§2.7#2ἐπὶ δὲ τῶν θαλαττίων οὐθὲν ἀξιόλογον ἑώραται, δοκοῦσι δὲ μάλιστα οἱ ῥινοβάται καλούμενοι γίνεσθαι ἐκ ῥίνης καὶ βάτου συνδυαζομένων.
しかし、海生動物については、注目に値するものは何も観察されていないが、特に「リノバテス」と呼ばれるものが、リネとバトスの交配から生じると考えられている。
λέγεται δὲ καὶ τὸ περὶ τῆς Λιβύης παροιμιαζόμενον, ὡς ἀεί τι τῆς Λιβύης τρεφούσης καινόν, διὰ τὸ μίγνυσθαι καὶ τὰ μὴ ὁμόφυλα ἀλλήλοις λεχθῆναι τοῦτο·
また、「リビアは常に何か新しいものを育む」というリビアについての諺的な言葉も、同類でないもの同士さえも互いに交尾するためにこれが言われたのだ、と言われている。
διὰ γὰρ τὴν σπάνιν τοῦ ὕδατος ἀπαντῶντα πάντα πρὸς ὀλίγους τόπους τοὺς ἔχοντας νάματα μίγνυσθαι καὶ τὰ μὴ ὁμογενῆ.
というのも、水が乏しいために、すべての動物が流れのある少数の場所に集まり、同種でないもの同士も交尾するからである。
τὰ μὲν οὖν ἄλλα τῶν ἐκ τοιαύτης μίξεως γινομένων συνδυαζόμενα φαίνεται πάλιν ἀλλήλοις καὶ μιγνύμενα καὶ δυνάμενα τό τε θῆλυ καὶ τὸ ἄρρεν γεννᾶν, οἱ δ’ ὀρεῖς ἄγονος μόνοι τῶν τοιούτων·
さて、そのような交雑から生じる他の動物は、再び互いに結合し交配して、雌雄ともに子を生み出すことができるように見えるが、ラバだけは、そのようなものの中で不妊である。
οὔτε γὰρ ἐξ ἀλλήλων οὔτ’ ἄλλοις μιγνύμενοι γεννῶσιν.
なぜなら、彼ら同士でも、他のものと交配しても、子を生み出さないからである。
ἔστι δὲ τὸ πρόβλημα καθόλου μέν, διὰ τίν’ αἰτίαν ἄγονον ἢ ἄρρεν ἢ θῆλύ ἐστιν·
この問題は、一般的(普遍的)には、いかなる原因によって雄または雌が不妊になるのかということである。
εἰσὶ γὰρ καὶ γυναῖκες καὶ ἄνδρες ἄγονοι, καὶ τῶν ἄλλων ζῴων ἐν τοῖς γένεσιν ἑκάστοις οἷον ἵπποις καὶ προβάτοις.
実際、女性や男性の中にも不妊の者がおり、他の動物のそれぞれの類、例えば馬や羊においてもそうである。
ἀλλὰ τοῦτο τὸ ὅλον ἄγονόν ἐστι, τὸ τῶν ἡμιόνων.
しかし、この種全体が不妊なのは、ラバの類だけである。
τὰ δ’ αἴτια τῆς ἀγονίας ἐπὶ μὲν τῶν ἄλλων πλείω συμβαίνει·
他の者における不妊の原因は、複数生じる。
καὶ γὰρ ἐκ γενετῆς, ὅταν πηρωθῶσι τοὺς τόπους τοὺς πρὸς τὴν μίξιν χρησίμους, ἄγονοι γίνονται καὶ γυναῖκες καὶ ἄνδρες, ὥστε τὰς μὲν μὴ ἡβᾶν τοὺς δὲ μὴ γενειᾶν, ἀλλ’ εὐνουχίας διατελεῖν ὄντας·
実際、生まれつきの場合、交配に役立つ部位が損なわれているとき、女性も男性も不妊になり、その結果、女性は思春期に達せず、男性は髭が生えず、去勢された者のままで生涯を過ごすことになる。
τοῖς δὲ προϊούσης τῆς ἡλικίας ταὐτὸν συμβαίνει πάσχειν, ὁτὲ μὲν δι’ εὐτροφίαν τῶν σωμάτων (ταῖς μὲν γὰρ πιοτέραις γινομέναις τοῖς δ’ εὐεκτικωτέροις εἰς τὸ σῶμα καταναλίσκεται τὸ περίττωμα τὸ σπερματικόν, καὶ ταῖς μὲν οὐ γίνεται καταμήνια τοῖς δὲ γονή), ὁτὲ δὲ διὰ νόσον οἱ μὲν ὑγρὸν καὶ ψυχρὸν προΐενται, ταῖς δὲ γυναιξὶν αἱ καθάρσεις φαῦλαι καὶ πλήρεις νοσηματικῶν περιττωμάτων, πολλοῖς δὲ καὶ πολλαῖς καὶ διὰ πηρώματα τοῦτο συμβαίνει τὸ πάθος περὶ τὰ μόρια καὶ τοὺς τόπους τοὺς περὶ τὴν ὁμιλίαν χρησίμους.
またある人々には、年齢が進むにつれて同じ状態を被ることが起こる。 ある時は体の過度の栄養による(女性では過度に太り、男性では過度に健康な体になると、精液的な余剰物が体に消費されてしまい、女性には月経が、男性には精液が生じなくなるのである)。 またある時は病気による。 男性は湿って冷たい精液を放出し、女性には月経が不良で病的な余剰物に満ちたものになる。 そして多くの男性や女性にとって、交尾に役立つ部位や場所に障害があることによっても、この状態が生じる。
γίνεται δὲ τὰ μὲν ἰατὰ τὰ δ’ ἀνίατα τῶν τοιούτων, μάλιστα δὲ διατελοῦσιν ἄγονα κατὰ τὴν πρώτην σύστασιν τοιαῦτα γενόμενα·
このようなもののうち、あるものは治療可能であり、他は治療不可能であるが、最初の形成段階においてそのような状態になって生まれたものが、最も不妊のままとなる。
γίνονται γὰρ γυναῖκές τε ἀρρενωποὶ καὶ ἄνδρες θηλυκοί, καὶ ταῖς μὲν οὐ γίνεται τὰ καταμήνια, τοῖς δὲ τὸ σπέρμα λεπτὸν καὶ ψυχρόν.
なぜなら、女性は男性っぽくなり、男性は女性っぽくなり、女性には月経が生じず、男性には精液が薄く冷たいものになるからである。
διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι·
それゆえ、理にかなったこととして、男性の精液が不妊であるかどうかの試験においては、水の中でテストされる。
ταχὺ γὰρ διαχεῖται τὸ λεπτὸν καὶ ψυχρὸν ἐπιπολῆς, τὸ δὲ γόνιμον εἰς βυθὸν χωρεῖ·
なぜなら、薄く冷たいものは表面ですぐに拡散するが、繁殖力のあるものは底へと沈むからである。
θερμὸν μὲν γὰρ τὸ πεπεμμένον ἐστί, πέπεπται δὲ τὸ συνεστηκὸς καὶ πάχος ἔχον.
というのも、成熟したものは温かく、一塊となって厚みを持つものが成熟したものだからである。
τὰς δὲ γυναῖκας βασανίζουσι τοῖς τε προσθέτοις, ἐὰν διικνῶνται αἱ ὁσμαὶ πρὸς τὸ πνεῦμα τὸ θύραζε κάτωθεν ἄνω, καὶ τοῖς ἐγχρίστοις εἰς τοὺς ὀφθαλμοὺς χρώμασιν, ἂν χρωματίζωσι τὸ ἐν τῷ στόματι πτύελον.
一方、女性に対しては、膣座薬を用いて、その匂いが下から上へと外への呼吸に達するかどうかによって、また目に塗る薬によって、それが口の中の唾液を着色するかどうかによって試験する。
ταῦτα γὰρ οὐ συμβαίνοντα δηλοῖ τὸ σῶμα τοὺς πόρους δι’ ὧν ἀποκρίνεται τὸ περίττωμα, συγκεχυμένους ἔχειν καὶ συμπεφυκότας ὅ τε γὰρ περὶ τοὺς ὀφθαλμοὺς τόπος τῶν περὶ τὴν κεφαλὴν σπερματικώτατός ἐστιν.
なぜなら、これらのことが起こらないということは、身体が、余剰物が分泌される通路を、塞ぎ、癒着させていることを示しているからである。 実際、目の周囲の場所は、頭部の部位の中で最も精液的な(生殖能力に関わる)場所である。
δηλοῖ δ’ ἐν μὲν ταῖς ὁμιλίαις μετασχηματιζόμενος ἐπιδήλως μόνος, καὶ τοῖς χρωμένοις πλείοσιν ἀφροδισίοις ἐνδιδόασι τὰ ὄμματα φανερῶς.
そのことは、交尾の際にそこだけが明らかに形を変えることや、性交を多く行う人々においては目が明らかに落ちくぼむことによって示されている。
αἴτιον δ’ ὅτι ἡ τῆς γονῆς φύσις ὁμοίως ἔχει τῇ τοῦ ἐγκεφάλου·
原因は、精液の本質が脳の本質と同様だからである。
ὑδατώδης γάρ ἐστιν ἡ ὕλη αὐτῆς, ἡ δὲ θερμότης ἐπίκτητος.
実際、その物質は水っぽく、熱は後天的なものだからである。
καὶ αἱ σπερματικαὶ καθάρσεις ἀπὸ τοῦ ὑποζώμάτος εἰσιν, ἡ γὰρ ἀρχὴ τῆς φύσεως ἐντεῦθεν, ὥστε διικνεῖσθαι πρὸς τὸν θώρακα τὰς κινήσεις ἀπὸ τῶν ἄρθρων·
そして精液の分泌は横隔膜の下からであるが、本性の原理はそこにあるため、関節からの運動が胸にまで到達するので原のである。
αἱ δ’ ἐκ τοῦ θώρακος ὀσμαὶ ποιοῦσιν αἴσθησιν διὰ τῆς ἀναπνοῆς.
そして胸からの匂いは呼吸を通じて感覚を生じさせるのである。