§4.9Ἐπὶ κεφαλὴν δ᾽ ἡ γένεσίς ἐστι τοῖς ζῴοις πᾶσιν ἡ κατὰ φύσιν διὰ τὸ τὰ ἄνω τοῦ ὀμφαλοῦ μείζω ἔχειν ἢ τὰ κάτω.
すべての動物において、自然に適った誕生は頭から行われる。 その理由は、へその緒よりも上の部分が下の部分よりも大きいからである。
καθάπερ οὖν ἐν ζυγοῖς ἠρτημένα ἐξ αὐτοῦ ῥέπει ἐπὶ τὸ βάρος.
それゆえ、へその緒から吊り下げられた天秤におけるように、それは重い方へと傾く。
ἔχει δὲ τὰ μείζω πλεῖον βάρος.
そして、より大きいものはより多くの重さを持つ。
§4.10οἱ δὲ χρόνοι τῆς κυήσεως ἑκάστῳ τῶν ζῴων ὡρισμένοι τυγχάνουσιν ὡς μὲν ἐπὶ τὸ πολὺ κατὰ τοὺς βίους.
それぞれの動物の妊娠期間は定められており、大体においてそれぞれの寿命に対応している。
τῶν γὰρ χρονίων καὶ τὰς γενέσεις εὔλογον εἶναι χρονιωτέρας.
なぜなら、長寿の動物にとっては、その誕生もまたより長い時間を要するのが理にかなっているからである。
οὐ μὴν τοῦτό γ᾽ ἐστὶν αἴτιον, ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ τοῦτο συμβέβηκεν·
もっとも、これが直接の原因なのではなく、大体においてそうなっているにすぎない。
τὰ γὰρ μείζω καὶ τελειότερα τῶν ἐναίμων ζῴων καὶ ζῶσι πολὺν χρόνον, οὐ μέντοι τὰ μείζω πάντα μακροβιώτερα.
というのも、有血動物のうち、より大きくより完全なものは長生きするが、しかし、大きな動物のすべてがより長寿であるわけではないからである。
πάντων γὰρ ἄνθρωπος πλείω ζῇ χρόνον, πλὴν ἐλέφαντος, ὅσων ἀξιόπιστον ἔχομεν τὴν πεῖραν·
実際、信頼できる経験が得られている限り、人間はゾウを除いてあらゆる動物の中で最も長生きする。
ἔλαττον δ᾽ ἐστὶ τὸ γένος τὸ τῶν ἀνθρώπων ἢ τὸ τῶν λοφούρων καὶ πολλῶν ἄλλων.
しかし、人間の属は、たてがみのある動物や他の多くの動物よりも小さい。
αἴτιον δὲ τοῦ μὲν εἶναι μακρόβιον ὁτιοῦν ζῷον τὸ κεκρᾶσθαι παραπλησίως πρὸς τὸν περιέχοντα ἀέρα, καὶ δι᾽ ἄλλα συμπτώματ᾽ ἄττα φυσικά, περὶ ὧν ὕστερον ἐροῦμεν, τῶν δὲ χρόνων τῶν περὶ τὴν κύησιν τὸ μέγεθος τῶν γεννωμένων.
さて、任意の動物が長寿である原因は、周囲の空気と調和した混合状態にあることや、その他のいくつかの自然な偶発的性質によるものであり、それらについては後に述べる。 これに対し、妊娠期間の原因は、生まれてくるものの大きさである。
οὐ γὰρ ῥᾴδιον ἐν ὀλίγῳ χρόνῳ λαμβάνειν τὴν τελείωσιν τὰς μεγάλας συστάσεις οὔτε ζῴων οὔτε τῶν ἄλλων ὡς εἰπεῖν οὐθενός.
なぜなら、大きな体制を持つものが、動物であれ他のいかなるものであれ、およそ短期間で完成に達することは容易ではないからである。
διόπερ ἵπποι καὶ τὰ συγγενῆ ζῷα τούτοις ἐλάττω ζῶντα χρόνον κύει πλείω χρόνον·
それゆえ、馬やそれに類する動物は、人間よりも寿命が短いにもかかわらず、より長い期間妊娠する。
τῶν μὲν γὰρ ἐνιαύσιος ὁ τόκος, τῶν δὲ δεκάμηνος ὁ πλεῖστος.
すなわち、あるものは出産が1年であり、あるものはせいぜい10ヶ月である。
διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν πολυχρόνιος καὶ ὁ τῶν ἐλεφάντων ἐστὶ τόκος·
同じ原因によって、ゾウの出産も長期にわたる。
διετὴς γὰρ ἡ κύησις διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους.
すなわち、その大きさが極端に大きいために、妊娠は2年間に及ぶのである。
εὐλόγως δὲ πάντων οἱ χρόνοι καὶ τῶν κυήσεων καὶ τῶν γενέσεων καὶ τῶν βίων μετρεῖσθαι βούλονται κατὰ φύσιν περιόδοις.
もっとも、すべてにおいて妊娠・出生・寿命の期間が、自然に適った周期によって測定されることを目指しているのは理にかなっている。
λέγω δὲ περίοδον ἡμέραν καὶ νύκτα καὶ μῆνα καὶ ἐνιαυτὸν καὶ τοὺς χρόνους τοὺς μετρουμένους τούτοις, ἔτι δὲ τὰς τῆς σελήνης περιόδους.
私が周期と呼ぶのは、昼と夜、月、年、およびこれらによって測定される時間、さらには月の周期である。
εἰσὶ δὲ περίοδοι σελήνης πανσέληνοί· τε καὶ φθίσεις καὶ τῶν μεταξὺ χρόνων αἱ διχοτομίαι·
月の周期とは、満月や新月、そしてそれらの間の期間である半月のことである。
κατὰ γὰρ ταύτας συμβάλλει πρὸς τὸν ἥλιον· ὁ γὰρ μεὶς κοινὴ περίοδός ἐστιν ἀμφοτέρων.
というのも、これらの時期において月は太陽と合になるからであり、ひと月は両者に共通の周期だからである。
ἔστι δὲ ἡ σελήνη ἀρχὴ διὰ τὴν πρὸς τὸν ἥλιον κοινωνίαν καὶ τὴν μετάληψιν τὴν τοῦ φωτός·
月は太陽との交わりと、その光の受容によって、一つの始まりとなっている。
γίνεται γὰρ ὥσπερ ἄλλος ἥλιος ἐλάττων·
なぜなら、それはあたかももう一つの、より小さな太陽のようになるからである。
διὸ συμβάλλεται εἰς πάσας τὰς γενέσεις καὶ τελειώσεις.
それゆえ、月はすべての生成と完成に関与する。
καὶ γὰρ θερμότητες καὶ ψύξεις μέχρι συμμετρίας τινὸς ποιοῦσι τὰς γενέσεις, μετὰ δὲ ταῦτα τὰς φθοράς. τούτων δ᾽ ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς αἱ τούτων κινήσεις τῶν ἄστρων.
温熱と冷却は、ある適度な調和までは生成をもたらし、それを超えると消滅をもたらすが、これらの星々の運行が、この生成と消滅の始まりと終わりの境界を保持している。
ὥσπερ γὰρ καὶ θάλατταν καὶ πᾶσαν ὁρῶμεν τὴν τῶν ὑγρῶν φύσιν ἱσταμένην καὶ μεταβάλλουσαν κατὰ τὴν τῶν πνευμάτων κίνησιν καὶ στάσιν, τὸν δ᾽ ἀέρα καὶ τὰ πνεύματα κατὰ τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης περίοδον, οὕτω καὶ τὰ ἐκ τούτων φυόμενα καὶ τὰ ἐν τούτοις ἀκολουθεῖν ἀναγκαῖον.
というのも、海やすべての液体の性質が、風の動きや静止に従って静まり、また変化するのを見るように、また空気や風が太陽や月の周期に従うのを見るように、これらから生じるものやこれらの中にあるものもまた、それに従わざるを得ないからである。
κατὰ λόγον γὰρ ἀκολουθεῖν καὶ τὰς τῶν ἀκυροτέρων περιόδους ταῖς τῶν κυριωτέρων.
なぜなら、支配力のより弱いものの周期が、より支配的なものの周期に従うのは理にかなっているからである。
βίος γάρ τις καὶ πνεύματός ἐστι καὶ γένεσις καὶ φθίσις.
実際、風にも一種の寿命や、生成や消滅がある。
τῆς δὲ τῶν ἄστρων τούτων περιφορᾶς τάχ᾽ ἂν ἕτεραί τινες εἶεν ἀρχαί.
そして、これら天体の運行には、おそらくまた別の原理があるだろう。
βούλεται μὲν οὖν ἡ φύσις τοῖς τούτων ἀριθμοῖς ἀριθμεῖν τὰς γενέσεις καὶ τὰς τελευτάς, οὐκ ἀκριβοῖ δὲ διά τε τὴν τῆς ὕλης ἀοριστίαν καὶ διὰ τὸ γίνεσθαι πολλὰς ἀρχάς, αἳ τὰς γενέσεις τὰς κατὰ φύσιν καὶ τὰς φθορὰς ἐμποδίζουσαι πολλάκις αἴτιαι τῶν παρὰ φύσιν συμπιπτόντων εἰσίν.
さて、自然はこれら天体の運行の数によって生成と消滅を数えようと望むが、物質の不確定性や、多くの異なる原因が発生するために、正確には一致させられない。 それらの原因は、自然に適った生成や消滅を妨げることで、しばしば自然に反する偶発事の原因となるのである。
Περὶ μὲν οὖν τῆς ἔσωθεν τροφῆς τῶν ζῴων καὶ τῆς θύραζε γενέσεως εἴρηται, καὶ χωρὶς περὶ ἑκάστου καὶ κοινῇ περὶ πάντων.
さて、動物の内部における栄養と、外部への誕生については、個々のものについても全体に共通する点についても述べられた。
Ε.
E