§3.2#2τοῖς μὲν γὰρ ζῳοτοκουμένοις ἐν ἄλλῳ μορίῳ γίνεται ἡ τροφή, τὸ καλούμενον γάλα, ἐν τοῖς μαστοῖς· τοῖς δ’ ὄρνισι τοῦτο ποιεῖ ἡ φύσις ἐν τοῖς ᾠοῖς, τοὐναντίον μέντοι ἢ οἵ τε ἄνθρωποι οἴονται καὶ Ἀλκμαίων φησὶν ὁ Κροτωνιάτης.
胎生動物においては、いわゆる乳と呼ばれる栄養が別の部位である乳房において形成されるが、鳥類においては、自然がこれを卵の中で行う。 しかしながら、一般の人々が考え、またクロトンのアルクマイオンが主張しているのとは全く反対である。
οὐ γὰρ τὸ λευκόν ἐστι γάλα, ἀλλὰ τὸ ὠχρόν·
というのも、乳に相当するのは白身ではなく黄身だからである。
τοῦτο γάρ ἐστιν ἡ τροφὴ τοῖς νεοττοῖς·
すなわち、これが雛たちの栄養なのである。
οἱ δ’ οἴονται τὸ λευκὸν διὰ τὴν ὁμοιότητα τοῦ χρώματος.
しかし人々は、色が似ているという理由から白身がそうであると考えている。
γίνεται μὲν οὖν ἐπῳαζούσης, καθάπερ εἴρηται, τῆς ὄρνιθος ὁ νεοττός·
さて、述べられたように、雌鳥が抱卵するときに雛は形成される。
οὐ μὴν ἀλλὰ κἂν ἡ ὥρα ᾖ εὔκρατος ἢ ὁ τόπος ἀλεεινός, ἐν ᾧ ἂν κείμενα τυγχάνωσιν, ἐκπέττεται καὶ τὰ τῶν ὀρνίθων καὶ τὰ τῶν τετραπόδων καὶ ᾠοτόκων.
とはいえ、気候が穏やかであるか、あるいは卵が置かれている場所が温かいならば、鳥類の卵も、四足の卵生動物の卵も(抱卵なしで)孵る。
πάντα γὰρ εἰς τὴν γῆν ἐκτίκτει, καὶ συμπέττονται ὑπὸ τῆς ἐν τῇ γῇ θερμότητος.
なぜなら、これらはすべて卵を地面に産み落とし、地中の熱によって成熟するからである。
ὅσα δ’ ἐπῳάζει φοιτῶντα τῶν ᾠοτόκων καὶ τετραπόδων, ταῦτα ποιεῖ μᾶλλον φυλακῆς χάριν.
卵生の四足動物のうちで、通って抱卵するものは、むしろ保護のためにそうしているのである。
τὸν αὐτὸν δὲ τρόπον γίνεται τά τε τῶν ὀρνίθων ᾠὰ καὶ τὰ τῶν ζῴων τῶν τετραπόδων·
鳥類の卵と四足動物の卵は同じようにして形成される。
καὶ γὰρ σκληρόδερμα καὶ δίχροα, καὶ πρὸς τῷ διαζώματι συνίσταται καθάπερ καὶ τὰ τῶν ὀρνίθων, καὶ τἆλλα ταὐτὰ πάντα συμβαίνει καὶ ἐντὸς καὶ ἐκτός.
それらは殻が硬く、二色であり、鳥の卵と同様に隔壁の近くに生じ、その他すべてのことも内側と外側の両方で同様に起こるからである。
ὥστε ἡ αὐτὴ θεωρία περὶ τῆς αἰτίας ἐστὶ πάντων.
したがって、すべてについてその原因に関する考察は同じである。
ἀλλὰ τὰ μὲν τῶν τετραπόδων δι’ ἰσχὺν ἐκπέττεται καὶ ὑπὸ τῆς ὥρας, τὰ δὲ τῶν ὀρνέων ἐπικηρότερα, καὶ δεῖται τῆς τεκούσης.
しかし、四足動物の卵はその強さのゆえに気候によっても成熟するが、鳥類の卵はより壊れやすく、産んだ親を必要とする。
ἔοικε δὲ καὶ ἡ φύσις βούλεσθαι τὴν τῶν τέκνων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν·
また自然は、子に対する配慮の感覚を植え付けようと望んでいるようである。
ἀλλὰ τοῖς μὲν χείροσι τοῦτ’ ἐμποιεῖ μέχρι τοῦ τεκεῖν μόνον, τοῖς δὲ καὶ περὶ τὴν τελέωσιν, ὅσα δὲ φρονιμώτερα, καὶ περὶ τὴν ἐκτροφήν.
しかし、より下等な動物にはこれを産む時までしか与えず、他のものには完成する時まで、そしてより知的なものには養育の時まで与える。
τοῖς δὲ δὴ μάλιστα κοινωνοῦσι φρονήσεως καὶ πρὸς τελεωθέντα γίνεται συνήθεια καὶ φιλία, καθάπερ τοῖς τε ἀνθρώποις καὶ τῶν τετραπόδων ἐνίοις, τοῖς δ’ ὄρνισι μέχρι τοῦ γεννῆσαι καὶ ἐκθρέψαι·
そして、知性を最も多く分かち合っているものにおいては、子が成長した後も親密さと愛情が生じる。 人間や四足動物の一部がそうであるように。 しかし鳥類においては、生み育て上げるまでである。
διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι, ὅταν τέκωσι, διατίθενται χεῖρον, ὥσπερ ἑνός τινος στερισκόμεναι τῶν συμφύτων.
それゆえ、たとえ抱卵しない雌であっても、産卵すると、あたかも生まれ持った体の一部を奪われたかのように状態が悪くなる。
τελεοῦται δ’ ἐν τοῖς ᾠοῖς τὰ ζῷα θᾶττον ἐν ταῖς ἀλεειναῖς ἡμέραις·
卵の中の動物は、温かい日々においてより早く完成する。
συνεργάζεται γὰρ ἡ ὥρα.
季節が協力するからである。
καὶ γὰρ ἡ πέψις θερμότης τις ἐστίν.
実際、成熟とは一種の熱作用なのである。
ἥ τε γὰρ γῆ συμπέττει τῇ θερμότητι, καὶ ἡ ἐπῳάζουσα ταὐτὸ τοῦτο δρᾷ·
大地もその熱によって成熟させ、抱卵する鳥もこれと全く同じことを行う。
προσεγχεῖ γὰρ τὸ ἐν αὑτῇ θερμόν.
彼女は自身の内にある熱を注ぎ込むからである。
καὶ διαφθείρεται δὲ τὰ ᾠὰ καὶ γίνεται τὰ καλούμενα οὔρια μᾶλλον κατὰ τὴν θερμὴν ὥραν εὐλόγως·
そして、卵が腐敗していわゆる風卵になるのも、暑い季節においてより起こりやすいのは道理である。
ὥσπερ γὰρ καὶ οἱ οἶνοι ἐν ταῖς ἀλέαις ὀξύνονται ἀνατρεπομένης τῆς ἰλύος (τοῦτο γὰρ αἴτιον τῆς διαφθορᾶς), καὶ ἐν τοῖς ᾠοῖς ἡ λέκιθος·
というのも、ワインが暑さの中で澱が撹拌されることによって酸っぱくなる(これが腐敗の原因である)のと同様に、卵においては黄身が原因となるからである。
τοῦτο γὰρ ἐν ἀμφοτέροις τὸ γεῶδες.
なぜなら、これが両者における土的な成分だからである。
διὸ καὶ ἀναθολοῦται ὁ οἶνος μιγνυμένης τῆς ἰλύος, καὶ τὰ διαφθειρόμενα ᾠὰ τῆς λεκίθου.
それゆえ、澱が混ざることでワインが濁るように、腐敗する卵も黄身が混ざることで濁る。
τοῖς μὲν οὖν πολυτόκοις συμβαίνει τὸ τοιοῦτον εὐλόγως (οὐ γὰρ ῥᾴδιον τὴν ἁρμόττουσαν πᾶσιν ἀποδιδόναι θερμασίαν, ἀλλὰ τοῖς μὲν ἐλλείπειν τοῖς δὲ πλεονάζειν, καὶ ἀναθολοῦν οἷον σήπουσαν), τοῖς δὲ γαμψώνυξιν ὀλιγοτόκοις οὖσιν οὐδὲν ἧττον συμβαίνει τοῦτο·
したがって、多産な動物においてこのようなことが起こるのは道理である(すべてに適切な熱を与えることは容易ではなく、あるものには不足し、あるものには過剰となり、腐敗させるかのように濁らせてしまうからである)。 しかし、鉤爪を持つ鳥のように少産なものにおいても、同様にこれが起こる。
πολλάκις μὲν γὰρ καὶ τοῖν δυοῖν θάτερον οὔριον γίνεται, τὸ δὲ τρίτον ὡς εἰπεῖν ἀεί·
なぜなら、しばしば二つのうちの一方が風卵になり、三つ目の卵はほぼ常にそうなるからである。
θερμὰ γὰρ ὄντα τὴν φύσιν οἷον ὑπερζεῖν ποιεῖ τὴν ὑγρότητα τὴν ἐν τοῖς ᾠοῖς.
彼らは生まれつき熱いため、卵の中の水分をいわば沸騰させてしまうからである。
ἔχει γὰρ δὴ καὶ τὴν φύσιν ἐναντίαν τό τε ὠχρὸν καὶ τὸ λευκόν.
事実、黄身と白身は互いに反対の性質を持っている。
τὸ μὲν γὰρ ὠχρὸν ἐν τοῖς πάγοις πήγνυται, θερμαινόμενον δὲ ὑγραίνεται·
というのも、黄身は寒さの中で固まり、温められると液状化するからである。
διὸ καὶ συμπεττόμενον ἐν τῇ γῇ ἢ ὑπὸ τοῦ ἐπῳάζειν ὑγραίνεται, καὶ τοιοῦτον ὂν γίνεται τροφὴ τοῖς συνισταμένοις ζῴοις.
それゆえ、地中での、あるいは抱卵による成熟の過程で液状化し、その状態になることで、形成される動物の栄養となるのである。