§3.4Περὶ μὲν οὖν τῶν ἐν αὑτοῖς μὲν ᾠοτοκούντων τέλειον ᾠὸν θύραζε δὲ ζῳοτοκούντων τοῦτον ἔχει τὸν τρόπον ἡ γένεσις, οἱ δὲ πλεῖστοι τῶν ἄλλων ἰχθύων ἐκτὸς ᾠοτοκοῦσιν, ἀτελὲς δ᾽ ᾠὸν πάντες πλὴν βατράχου·
さて、体内では完全な卵を形成するが体外へは胎生であるものたちの発生は、このような仕方で行われる。 しかし、他の魚類の大部分は体外に卵を産み、アンコウを除いて、すべて不完全な卵を産む。
περὶ δὲ τούτου τὸ αἴτιον εἴρηται πρότερον.
このアンコウの原因については、前に述べられた。
εἴρηται δὲ καὶ περὶ τῶν ἀτελῆ τικτόντων τὸ αἴτιον.
また、不完全な卵を産むものたちの原因についても述べられた。
ἡ δὲ γένεσις καὶ τούτων ἡ μὲν ἐκ τοῦ ᾠοῦ τὸν αὐτὸν ἔχει τρόπον ὅνπερ καὶ τῶν σελαχῶν τῶν ἐντὸς ᾠοτοκούντων, πλὴν ἥ γ᾽ αὔξησις ταχεῖα καὶ ἐκ μικρῶν, καὶ τὸ ἔσχατον τοῦ ᾠοῦ σκληρότερον.
これら(の魚類)の発生も、卵からの発生そのものは、体内で卵を形成する軟骨魚類のそれと同じ仕方で行われる。 ただし、少なくとも成長は速く、かつ小さなものから始まり、卵の最外殻はより硬い。
ἡ δὲ τοῦ ᾠοῦ αὔξησις ὁμοία τοῖς σκώληξίν ἐστιν·
卵の成長は蠕虫の成長に似ている。
καὶ γὰρ τὰ σκωληκοτοκοῦντα τῶν ζῴων μικρὸν ἀποτίκτει τὸ πρῶτον, τοῦτο δ᾽ αὐξάνεται δι᾽ αὑτοῦ καὶ οὐ διὰ πρόσφυσιν οὐδεμίαν.
というのも、蠕虫を産む動物は最初は小さなものを産み出すが、これは自らの力で成長するのであって、何らかの付着によるのではないからである。
τὸ δ᾽ αἴτιον παραπλήσιον ὅπερ ἐπὶ τῆς ζύμης·
その原因は、酵母において起こることとほぼ同様である。
καὶ γὰρ ἡ ζύμη ἐκ μικρᾶς μεγάλη γίνεται τοῦ μὲν στερεωτέρου ὑγραινομένου, τοῦ δ᾽ ὑγροῦ πνευματουμένου.
なぜなら、酵母は、より固い部分が液状化し、液状の部分が気体化することによって、小さなものから大きなものになるからである。
δημιουργεῖ δὲ τοῦτο ἡ τοῦ ψυχικοῦ θερμοῦ φύσις ἐν τοῖς ζῴοις, ἐν δὲ ταῖς ζύμαις ἡ τοῦ χυμοῦ τοῦ συγκραθέντος θερμότης.
動物においては、霊魂の熱の本性がこれを引き起こし、酵母においては、混ぜ合わされた液汁の熱さがこれを引き起こす。
αὐξάνεται μὲν οὖν τὰ ᾠὰ ἐξ ἀνάγκης μὲν διὰ ταύτην τὴν αἰτίαν (ἔχει γὰρ περίττωμα ζυμῶδες), χάριν δὲ τοῦ βελτίονος·
したがって、卵は一方では、このような原因(というのも、卵は酵母のような余剰物を持っているからである)によって必然的に成長するが、他方では、より善きことのために成長するのである。
ἐν ταῖς ὑστέραις γὰρ ἀδύνατον αὐτοῖς λαμβάνειν᾽ ὅλην τὴν αὔξησιν διὰ τὴν τῶν ζῴων πολυτοκίαν τούτων.
なぜなら、これら多産な動物においては、子宮が狭いために、子宮の内部で卵が完全な成長を遂げることは不可能だからである。
διὰ τοῦτο γὰρ καὶ μικρα πάμπαν ἀποκρίνεται καὶ ταχεῖαν λαμβάνει τὴν αὔξησιν, μικρὰ μὲν διὰ τὸ στενοχωρῆ τὴν ὑστέραν εἶναι πρὸς τὸ πλῆθος τῶν ᾠῶν, ταχὺ δ᾽ ὅπως μὴ χρονιζόντων ἐν τῇ γενέσει περὶ τὴν αὔξησιν φθείρηται τὸ γένος, ἐπεὶ καὶ νῦν τὰ πολλὰ φθείρεται τῶν ἐκτικτομένων κυημάτων·
まさにこのために、卵はきわめて小さく分離され、かつ急速に成長するのである。 小さいのは、卵の多さに対して子宮が狭いからであり、急速なのは、発生において成長に時間をかけすぎることで、その種が滅びてしまわないようにするためである。 実際、現在でも、産み出される胚の大部分は失われてしまう。
διόπερ πολύγονόν ἐστι τὸ γένος τὸ τῶν ἰχθύων·
それゆえ、魚類の種は多産なのである。
ἀναμάχεται γὰρ ἡ φύσις τῷ πλήθει τὴν φθοράν, εἰσὶ δέ τινες οἳ διαρρήγνυνται τῶν ἰχθύων, οἷον ἡ καλουμένη βελόνη, διὰ τὸ μέγεθος τῶν ᾠῶν αὕτη γὰρ ἀντὶ τοῦ πολλὰ μεγάλα τὰ κυήματα ἴσχει·
自然は、数の多さによって(胚の)消滅を埋め合わせているからである。 しかし、魚類の中には、例えばいわゆるヨウジウオのように、卵の大きさのために腹が裂けてしまうものもいる。 というのも、この魚は多数の胚を持つ代わりに、大きな胚を持つからである。
τοῦ γὰρ πλήθους ἡ φύσις ἀφελοῦσα προσέθηκε πρὸς τὸ μέγεθος.
自然が、数から差し引いて、大きさに加えたからである。