Humanitext Reader

亚里士多德 · 动物的产生 §3.4

产不完全卵鱼类的发生与多产的原因

第 49 段,共 93 段 · 希腊语

内容简介

阐述在体外产下不完全卵的大多数鱼类的产生过程,将卵的迅速自我生长比作酵母膨胀,并解释自然如何通过多产和大小的权衡来弥补胚胎的高损耗率。

§3.4Περὶ μὲν οὖν τῶν ἐν αὑτοῖς μὲν ᾠοτοκούντων τέλειον ᾠὸν θύραζε δὲ ζῳοτοκούντων τοῦτον ἔχει τὸν τρόπον ἡ γένεσις, οἱ δὲ πλεῖστοι τῶν ἄλλων ἰχθύων ἐκτὸς ᾠοτοκοῦσιν, ἀτελὲς δ᾽ ᾠὸν πάντες πλὴν βατράχου· περὶ δὲ τούτου τὸ αἴτιον εἴρηται πρότερον.
至于在体内产生完全的卵但在体外产出活子的动物,它们的产生就是以这种方式进行的。 然而,其他大多数鱼类都在体外产卵,且除琵琶鱼外,所有鱼类产下的都是不完全的卵;关于琵琶鱼的原因之前已经说明过。
εἴρηται δὲ καὶ περὶ τῶν ἀτελῆ τικτόντων τὸ αἴτιον.
关于产下不完全的卵的鱼类的原因也已说明过。
ἡ δὲ γένεσις καὶ τούτων ἡ μὲν ἐκ τοῦ ᾠοῦ τὸν αὐτὸν ἔχει τρόπον ὅνπερ καὶ τῶν σελαχῶν τῶν ἐντὸς ᾠοτοκούντων, πλὴν ἥ γ᾽ αὔξησις ταχεῖα καὶ ἐκ μικρῶν, καὶ τὸ ἔσχατον τοῦ ᾠοῦ σκληρότερον.
这些鱼类的产生,就从卵中发育而言,与在体内产卵的软骨鱼类以相同的方式进行,只不过至少它们的生长是迅速的,且是从微小的状态开始,而卵的最外层也更硬。
ἡ δὲ τοῦ ᾠοῦ αὔξησις ὁμοία τοῖς σκώληξίν ἐστιν· καὶ γὰρ τὰ σκωληκοτοκοῦντα τῶν ζῴων μικρὸν ἀποτίκτει τὸ πρῶτον, τοῦτο δ᾽ αὐξάνεται δι᾽ αὑτοῦ καὶ οὐ διὰ πρόσφυσιν οὐδεμίαν.
卵的生长类似于蠕虫;因为产生蠕虫的动物起初产下微小的东西,而这是靠其自身生长,而不是通过任何附着。
τὸ δ᾽ αἴτιον παραπλήσιον ὅπερ ἐπὶ τῆς ζύμης· καὶ γὰρ ἡ ζύμη ἐκ μικρᾶς μεγάλη γίνεται τοῦ μὲν στερεωτέρου ὑγραινομένου, τοῦ δ᾽ ὑγροῦ πνευματουμένου.
其原因与酵母中发生的情况非常相似;因为酵母由小变大,是由于较坚固的部分变湿,而湿润的部分气化。
δημιουργεῖ δὲ τοῦτο ἡ τοῦ ψυχικοῦ θερμοῦ φύσις ἐν τοῖς ζῴοις, ἐν δὲ ταῖς ζύμαις ἡ τοῦ χυμοῦ τοῦ συγκραθέντος θερμότης.
在动物中,灵魂之热的本性产生了这种现象,而在酵母中,则是混合汁液的热量产生的。
αὐξάνεται μὲν οὖν τὰ ᾠὰ ἐξ ἀνάγκης μὲν διὰ ταύτην τὴν αἰτίαν (ἔχει γὰρ περίττωμα ζυμῶδες), χάριν δὲ τοῦ βελτίονος· ἐν ταῖς ὑστέραις γὰρ ἀδύνατον αὐτοῖς λαμβάνειν᾽ ὅλην τὴν αὔξησιν διὰ τὴν τῶν ζῴων πολυτοκίαν τούτων.
因此,一方面,卵由于这种原因(因为它们含有类似酵母的残留物)必然会生长,但另一方面,它们是为了更好的目的而生长;因为在这些多产的动物中,由于子宫狭窄,卵不可能在子宫内获得完全的生长。
διὰ τοῦτο γὰρ καὶ μικρα πάμπαν ἀποκρίνεται καὶ ταχεῖαν λαμβάνει τὴν αὔξησιν, μικρὰ μὲν διὰ τὸ στενοχωρῆ τὴν ὑστέραν εἶναι πρὸς τὸ πλῆθος τῶν ᾠῶν, ταχὺ δ᾽ ὅπως μὴ χρονιζόντων ἐν τῇ γενέσει περὶ τὴν αὔξησιν φθείρηται τὸ γένος, ἐπεὶ καὶ νῦν τὰ πολλὰ φθείρεται τῶν ἐκτικτομένων κυημάτων·
正因为如此,它们在极小时就被排出,并且生长迅速——小是因为子宫相对于卵的数量而言过于狭窄,迅速是为了防止它们在发生过程中因在生长上耽搁太久而导致种群灭绝,因为即便在现在,产下的胚胎大部分也会被毁灭。
διόπερ πολύγονόν ἐστι τὸ γένος τὸ τῶν ἰχθύων·
因此,鱼类这一种属是非常多产的;因为自然通过数量来弥补损耗。
ἀναμάχεται γὰρ ἡ φύσις τῷ πλήθει τὴν φθοράν, εἰσὶ δέ τινες οἳ διαρρήγνυνται τῶν ἰχθύων, οἷον ἡ καλουμένη βελόνη, διὰ τὸ μέγεθος τῶν ᾠῶν αὕτη γὰρ ἀντὶ τοῦ πολλὰ μεγάλα τὰ κυήματα ἴσχει· τοῦ γὰρ πλήθους ἡ φύσις ἀφελοῦσα προσέθηκε πρὸς τὸ μέγεθος.
但是,有些鱼类会因为卵的巨大而胀破,例如所谓的针鱼;因为这种鱼拥有的不是数量多,而是巨大的胚胎;因为自然从数量中扣除,并加到了大小上。

词汇与语法注释

  1. p.755aτοῦ μὲν στερεωτέρου ὑγραινομένου, τοῦ δ᾽ ὑγροῦ πνευματουμένου — 并列了两个具有对比意义的属格独立分词结构。它们将酵母膨胀的物理机制解释为双重相变:较坚固部分的液化(ὑγραινομένου)和液体部分的气化(πνευματουμένου)。
  2. p.755aἀναμάχεται γὰρ ἡ φύσις τῷ πλήθει τὴν φθοράν — 动词 ἀναμάχομαι(抵抗、弥补、挽回)在此处的结构中,表示“利用与格(τῷ πλήθει:通过数量之多)来弥补宾格(τὴν φθοράν:损耗/毁灭)”。这体现了自然在物种生存中所采取的补偿机制。
  3. p.755aἀντὶ τοῦ πολλὰ μεγάλα τὰ κυήματα ἴσχει — 这是介词 ἀντὶ 与带冠词不定式(τοῦ ἴσχειν)的结构,其中不定式(如 ἴσχειν 或 ἔχειν)为了避免与后半句的 ἴσχει 重复而被省略,仅留下了形容词 πολλά。这种省略的倒装结构使“拥有大胚胎而非多胚胎”的对比更加紧凑。

引用这一段

亚里士多德, 动物的产生 §3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。