὰρ μὴ τῆς φύσεως ἔργα κοινῇ μηδ᾽ ἴδια τοῦ γένους ἑκάστου, τούτων οὐθὲν ἕνεκά του τοιοῦτον οὔτ᾽ ἔστιν οὔτε γίνεται.
なぜなら、共通であれ各類に固有であれ、自然の直接の働きではない属性については、何かの目的のためにそのようなものとして存在したり生じたりすることは何もないからである。
ὀφθαλμὸς μὲν γὰρ ἕνεκά του, γλαυκὸς δ᾽ οὐχ ἕνεκά του, πλὴν ἂν ἴδιον ιἦ τοῦ γένους τοῦτο τὸ πάθος.
実際、目は目的のためにあるが、目が青いのは目的のためではない。 ただし、その属性がその類に固有のものである場合は別である。
οὔτε δ᾽ ἐπ᾽ ἐνίων πρὸς τὸν λόγον συντείνει τὸν τῆς οὐσίας, ἀλλ᾽ ὡς ἐξ ἀνάγκης γιγνομένων εἰς τὴν ὕλην καὶ τὴν κινήσασαν ἀρχὴν ἀνακτέον τὰς αἰτίας.
また、あるものにおいては、それは本質(ウーシアー)の定義に寄与するものではなく、むしろ必然から生じるものとして、その原因を物質と動かす原理(始原)に帰せねばならない。
ὥσπερ γὰρ ἐλέχθη κατ᾽ ἀρχὰς ἐν τοῖς πρώτοις λόγοις, οὐ διὰ τὸ γίγνεσθαι ἕκαστον ποιόν τι, διὰ τοῦτο ποιόν τι ἐστίν, ὅσα τεταγμένα καὶ ὡρισμένα ἔργα τῆς φύσεώς ἐστιν, ἀλλὰ μᾶλλον διὰ τὸ εἶναι τοιαδὶ γίγνεται τοιαῦτα·
なぜなら、最初の議論の初めに語られたように、秩序づけられ限定された自然の働きである限りにおいて、それぞれのものが何か特定のものになるから、それゆえにそのようなものであるのではなく、むしろ、そのようなものであるからこそ、そのようなものになるからである。
τῇ γὰρ οὐσίᾳ ἡ γένεσις ἀκολουθεῖ καὶ τῆς οὐσίας ἕνεκά ἐστιν, ἀλλ᾽ οὐχ αὕτη τῇ γενέσει.
生成は本質に従い、本質のためにあるのであって、本質が生成に従うのではない。
οἱ δ᾽ ἀρχαῖοι φυσιολόγοι τοὐναντίον ᾠήθησαν.
しかし、古代の自然学者たちは逆だと考えた。
τούτου δ᾽ αἴτιον ὅτι οὐχ ἑώρων πλείους οὔσας τὰς αἰτίας, ἀλλὰ μόνον τὴν τῆς ὕλης καὶ τὴν τῆς κινήσεως, καὶ ταύτας ἀδιορίστως, τῆς δὲ τοῦ λόγου καὶ τῆς τοῦ τέλους ἀνεπισκέπτως εἶχον.
この原因は、彼らが原因が複数あることを見ず、ただ物質と運動の原因のみを見て、しかもこれらも限定せずに捉えており、定義(ロゴス)と目的(終局)の原因については顧みなかったことにある。
ἔστι μὲν οὖν ἕκαστον ἕνεκά του, γίνεται δ᾽ ἤδη διά τε ταύτην τὴν αἰτίαν καὶ διὰ τὰς λοιπάς, ὅσαπερ ἐν τῷ λόγῳ ἐνυπάρχει τῷ ἑκάστου ἤ ἐστιν ἕνεκά του ἢ οὗ ἕνεκα.
それゆえ、個々のものは目的のためにあり、個々の定義に含まれるすべてのもの、あるいは目的のためにあるもの、あるいは目的そのものは、この目的因および残りの原因によって現に生じる。
τῶν δὲ μὴ τοιούτων, ὅσων ἐστὶ γένεσις, ἤδη τούτων τὸ αἴτιον ἐν τῇ κινήσει δεῖ καὶ τῇ γενέσει ζητεῖν, ὡς ἐν αὐτῇ τῇ συστάσει τὴν διαφορὰν λαμβανόντων.
しかし、そうではないもののうち、生成が存在するものについては、その原因をすでに運動と生成のうちに求めねばならない。 それは、それらが構成そのものの段階において差異を受け取るからである。
ὀφθαλμὸν μὲν γὰρ ἐξ ἀνάγκης ἕξει (τοιόνδε γὰρ ζῷον ὑπόκειται ὄν), τοιόνδε δὲ ὀφθαλμὸν ἐξ ἀνάγκης μέν, οὐ τοιαύτης δ᾽ ἀνάγκης, ἀλλ᾽ ἄλλον τρόπον, ὅτι τοιονδὶ οὒ τοιονδὶ ποιεῖν πέφυκε καὶ πάσχειν.
なぜなら、動物は目は必然的に持つであろうが(なぜなら、そのような動物であることが前提されているから)、しかしそのような目を必然的に持つとしても、それは目的論的な必然性によるのではなく、別の方法による。 すなわち、それ(物質・運動)が特定の方法で作用し、受動することが自然だからである。
διωρισμένων δὲ τούτων λέγωμεν περὶ τῶν ἐφεξῆς συμβαινόντων.
これらが規定されたので、次に生じる事柄について語ろう。
πρῶτον μὲν οὖν ὅταν γένωνται τὰ παιδία πάντων, μάλιστα τῶν ἀτελῶν, καθεύδειν εἴωθε, διὰ τὸ καὶ ἐν τῇ μητρί, ὅταν λάβῃ πρῶτον αἴσθησιν, καθεύδοντα διατελεῖν.
まず、子供たちが生まれたとき、すべての、特に不完全な状態で生まれるものの子供は眠る習慣がある。 それは、母親の中にいるときにも、最初に感覚を得たときから、一貫して眠り続けているからである。
ἔχει δ᾽ ἀπορίαν περὶ τῆς ἐξ ἀρχῆς γενέσεως, πότερον ἐγρήγορσις ὑπάρχει τοῖς ζῴοις πρότερον ἢ ὕπνος.
しかし、最初の生成に関して難問が生じる。 すなわち、目覚めが動物に先に属するのか、それとも眠りが先なのか。
διὰ γὰρ τὸ φαίνεσθαι προϊούσης τῆς ἡλικίας ἐγειρόμενα μᾶλλον, εὔλογον τοὐναντίον ἐν τῇ ἀρχῇ τῆς γενέσεως ὑπάρχειν, τὸν ὕπνον.
年齢が進むにつれてより目覚めているように見えることから、生成の初めにおいては逆の、眠りが属していると考えるのが理にかなっているからである。
ἔτι δὲ διὰ τὸ τὴν μετάβασιν ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι διὰ τοῦ μεταξὺ γίνεσθαι·
さらに、非存在から存在への移行は中間を通じて行われるからである。
ὁ δ᾽ ὕπνος εἶναι δοκεῖ τὴν φύσιν τῶν τοιούτων, οἷον τοῦ ζῆν καὶ τοῦ μὴ ζῆν μεθόριον, καὶ οὔτε μὴ εἶναι παντελῶς ὁ καθεύδων οὔτ᾽ εἶναι.
眠りはそのようなものの性質、すなわち生と非生の境界であると思われ、眠っている者は完全に存在していないわけでも、存在しているわけでもないからである。
τῷ γὰρ ἐγρηγορέναι τὸ ζῆν μάλισθ᾽ ὑπάρχει διὰ τὴν αἴσθησιν.
実際、生きていることは、感覚のゆえに、特に目覚めていることにおいて属している。
εἰ δ᾽ ἐστὶν ἀναγκαῖον ἔχειν αἴσθησιν τὸ ζῷον, καὶ τότε πρῶτόν ἐστι ζῷον ὅταν αἴσθησις γένηται πρῶτον, τὴν μὲν ἐξ ἀρχῆς διάθεσιν οὐχ ὕπνον ἀλλ᾽ ὅμοιον ὕπνῳ δεῖ νομίζειν, οἵανπερ ἔχει καὶ τὸ τῶν φυτῶν γένος·
しかし、もし動物が感覚を持つことが必然であり、また、最初に感覚が生じたときに初めて動物であるとするなら、最初の状態は眠りではなく、植物の属が持っているような、眠りに似た状態とみなさねばならない。
καὶ γὰρ συμβέβηκε κατὰ τοῦτον τὸν χρόνον τὰ ζῷα φυτοῦ βίον ζῆν.
実際、この時期において、動物は植物の生を生きているのである。
τοῖς δὲ φυτοῖς ὑπάρχειν ὕπνον ἀδύνατον·
しかし植物に眠りが属することは不可能である。
οὐθεὶς γὰρ ὕπνος ἀνέγερτος, τὸ δὲ τῶν φυτῶν πάθος τὸ ἀνάλογον τῷ ὕπνῳ ἀνέγερτον.
なぜなら、目覚めることのない眠りは存在しないが、眠りに対応する植物の状態は、目覚めさせられないものだからである。
καθεύδειν μὲν οὖν τὰ ζῷα τὸν πλείω χρόνον ἀναγκαῖον διὰ τὸ τὴν αὔξησιν καὶ τὸ βάρος ἐπικεῖσθαι τοῖς ἄνω τόποις (εἰρήκαμεν δὲ τὴν αἰτίαν τοῦ καθεύδειν τοιαύτην οὖσαν ἐν ἑτέροις)·
それゆえ、動物が大部分の時間を眠ることは必然である。 なぜなら、成長と重さが上部の場所にのしかかるからである(私たちは眠ることの原因がそのようなものであることを、他の著作で述べた)。
ἀλλ᾽ ὅμως ἐγειρόμενα φαίνεται καὶ ἐν τῇ μήτρᾳ (δῆλον δὲ γίνεται τοῦτο ἐν ταῖς ἀνατομαῖς καὶ ἐν τοῖς ᾠοτοκοῦσιν), εἶτ᾽ εὐθὺς καθεύδουσι καὶ καταφέρονται πάλιν.
しかし、それにもかかわらず、母親の胎内でも目覚めているように見える(このことは解剖や、卵生動物において明らかになる)。 そして彼らはすぐにまた眠り、再び眠りに落ちる。
διόπερ καὶ ἐξελθόντα τὸν πολὺν διάγει χρόνον καθεύδοντα.
それゆえ、胎外に出た後も、彼らは大半の時間を眠って過ごす。
καὶ ἐγρηγορότα μὲν οὐ γελᾷ τὰ παιδία, καθεύδοντα δὲ καὶ δακρύει καὶ γελᾷ.
そして子供たちは、目覚めているときには笑わないが、眠っているときには涙を流したり、笑ったりするのである。