Humanitext Reader

亚里士多德 · 动物的产生 §5.1#1

动物各部位的偶发性差异及其原因

第 81 段,共 93 段 · 希腊语

内容简介

作者论述了动物各部位出现的偶发性及个体性属性(如眼睛颜色、声音高低)应归因于物质和动力必然性而非目的因,进而考察了发育初期睡眠与觉醒的关系以及胚胎持续睡眠的原因。

§5.1#1Περὶ δὲ τῶν παθημάτων οἷς διαφέρουσι τὰ μόρια τῶν ζῴων θεωρητέον νῦν.
我们现在必须考察动物各部位据以产生差异的各种属性。
λέγω δὲ τὰ τοιαῦτα παθήματα τῶν μορίων, οἷον γλαυκότητα ὀμμάτων καὶ μελανίαν, καὶ φωνῆς ὀξύτητα καὶ βαρύτητα, καὶ χρώματος [ἢ σώματος] καὶ τριχῶν ἢ πτερῶν διαφοράν.
我所说的各部位的这些属性,例如眼睛的蓝色或黑色,声音的高低(尖锐与深重),以及肤色[或身体]、毛发或羽毛的差异。
τυγχάνει δὲ τῶν τοιούτων ἔνια μὲν ὅλοις ὑπάρχοντα τοῖς γένεσιν, ἐνίοις δ᾽ ὅπως ἔτυχεν, οἷον μάλιστ᾽ ἐπὶ τῶν ἀνθρώπων τοῦτο συμβέβηκεν.
这些属性中,有些属于整个属类,而有些则是偶然发生的,这种情况在人类中尤为明显。
ἔτι δὲ κατὰ τὰς τῆς ἡλικίας μεταβολὰς τὰ μὲν πᾶσιν ὁμοίως ὑπάρχει τοῖς ζῴοις, τὰ δ᾽ ὑπεναντίως, ὥσπερ περί τε φωνὰς καὶ περὶ τριχῶν χρόαν· τὰ μὲν γὰρ οὐ πολιοῦται πρὸς τὸ γῆρας ἐπιδήλως, ὁ δ᾽ ἄνθρωπος μάλιστα τοῦτο πάσχει τῶν ἄλλων ζῴων.
此外,随着年龄的变化,有些属性同样存在于所有动物中,有些则相反,正如关于声音和毛发颜色一样;因为有些动物在走向衰老时并没有明显的白毛,而人类在所有动物中受此影响最为显著。
καὶ τὰ μὲν εὐθὺς ἀκολουθεῖ γενομένοις, τὰ δε προϊούσης τῆς ἡλικίας γίνεται δῆλα καὶ γηρασκόντων.
有些属性在出生时就立即伴随,而有些则随着年龄的增长和衰老而变得明显。
περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας.
然而,关于所有这些及此类属性,我们不应再以同样的方式来考虑其原因。
ὅσα γὰρ μὴ τῆς φύσεως ἔργα κοινῇ μηδ᾽ ἴδια τοῦ γένους ἑκάστου, τούτων οὐθὲν ἕνεκά του τοιοῦτον οὔτ᾽ ἔστιν οὔτε γίνεται.
因为凡不是自然的直接工作(无论是共同的还是各个属类所特有的属性),其中没有任何一个是为了某种目的而存在或生成的。
ὀφθαλμὸς μὲν γὰρ ἕνεκά του, γλαυκὸς δ᾽ οὐχ ἕνεκά του, πλὴν ἂν ἴδιον ιἦ τοῦ γένους τοῦτο τὸ πάθος.
事实上,眼睛是为了某种目的,但蓝眼睛并不是为了某种目的,除非这种属性是该属类所特有的。
οὔτε δ᾽ ἐπ᾽ ἐνίων πρὸς τὸν λόγον συντείνει τὸν τῆς οὐσίας, ἀλλ᾽ ὡς ἐξ ἀνάγκης γιγνομένων εἰς τὴν ὕλην καὶ τὴν κινήσασαν ἀρχὴν ἀνακτέον τὰς αἰτίας.
在某些情况下,它并不有助于本质(实体)的定义,而必须将原因归结为物质和动力原理,作为必然产生的事物。
ὥσπερ γὰρ ἐλέχθη κατ᾽ ἀρχὰς ἐν τοῖς πρώτοις λόγοις, οὐ διὰ τὸ γίγνεσθαι ἕκαστον ποιόν τι, διὰ τοῦτο ποιόν τι ἐστίν, ὅσα τεταγμένα καὶ ὡρισμένα ἔργα τῆς φύσεώς ἐστιν, ἀλλὰ μᾶλλον διὰ τὸ εἶναι τοιαδὶ γίγνεται τοιαῦτα· τῇ γὰρ οὐσίᾳ ἡ γένεσις ἀκολουθεῖ καὶ τῆς οὐσίας ἕνεκά ἐστιν, ἀλλ᾽ οὐχ αὕτη τῇ γενέσει.
因为正如在最初的论述中开始时所说,并非因为每个事物生成为具有某种品质,它才具有该品质(就那些有序且限定的自然工作而言),而是因为它们本身是这样的,才生成为具有这种品质;因为生成顺应本质,并且是为了本质而存在,而不是本质顺应生成。
οἱ δ᾽ ἀρχαῖοι φυσιολόγοι τοὐναντίον ᾠήθησαν.
然而,古代的自然哲学家们却持相反的看法。
τούτου δ᾽ αἴτιον ὅτι οὐχ ἑώρων πλείους οὔσας τὰς αἰτίας, ἀλλὰ μόνον τὴν τῆς ὕλης καὶ τὴν τῆς κινήσεως, καὶ ταύτας ἀδιορίστως, τῆς δὲ τοῦ λόγου καὶ τῆς τοῦ τέλους ἀνεπισκέπτως εἶχον.
其原因在于,他们没有看到原因不止一个,而只看到物质和运动的原因,且含混不清,而对定义(形相)和目的的原因则不加考察。
ἔστι μὲν οὖν ἕκαστον ἕνεκά του, γίνεται δ᾽ ἤδη διά τε ταύτην τὴν αἰτίαν καὶ διὰ τὰς λοιπάς, ὅσαπερ ἐν τῷ λόγῳ ἐνυπάρχει τῷ ἑκάστου ἤ ἐστιν ἕνεκά του ἢ οὗ ἕνεκα.
因此,每个事物确实是为了某种目的,并且正是由于这一原因以及其余的原因(即每个事物的定义中所包含的一切,无论是为了某种目的还是目的本身)才得以生成。
τῶν δὲ μὴ τοιούτων, ὅσων ἐστὶ γένεσις, ἤδη τούτων τὸ αἴτιον ἐν τῇ κινήσει δεῖ καὶ τῇ γενέσει ζητεῖν, ὡς ἐν αὐτῇ τῇ συστάσει τὴν διαφορὰν λαμβανόντων.
然而,对于那些不属于此类但有生成过程的事物,我们必须在运动和生成中寻找其原因,因为它们在构造本身的阶段就获得了差异。
ὀφθαλμὸν μὲν γὰρ ἐξ ἀνάγκης ἕξει (τοιόνδε γὰρ ζῷον ὑπόκειται ὄν), τοιόνδε δὲ ὀφθαλμὸν ἐξ ἀνάγκης μέν, οὐ τοιαύτης δ᾽ ἀνάγκης, ἀλλ᾽ ἄλλον τρόπον, ὅτι τοιονδὶ οὒ τοιονδὶ ποιεῖν πέφυκε καὶ πάσχειν.
因为,动物必然会有眼睛(因为设定了它是一个具有眼睛的动物),但必然会有某种特定品质的眼睛,却不是由于目的论的必然性,而是以另一种方式,即物质和运动在性质上必然以这种方式而非那种方式起作用和受动。
διωρισμένων δὲ τούτων λέγωμεν περὶ τῶν ἐφεξῆς συμβαινόντων.
在明确了这些之后,让我们谈谈接下来的事情。
πρῶτον μὲν οὖν ὅταν γένωνται τὰ παιδία πάντων, μάλιστα τῶν ἀτελῶν, καθεύδειν εἴωθε, διὰ τὸ καὶ ἐν τῇ μητρί, ὅταν λάβῃ πρῶτον αἴσθησιν, καθεύδοντα διατελεῖν.
首先,当幼兽出生时,所有的,尤其是发育未完全就出生的幼兽,都习惯于睡眠,因为即使在母亲体内,从它们最初获得感觉时起,它们就一直处于睡眠状态。
ἔχει δ᾽ ἀπορίαν περὶ τῆς ἐξ ἀρχῆς γενέσεως, πότερον ἐγρήγορσις ὑπάρχει τοῖς ζῴοις πρότερον ἢ ὕπνος.
然而,关于最初的生成,存在一个疑难,即对动物而言,究竟是觉醒先存在还是睡眠先存在。
διὰ γὰρ τὸ φαίνεσθαι προϊούσης τῆς ἡλικίας ἐγειρόμενα μᾶλλον, εὔλογον τοὐναντίον ἐν τῇ ἀρχῇ τῆς γενέσεως ὑπάρχειν, τὸν ὕπνον.
因为随着年龄的增长,它们显得更加清醒,因此在生成的初期,反而是睡眠属于它们,这是合乎情理的。
ἔτι δὲ διὰ τὸ τὴν μετάβασιν ἐκ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι διὰ τοῦ μεταξὺ γίνεσθαι· ὁ δ᾽ ὕπνος εἶναι δοκεῖ τὴν φύσιν τῶν τοιούτων, οἷον τοῦ ζῆν καὶ τοῦ μὴ ζῆν μεθόριον, καὶ οὔτε μὴ εἶναι παντελῶς ὁ καθεύδων οὔτ᾽ εἶναι.
此外,从非存在到存在的过渡是通过中间状态进行的;而睡眠似乎具有这种中间状态的性质,就像是生与非生之间的边界,睡眠者既不是完全不存在,也不是完全存在。
τῷ γὰρ ἐγρηγορέναι τὸ ζῆν μάλισθ᾽ ὑπάρχει διὰ τὴν αἴσθησιν.
因为由于感觉的存在,生存最主要地体现在觉醒之中。
εἰ δ᾽ ἐστὶν ἀναγκαῖον ἔχειν αἴσθησιν τὸ ζῷον, καὶ τότε πρῶτόν ἐστι ζῷον ὅταν αἴσθησις γένηται πρῶτον, τὴν μὲν ἐξ ἀρχῆς διάθεσιν οὐχ ὕπνον ἀλλ᾽ ὅμοιον ὕπνῳ δεῖ νομίζειν, οἵανπερ ἔχει καὶ τὸ τῶν φυτῶν γένος· καὶ γὰρ συμβέβηκε κατὰ τοῦτον τὸν χρόνον τὰ ζῷα φυτοῦ βίον ζῆν.
但如果动物必然具有感觉,并且在最初产生感觉时才首次成为动物,那么最初的状态不应被视为睡眠,而应被视为类似于睡眠的状态,正如植物属类所拥有的那样;因为在这段时间里,动物实际上过着植物般的生活。
τοῖς δὲ φυτοῖς ὑπάρχειν ὕπνον ἀδύνατον· οὐθεὶς γὰρ ὕπνος ἀνέγερτος, τὸ δὲ τῶν φυτῶν πάθος τὸ ἀνάλογον τῷ ὕπνῳ ἀνέγερτον.
然而,植物是不可能拥有睡眠的;因为没有不能被唤醒的睡眠,而植物相当于睡眠的属性是无法被唤醒的。
καθεύδειν μὲν οὖν τὰ ζῷα τὸν πλείω χρόνον ἀναγκαῖον διὰ τὸ τὴν αὔξησιν καὶ τὸ βάρος ἐπικεῖσθαι τοῖς ἄνω τόποις (εἰρήκαμεν δὲ τὴν αἰτίαν τοῦ καθεύδειν τοιαύτην οὖσαν ἐν ἑτέροις)· ἀλλ᾽ ὅμως ἐγειρόμενα φαίνεται καὶ ἐν τῇ μήτρᾳ (δῆλον δὲ γίνεται τοῦτο ἐν ταῖς ἀνατομαῖς καὶ ἐν τοῖς ᾠοτοκοῦσιν), εἶτ᾽ εὐθὺς καθεύδουσι καὶ καταφέρονται πάλιν.
因此,动物大部分时间必须睡眠,因为生长和重量压在身体的上部(我们已在其他著作中说明了睡眠的原因属于此类);然而,即使在母亲体内,它们也显得会觉醒(这在解剖和卵生动物中变得很明显),然后它们立即睡眠并再次沉沉睡去。
διόπερ καὶ ἐξελθόντα τὸν πολὺν διάγει χρόνον καθεύδοντα.
因此,在出生后,它们也花费大量时间在睡眠上。
καὶ ἐγρηγορότα μὲν οὐ γελᾷ τὰ παιδία, καθεύδοντα δὲ καὶ δακρύει καὶ γελᾷ.
此外,幼畜在清醒时不会笑,但在睡眠时既会哭也会笑。

词汇与语法注释

  1. 5.1#1ὅσα γὰρ μὴ τῆς φύσεως ἔργα — 以 `ὅσα` 开头的关系从句(中性复数主格)由主句中的 `τούτων`(属格复数)承接,起到了部分属格或先行词的作用。这一句式表明,对于那些不属于自然本质工作的偶发属性,目的论(`ἕνεκά του`)并不适用。
  2. 5.1#1οὐ διὰ τὸ γίγνεσθαι ἕκαστον ποιόν τι, διὰ τοῦτο ποιόν τι ἐστίν — 使用冠词+不定式(`τὸ γίγνεσθαι` 与 `τὸ εἶναι`)的对比句式。前者表示“因为生成”,而后者表示“因为具有如此本质”(即拥有如此实体)。这是亚里士多德用来反驳前苏格拉底自然哲学家因果观(认为生成先于本质)的核心语法结构。
  3. 5.1#1τὴν μὲν ἐξ ἀρχῆς διάθεσιν — 由无人称动词 `δεῖ` 引导的带对格的不定式(A.C.I.)结构。`τὴν μὲν ἐξ ἀρχῆς διάθεσιν`(最初的状态)是不定式 `νομίζειν` 的语法宾语,而 `οὐχ ὕπνον ἀλλ᾽ ὅμοιον ὕπνῳ`(不是睡眠而是类似于睡眠的状态)则作为其宾语补足语(谓语对格)。

引用这一段

亚里士多德, 动物的产生 §5.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:5.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。