§3.2#3πυρούμενον δὲ καὶ ὀπτώμενον οὐ γίνεται σκληρὸν διὰ τὸ εἶναι τὴν φύσιν γεῶδες οὕτως ὥσπερ κηρός·
しかし、(黄身は)火を通されたり焼かれたりしても、その本性が蝋のように土的であるために、硬くはならない。
καὶ διὰ τοῦτο θερμαινόμενα μᾶλλον, ἐὰν ᾖ μὴ ἐξ ὑγροῦ περιττώματος, διοροῦται καὶ γίνεται οὔρια.
そしてこのために、余分な湿った残渣から生じたのでない限り、温められると(白身から)分離し、風卵となる。
τὸ δὲ λευκὸν ὑπὸ μὲν τῶν πάγων οὐ πήγνυται, ἀλλ’ ὑγραίνεται μᾶλλον (τὸ δ’ αἴτιον εἴρηται πρότερον), πυρούμενον δὲ γίνεται στερεόν·
これに対して白身は、寒さによっては固まらず、むしろ液状化するが(その理由は以前に述べられた)、火を通されると固形になる。
διὸ καὶ πεττόμενον περὶ τὴν γένεσιν τῶν ζῴων παχύνεται.
それゆえ、動物の発生期に成熟するにつれて濃くなる。
ἐκ τούτου γὰρ συνίσταται τὸ ζῷον, τὸ δ’ ὠχρὸν τροφὴ γίνεται, καὶ τοῖς ἀεὶ συνισταμένοις τῶν μορίων ἐντεῦθεν ἡ αὔξησις.
というのも、動物はこの(白身)から形成され、黄身は栄養となり、形成されつつある部分の成長は常にここ(黄身)から生じるからである。
διὸ καὶ διώρισται τό τε ὠχρὸν καὶ τὸ λευκὸν χωρὶς ὑμέσιν ὡς ἔχοντα τὴν φύσιν ἑτέραν.
したがって、黄身と白身は、異なる本性を持っているために、膜によって別々に区別されている。
δι’ ἀκριβείας μὲν οὖν, ὃν τρόπον ἔχουσι ταῦτα πρὸς ἄλληλα κατ’ ἀρχάς τε τῆς γενέσεως καὶ συνισταμένων τῶν ζῴων, ἔτι δὲ περί τε ὑμένων καὶ ὀμφαλῶν, ἐκ τῶν ἐν ταῖς ἱστορίαις γεγραμμένων δεῖ θεωρεῖν·
それゆえ、発生の初期において、また動物が形成されつつあるときに、これらが互いにどのような関係にあるか、さらには膜やへその緒については、『動物誌』に書かれていることから正確に観察せねばならない。
πρὸς δὲ τὴν παροῦσαν σκέψιν ἱκανὸν φανερὸν εἶναι τοσοῦτον, ὅτι συστάσης πρώτης τῆς καρδίας, καὶ τῆς μεγάλης φλεβὸς ἀπὸ ταύτης ἀφορισθείσης, δύο ὀμφαλοὶ ἀπὸ τῆς φλεβὸς τείνουσιν, ὁ μὲν εἰς τὸν ὑμένα τὸν περιέχοντα τὸ ὠχρόν, ὁ δ’ ἕτερος εἰς τὸν ὑμένα τὸν χοροειδῆ, ὃς κύκλῳ περιέχει τὸ ζῷον· ἔστι δ’ οὗτος περὶ τὸν ὑμένα τὸν τοῦ ὀστράκου.
しかし、現在の考察のためには、次のことだけで十分明らかである。 すなわち、最初に心臓が形成され、大血管がそこから分かれ出たとき、二つのへその緒がその血管から伸びる。 一方は黄身を包む膜へ、他方は絨毛膜様の、動物を円状に包む膜(これは殻の膜の周りにある)へと伸びる。
διὰ μὲν οὖν θατέρου λαμβάνει τὴν ἐκ τοῦ ὠχροῦ τροφήν, τὸ δ’ ὠχρὸν γίνεται πλέον· ὑγρότερον γὰρ γίνεται θερμαινόμενον.
それゆえ、一方の(へその緒)を通じて黄身からの栄養を受け取り、黄身は(温められると液状化するため)より多くなる。
δεῖ γὰρ τὴν τροφὴν σωματώδη οὖσαν ὑγρὰν εἶναι καθάπερ τοῖς φυτοῖς, ζῇ δὲ τὸ πρῶτον καὶ τὰ ἐν τοῖς ᾠοῖς γιγνόμενα καὶ τὰ ἐν τοῖς ζῴοις φυτοῦ βίον·
なぜなら、栄養は固体としての実質を持ちつつも、植物のように湿っていなければならないからであり、卵の中に生じるものも動物の中に生じるものも、最初は植物としての生を送る。
τῷ πεφυκέναι γὰρ ἔκ τινος λαμβάνει τὴν πρώτην αὔξησιν καὶ τροφήν.
あるものから最初の成長と栄養を受け取るように生まれついているからである。
ὁ δ’ ἕτερος ὀμφαλὸς τείνει εἰς τὸ περιέχον χόριον.
他方のへその緒は、包んでいる絨毛膜へと伸びる。
δεῖ γὰρ ὑπολαβεῖν τὰ ᾠοτοκούμενα τῶν ζῴων πρὸς μὲν τὸ ᾠχρὸν οὕτως ἔχειν τὸν νεοττὸν ὥσπερ πρὸς τὴν μητέρα τὰ ζῳοτοκούμενα ἔμβρυα, ὅταν ἐν τῇ μητρὶ ᾖ (ἐπεὶ γὰρ οὐκ ἐκτρέφονταί γε ἐν τῇ μητρὶ τὰ ᾠοτοκούμενα, ἐκλαμβάνει τι μέρος αὐτῆς), πρὸς δὲ τὸν ἐξωτάτω ὑμένα τὸν αἱματώδη ὡς πρὸς τὴν ὑστέραν.
というのも、卵生動物においては、雛は黄身に対して、胎生動物の胚が母親の中にいるときに母親に対するのと同様の関係にあり(卵生動物は母親の中で育つわけではないので、その(母親の)一部を(卵の中に)受け取っているからである)、最も外側の血の通った膜に対しては、子宮に対するのと同様の関係にあると想定せねばならないからである。
ἅμα δὲ περί τε τὸ ὠχρὸν καὶ τὸ χόριον τὸ ἀνάλογον τῇ ὑστέρᾳ τὸ ὄστρακον τοῦ ᾠοῦ περιπέφυκεν, ὥσπερ ἂν εἴ τις περιθείη περί τε τὸ ἔμβρυον αὐτὸ καὶ περὶ τὴν μητέρα ὅλην.
同時に、黄身と、子宮に相当する絨毛膜の周囲を卵の殻が取り囲んでおり、これはあたかも、胚自体とその母親全体を誰かが取り囲んだかのようである。
ἔχει δ’ οὕτως, διότι δεῖ τὸ ἔμβρυον ἐν τῇ ὑστέρᾳ εἶναι καὶ πρὸς τῇ μητρί.
これがそうなっているのは、胚が子宮の中に、また母親に接していなければならないからである。
ἐν μὲν οὖν τοῖς ζῳοτοκουμένοις ἡ ὑστέρα ἐν τῇ μητρί ἐστιν, ἐν δὲ τοῖς ᾠοτοκουμένοις ἀνάπαλιν, ὥσπερ ἂν εἴ τις εἴποι τὴν μητέρα ἐν τῇ ὑστέρᾳ εἶναι·
したがって、胎生動物においては子宮は母親の中にあるが、卵生動物においては逆であり、あたかも母親が子宮の中にいると誰かが言うかのようである。
τὸ γὰρ ἀπὸ τῆς μητρὸς γινόμενον ἡ τροφὴ τὸ ὠχρόν ἐστιν.
母親から生じるものである栄養が、黄身だからである。
αἴτιον δ’ ὅτι ἡ ἐκτροφὴ οὐκ ἐν τῇ μητρί ἐστιν.
その原因は、保育が母親の中で行われないことにある。
αὐξανομένων δὲ πρότερον ὁ ὀμφαλὸς συμπίπτει ὁ πρὸς τὸ χόριον, διότι ταύτῃ δεῖ τὸ ζῷον ἐξελθεῖν, τὸ δὲ λοιπὸν τοῦ ὠχροῦ καὶ ὁ ὀμφαλὸς ὁ εἰς τὸ ὠχρὸν ὕστερον.
しかし、成長するにつれて、まず絨毛膜へのへその緒が萎縮する。 動物はこの経路から出て行かねばならないからである。 黄身の残りと、黄身へと至るへその緒は後で萎縮する。
δεῖ γὰρ ἔχειν τροφὴν εὐθὺς τὸ γενόμενον·
生まれたものはすぐに栄養を持たねばならないからである。
οὔτε γὰρ ἀπὸ τῆς μητρὸς τιτθεύεται, δι’ αὑτοῦ τε οὐκ εὐθὺς δύναται πορίζεσθαι τὴν τροφήν·
母親から授乳されるわけではなく、自分ですぐに栄養を調達することもできない。
διόπερ ἐντὸς εἰσέρχεται τὸ ὠχρὸν μετὰ τοῦ ὀμφαλοῦ, καὶ περιφύεται ἡ σάρξ.
それゆえ、黄身はへその緒とともに(体内に)入り込み、肉が周囲に発達するのである。
τὰ μὲν οὖν ἐκ τῶν τελείων ᾠῶν γινόμενα θύραζε τοῦτον γίγνεται τὸν τρόπον ἐπί τε τῶν ὀρνίθων καὶ τῶν τετραπόδων, ὅσα ᾠοτοκεῖ τὸ ᾠὸν τὸ σκληρόδερμον.
したがって、完全な卵から生じるものは、鳥類であれ、硬い殻の卵を産む四足動物であれ、このようにして外に出てくる。
διάδηλα δὲ ταῦτα μᾶλλον ἐπὶ τῶν μειζόνων·
これらは大きな動物においてより明白である。
ἐν γὰρ τοῖς ἐλάττοσιν ἀφανῆ διὰ μικρότητα τῶν ὄγκων ἐστίν.
小さな動物においては、容積が小さいために目立たないからである。