§3.2#2τοῖς μὲν γὰρ ζῳοτοκουμένοις ἐν ἄλλῳ μορίῳ γίνεται ἡ τροφή, τὸ καλούμενον γάλα, ἐν τοῖς μαστοῖς· τοῖς δ’ ὄρνισι τοῦτο ποιεῖ ἡ φύσις ἐν τοῖς ᾠοῖς, τοὐναντίον μέντοι ἢ οἵ τε ἄνθρωποι οἴονται καὶ Ἀλκμαίων φησὶν ὁ Κροτωνιάτης.
因为在胎生动物中,被称为乳汁的营养是在另一个部位(即乳房)产生的;但在鸟类中,自然是在卵中完成这一过程的,然而这与人们的想法以及克罗同的阿尔克迈翁所说的相反。
οὐ γὰρ τὸ λευκόν ἐστι γάλα, ἀλλὰ τὸ ὠχρόν· τοῦτο γάρ ἐστιν ἡ τροφὴ τοῖς νεοττοῖς·
因为蛋白并不是乳汁,蛋黄才是;因为这才是幼雏的营养。
οἱ δ’ οἴονται τὸ λευκὸν διὰ τὴν ὁμοιότητα τοῦ χρώματος.
但人们因为颜色的相似而认为是蛋白。
γίνεται μὲν οὖν ἐπῳαζούσης, καθάπερ εἴρηται, τῆς ὄρνιθος ὁ νεοττός· οὐ μὴν ἀλλὰ κἂν ἡ ὥρα ᾖ εὔκρατος ἢ ὁ τόπος ἀλεεινός, ἐν ᾧ ἂν κείμενα τυγχάνωσιν, ἐκπέττεται καὶ τὰ τῶν ὀρνίθων καὶ τὰ τῶν τετραπόδων καὶ ᾠοτόκων.
如前所述,当母鸟孵化时,幼雏便产生了;然而,如果气候温和,或者它们恰好所处的地方温暖,无论是鸟类的卵,还是四足卵生动物的卵,也都会孵化。
πάντα γὰρ εἰς τὴν γῆν ἐκτίκτει, καὶ συμπέττονται ὑπὸ τῆς ἐν τῇ γῇ θερμότητος.
因为它们都将卵产在地上,并通过地中的热量使其成熟。
ὅσα δ’ ἐπῳάζει φοιτῶντα τῶν ᾠοτόκων καὶ τετραπόδων, ταῦτα ποιεῖ μᾶλλον φυλακῆς χάριν.
在四足卵生动物中,那些经常返回并孵卵的动物,这样做更多是为了保护。
τὸν αὐτὸν δὲ τρόπον γίνεται τά τε τῶν ὀρνίθων ᾠὰ καὶ τὰ τῶν ζῴων τῶν τετραπόδων· καὶ γὰρ σκληρόδερμα καὶ δίχροα, καὶ πρὸς τῷ διαζώματι συνίσταται καθάπερ καὶ τὰ τῶν ὀρνίθων, καὶ τἆλλα ταὐτὰ πάντα συμβαίνει καὶ ἐντὸς καὶ ἐκτός.
鸟类的卵和四足动物的卵是以相同方式形成的;因为它们也是硬壳且双色的,并且像鸟类的卵一样在横膈膜附近形成,其他一切情况在内部和外部也都相同。
ὥστε ἡ αὐτὴ θεωρία περὶ τῆς αἰτίας ἐστὶ πάντων.
因此,关于所有这些原因的理论是相同的。
ἀλλὰ τὰ μὲν τῶν τετραπόδων δι’ ἰσχὺν ἐκπέττεται καὶ ὑπὸ τῆς ὥρας, τὰ δὲ τῶν ὀρνέων ἐπικηρότερα, καὶ δεῖται τῆς τεκούσης.
但是四足动物的卵由于其强韧,即使靠季节的气候也能成熟,而鸟类的卵则更为脆弱,需要产卵的亲鸟。
ἔοικε δὲ καὶ ἡ φύσις βούλεσθαι τὴν τῶν τέκνων αἴσθησιν ἐπιμελητικὴν παρασκευάζειν· ἀλλὰ τοῖς μὲν χείροσι τοῦτ’ ἐμποιεῖ μέχρι τοῦ τεκεῖν μόνον, τοῖς δὲ καὶ περὶ τὴν τελέωσιν, ὅσα δὲ φρονιμώτερα, καὶ περὶ τὴν ἐκτροφήν.
自然似乎也希望赋予动物关爱子女的本能;但在较低等的动物中,自然仅将此本能赋予到产卵为止,在另一些动物中则赋予到发育完整为止,而在较聪明的动物中,则赋予到抚育为止。
τοῖς δὲ δὴ μάλιστα κοινωνοῦσι φρονήσεως καὶ πρὸς τελεωθέντα γίνεται συνήθεια καὶ φιλία, καθάπερ τοῖς τε ἀνθρώποις καὶ τῶν τετραπόδων ἐνίοις, τοῖς δ’ ὄρνισι μέχρι τοῦ γεννῆσαι καὶ ἐκθρέψαι· διόπερ καὶ μὴ ἐπῳάζουσαι αἱ θήλειαι, ὅταν τέκωσι, διατίθενται χεῖρον, ὥσπερ ἑνός τινος στερισκόμεναι τῶν συμφύτων.
在那些最具有智慧的动物中,甚至对发育完整的子女也会产生亲密和爱意,正如人类和某些四足动物那样,而在鸟类中,则仅持续到生育和抚育完毕为止;因此,即使是不孵卵的雌鸟,在产卵后状态也会变差,仿佛被剥夺了某种生来就有的身体部分。
τελεοῦται δ’ ἐν τοῖς ᾠοῖς τὰ ζῷα θᾶττον ἐν ταῖς ἀλεειναῖς ἡμέραις· συνεργάζεται γὰρ ἡ ὥρα.
在温暖的日子里,卵中的动物发育得更快;因为季节起到了协同作用。
καὶ γὰρ ἡ πέψις θερμότης τις ἐστίν.
因为成熟其实是一种热作用。
ἥ τε γὰρ γῆ συμπέττει τῇ θερμότητι, καὶ ἡ ἐπῳάζουσα ταὐτὸ τοῦτο δρᾷ· προσεγχεῖ γὰρ τὸ ἐν αὑτῇ θερμόν.
大地通过其热量使其成熟,孵卵的鸟也在做完全相同的事;因为她将自己体内的热量灌注进去。
καὶ διαφθείρεται δὲ τὰ ᾠὰ καὶ γίνεται τὰ καλούμενα οὔρια μᾶλλον κατὰ τὴν θερμὴν ὥραν εὐλόγως· ὥσπερ γὰρ καὶ οἱ οἶνοι ἐν ταῖς ἀλέαις ὀξύνονται ἀνατρεπομένης τῆς ἰλύος (τοῦτο γὰρ αἴτιον τῆς διαφθορᾶς), καὶ ἐν τοῖς ᾠοῖς ἡ λέκιθος· τοῦτο γὰρ ἐν ἀμφοτέροις τὸ γεῶδες.
而且,卵在炎热的季节更容易变质并成为所谓的风卵,这是合乎情理的;因为正如葡萄酒在炎热中因沉淀物被搅动而变酸(这是变质的原因)一样,卵中的蛋黄也是如此;因为这是两者中的地性成分。
διὸ καὶ ἀναθολοῦται ὁ οἶνος μιγνυμένης τῆς ἰλύος, καὶ τὰ διαφθειρόμενα ᾠὰ τῆς λεκίθου.
因此,葡萄酒因沉淀物混合而变浑浊,变质的卵也因蛋黄混合而变浑浊。
τοῖς μὲν οὖν πολυτόκοις συμβαίνει τὸ τοιοῦτον εὐλόγως (οὐ γὰρ ῥᾴδιον τὴν ἁρμόττουσαν πᾶσιν ἀποδιδόναι θερμασίαν, ἀλλὰ τοῖς μὲν ἐλλείπειν τοῖς δὲ πλεονάζειν, καὶ ἀναθολοῦν οἷον σήπουσαν), τοῖς δὲ γαμψώνυξιν ὀλιγοτόκοις οὖσιν οὐδὲν ἧττον συμβαίνει τοῦτο· πολλάκις μὲν γὰρ καὶ τοῖν δυοῖν θάτερον οὔριον γίνεται, τὸ δὲ τρίτον ὡς εἰπεῖν ἀεί· θερμὰ γὰρ ὄντα τὴν φύσιν οἷον ὑπερζεῖν ποιεῖ τὴν ὑγρότητα τὴν ἐν τοῖς ᾠοῖς.
这种情况发生在多产动物身上是合乎情理的(因为不易给所有卵都提供适宜的温度,而是有的不足,有的过剩,从而使其像腐烂一样变浑浊),但对于产卵少的钩爪鸟类,这种情况同样会发生;因为往往两个卵中有一个会变成风卵,而第三个卵几乎总是如此;因为它们本性炎热,使卵中的水分仿佛沸腾溢出。
ἔχει γὰρ δὴ καὶ τὴν φύσιν ἐναντίαν τό τε ὠχρὸν καὶ τὸ λευκόν.
事实上,蛋黄和蛋白具有相反的性质。
τὸ μὲν γὰρ ὠχρὸν ἐν τοῖς πάγοις πήγνυται, θερμαινόμενον δὲ ὑγραίνεται· διὸ καὶ συμπεττόμενον ἐν τῇ γῇ ἢ ὑπὸ τοῦ ἐπῳάζειν ὑγραίνεται, καὶ τοιοῦτον ὂν γίνεται τροφὴ τοῖς συνισταμένοις ζῴοις.
因为蛋黄在结冰时凝固,受热时则液化;因此在泥土中或因孵化而成熟时它会液化,并以此状态成为正在形成的动物的营养。