Humanitext Reader

アリストテレス · 動物の発生について §2.8#1

ラバの不妊原因に関する先行説への批判

40 / 93 箇所 · ギリシア語

要旨

著者(アリストテレス)は、ラバが不妊である原因に関するデモクリトスとエンペドクレスの物理的な学説を反駁し、続いて、固有の原理を欠いたあまりに普遍的で抽象的な論証を批判する。

§2.8#1ἐν μὲν οὖν τοῖς ἀνθρώποις καὶ τοῖς ἄλλοις γένεσιν, ὥσπερ εἴρηται πρότερον, κατὰ μέρος ἡ τοιαύτη συμβαίνει πήρωσις, τὸ δὲ τῶν ἡμιόνων γένος ὅλον ἄγονόν ἐστιν.
さて、人間や他の類においては、前述のように、そのような不全は部分的に起こるが、ラバの類は全体として不妊である。
περὶ δὲ τῆς αἰτίας, ὡς μὲν λέγουσιν Ἐμπεδοκλῆς καὶ Δημόκριτος, λέγων ὁ μὲν οὐ σαφῶς, Δημόκριτος δὲ γνωρίμως μᾶλλον, οὐ οκαλῶς εἰρήκασιν.
その原因について、エンペドクレスとデモクリトスが語っているが、一方は不明瞭に、デモクリトスはより分かりやすく語っているものの、彼らは正しく語っていない。
λέγουσι γὰρ ἐπὶ πάντων ὁμοίως τὴν ἀπόδειξιν τῶν παρὰ τὴν συγγένειαν συνδυαζομένων.
なぜなら、彼らは同類でないもの同士のすべての交配に対して、同様の証明を語っているからである。
Δημόκριτος μὲν γάρ φησι διεφθάρθαι τοὺς πόρους τῶν ἡμιόνων ἐν ταῖς ὑστέραις διὰ τὸ μὴ ἐκ συγγενῶν γίνεσθαι τὴν ἀρχὴν τῶν ζῴων.
すなわちデモクリトスは、ラバの出生が同類から始まるものではないために、ラバの子宮内の通路が損なわれていると言う。
συμβαίνει δ’ ἐφ’ ἑτέρων ζῴων τοῦτο μὲν ὑπάρχειν, γεννᾶν δὲ μηδὲν ἧττον·
しかし、他の動物においては、このような状態が存在しながらも、それにもかかわらず子を生むことが起こる。
καίτοι χρῆν, εἴπερ αἴτιον τοῦτ’ ἦν, ἄγονα καὶ τἇλλ’ εἶναι τὰ μιγνύμενα τὸν τρόπον τοῦτον.
もしこれが原因であるなら、このように交配する他の動物もまた不妊であるべきなのに。
Ἐμπεδοκλῆς δ’ αἰτιᾶται τὸ μῖγμα τὸ τῶν σπερμάτων γίνεσθαι πυκνὸν ἐκ μαλακῆς τῆς γονῆς οὔσης ἑκατέρας·
一方、エンペドクレスは、双方の精液がともに柔らかいものであるにもかかわらず、それらの混合物が密になることを原因としている。
συναρμόττειν γὰρ τὰ κοῖλα τοῖς πυκνοῖς ἀλλήλων, ἐκ δὲ τῶν τοιούτων γίνεσθαι ἐκ μαλακῶν σκληρόν, ὥσπερ τῷ καττιτέρῳ μιχθέντα τὸν χαλκόν, λέγων οὔτ’ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ καττιτέρου τὴν αἰτίαν ὀρθῶς (εἴρηται δ’ ἐν τοῖς προβλήμασι περὶ αὐτῶν) οὖθ᾽ ὅλως ἐκ γνωρίμων ποιούμενος τὰς ἀρχάς.
すなわち、互いの中空な部分と密な部分が適合し合い、そのような柔らかいものから硬いものが生じるのだと、ちょうど銅が錫に交じり合わされたときのように。 しかし彼は、銅と錫に関する原因についても正しく語っておらず(これらについては『問題集』の中で語られている)、そもそも知られた原理から出発して議論を立てていない。
τὰ γὰρ κοῖλα καὶ τὰ στερεὰ ἁρμόττοντα ἀλλήλοις πῶς ποιεῖ τὴν μίξιν, οἷον οἴνου καὶ ὕδατος;
中空なものと密なものが互いに適合し合うということが、例えばワインと水のように、どのように混合を生じさせるというのか。
τοῦτο γὰρ ὑπὲρ ἡμᾶς ἐστὶ τὸ λεγόμενον·
この主張は我々の理解を超えている。
πῶς γὰρ δεῖ λαβεῖν τὰ κοῖλα τοῦ οἴνου καὶ τοῦ ὕδατος, λίαν ἐστὶ παρὰ τὴν αἴσθησιν.
ワインと水の中空な部分をどのように理解すべきかは、感覚を著しく逸脱しているからである。
ἔτι δ’ ἐπειδὴ συμβαίνει καὶ ἐξ ἵππων γίνεσθαι ἵππον καὶ ἐξ ὄνων ὄνον καὶ ἐξ ἵππου καὶ ὄνου ἡμίονον, ἀμφοτέρως ἄρρενος καὶ θήλεος ὁποτερουοῦν ὄντος, διὰ τί ἐκ μὲν τούτων γίνεται πυκνὸν οὕτως ὥστ’ ἄγονον εἶναι τὸ γενόμενον, ἐκ δ’ ἵππου θήλεος καὶ ἄρρενος ἢ ὄνου θήλεος καὶ ἄρρενος οὐ γίνεται ἄγονον;
さらに、馬からは馬が、ロバからはロバが、そして馬とロバからはラバが生じるが、これは雄と雌のどちらがどちらであっても同様であるのに、なぜこれらからは、生じるものが不妊になるほどに密になるのに、雌馬と雄馬、あるいは雌ロバと雄ロバからは、不妊のものが生じないのだろうか。
καίτοι μαλακὸν καὶ τὸ τοῦ ἄρρενος ἵππου ἐστὶ καὶ τὸ τοῦ θήλεος.
雄馬の精液も雌馬の精液もともに柔らかいものであるというのに。
μίγνυται δὲ καὶ ὁ θῆλυς ἵππος καὶ ὁ ἄρρην τῷ ὄνῳ, καὶ τῷ ἄρρενι καὶ τῷ θήλει.
また、雌馬も雄馬もロバと交配し、雄とも雌とも交配する。
καὶ διὰ τοῦτο γίνονται ἄγονα ἐξ ἀμφοτέρων, ὡς φησίν, ὅτι ἐξ ἀμφοῖν ἕν τι γίνεται, μαλακῶν ὄντων τῶν σπερμάτων.
そして彼が言うには、双方の精液がともに柔らかいものであるために、双方から一つのものが生じることで、両者の交配から不妊のものが生じるのだという。
ἔδει οὖν καὶ τὸ ἐξ ἵππου ἄρρενος καὶ θήλεος γινόμενον.
それなら、雄馬と雌馬から生じるものもそうならねばならなかったはずだ。
εἰ μὲν γὰρ θάτερον ἐμίγνυτο μόνον, ἐνῆν ἂν λέγειν ὅτι θάτερον αἴτιον τοῦ μὴ γεννᾶν ὅμοιον τῇ τοῦ ὄνου γονῇ·
もし、どちらか一方だけが交わるのだとしたら、もう一方が、ロバの精液と同様に不妊の原因であると言うこともできただろう。
νῦν δ’ οἵᾳπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ τοῦ συγγενοῦς.
しかし実際には、ロバの精液がどのような性質であれそれと交じるし、同種の馬の精液ともその同じ性質のままで交じるのである。
ἔτι δ’ ἡ μὲν ἀπόδειξις κατ’ ἀμφοτέρων εἴρηται ὁμοίως καὶ τοῦ θήλεος καὶ τοῦ ἄρρενος, γεννᾷ δ’ ὁ ἄρρην ἑπταέτης ὢν μόνος, ὡς φασίν·
さらに、その証明は雌雄双方について同様に語られているが、雄のラバは、人々が言うには、七歳になったときにのみ子をなすことができる。
ἀλλ’ ἡ θήλεια ἄγονος ὅλως, καὶ αὕτη τῷ μὴ ἐκτρέφειν εἰς τέλος, ἐπεὶ ἤδη κύημα ἔσχεν ἡμίονος.
しかし雌のラバは完全に不妊であり、それも最後まで育て上げることができないためである(ラバがすでに胚を宿したことはあるのだから)。
ἴσως δὲ μᾶλλον ἂν δόξειεν ἀπόδειξις εἶναι πιθανὴ τῶν εἰρημένων λογική.
おそらく、語られた主張のうち、論理的なものがより説得力ある証明と思われるかもしれない。
λέγω δὲ λογικὴν διὰ τοῦτο, ὅτι ὅσῳ καθόλου μᾶλλον, πορρωτέρω τῶν οἰκείων ἐστὶν ἀρχῶν.
私が論理的と言うのは、それがより普遍的であればあるほど、個別の固有の原理から遠ざかるからである。
ἔστι δὲ τοιαύτη τις.
それは以下のようなものである。
εἰ γὰρ ἐξ ὁμοειδῶν ἄρρενος καὶ θήλεος ὁμοειδὲς γίνεσθαι πέφυκε τοῖς γεννήσασιν ἄρρεν ἢ θῆλυ, οἷον ἐκ κυνὸς ἄρρενος καὶ θήλεος κύων ἄρρην ἢ θήλεια, καὶ ἐξ ἑτέρων εἴδει ἕτερον τῷ εἴδει, οἷον εἰ κύων ἕτερον λέοντος, καὶ ἐκ κυνὸς ἄρρενος καὶ λέοντος θήλεος ἕτερον καὶ ἐκ λέοντος ἄρρενος καὶ κυνὸς θήλεος ἕτερον· ὥστ’ ἐπειδὴ γίνεται ἡμίονος ἄρρην καὶ θῆλυς ἀδιαφόρων ὄντων τῷ εἴδει ἀλλήλοις, γίνεται δ’ ἐξ ἵππου καὶ ὅνου ἡμίονος, ἕτερα δ’ ἐστὶ τῷ εἴδει ταῦτα καὶ οἱ ἡμίονοι, ἀδύνατον γενέσθαι ἐξ ἡμιόνων.
もし、同類の雄と雌からは、親と同類の雄または雌が生じるのが自然であり(例えば雄犬と雌犬からは雄犬または雌犬が生じる)、異類の雄と雌からは、種類において異なるものが生じるなら(例えば、犬がライオンと異なるように、雄犬と雌ライオンからは異なるものが、雄ライオンと雌犬からは異なるものが生じる)、ラバは互いに種類において区別がない雄と雌として生じるが、馬とロバからラバが生じ、これらはラバとも互いに種類において異なっているため、ラバから子が生まれることは不可能である。
ἕτερον γὰρ γένος οὐχ οἷόν τε διὰ τὸ ἐξ ἄρρενος καὶ θήλεος τῶν ὁμοειδῶν ταὐτὸ γίνεσθαι τῷ εἴδει· ἡμίονος δ’ ὅτι ἐξ ἵππου καὶ ὄνου γίνεται ἑτέρων ὄντων τῷ εἴδει, ἐκ δὲ τῶν ἑτέρων τῷ εἴδει ἕτερον ἐτέθη γίνεσθαι ζῷον.
なぜなら、同類の雄と雌からは同じ種類のものが生じるため、別の種類が生じることはあり得ないが、ラバは種類において異なる馬とロバから生じるものであり、種類において異なるものからは別の種類の動物が生じると仮定されたからである。
οὕτος μὲν οὖν ὁ λόγος καθόλου λίαν καὶ κενός.
しかし、この議論はあまりに普遍的であり、空虚である。
οἱ γὰρ μὴ ἐκ τῶν οἰκείων ἀρχῶν λόγος κενοί, ἀλλὰ δοκοῦσιν εἶναι τῶν πραγμάτων οὐκ ὄντες.
固有の原理に基づかない議論は空虚であり、事実に即しているように見えてそうではないからである。
οἱ γὰρ ἐκ τῶν ἀρχῶν τῶν γεωμετρικῶν γεωμετρικοί, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων·
幾何学の原理に基づく議論が幾何学的であるように、他の事柄についても同様である。
τὸ δὲ κενὸν δοκεῖ μὲν εἶναί τι, ἔστι δ’ οὐθέν.
空虚な議論は何かあるように見えるが、実際には何もない。
οὐκ ἀληθὲς δέ, ὅτι πολλὰ τῶν μὴ ὁμοειδῶν γενομένων γίνεται γόνιμα, καθάπερ ἐλέχθη πρότερον.
また、種類が異なるものから生じたものの多くが、前述のように、繁殖力を持つようになるので、この前提は真実ではない。

語釈・文法注

  1. §2.8#1οὐ οκαλῶς — テキストの「οὐ οκαλῶς」は「οὐ καλῶς」(正しくない、良くない)の誤植。デモクリトスとエンペドクレスの主張を批判的に導入する文脈から明らかである。
  2. §2.8#1διὰ τὸ μὴ ἐκ συγγενῶν γίνεσθαι τὴν ἀρχὴν τῶν ζῴων — 前置詞「διά」に導かれる対格不定詞句(τό + 不定詞)で、属格の主語を伴う。「動物の発生(τὴν ἀρχὴν τῶν ζῴων)が同類(ἐκ συγγενῶν)から始まらないことのために」と解釈される。
  3. §2.8#1ὥσπερ τῷ καττιτέρῳ μιχθέντα τὸν χαλκόν — 名詞「τὸν χαλκόν」と受動分詞「μιχθέντα」、そして与格「τῷ καττιτέρῳ」からなる分詞句。「銅が錫と混ぜ合わされた時のように」を意味し、前文の「σκληρόν」(硬いもの)となる比喩を形成している。
  4. §2.8#1νῦν δ’ οἵᾳπερ οὔσῃ ἐκείνῃ μίγνυται, τοιαύτῃ καὶ τῇ τοῦ συγγενοῦς. — 「νῦν δέ」は仮定に対する現実の対比を示す。「馬の精液(主語は省略)は、ロバの精液(ἐκείνῃ)がどのような性質(οἵᾳπερ οὔσῃ)であれそれと交じり合う(μίγνυται)し、同種の馬の精液(τῇ τοῦ συγγενοῦς)ともその同じ性質(τοιαύτῃ)のままで交じる」と解釈される。後半の節では動詞「μίγνυται」が省略されている。
  5. §2.8#1λέγω δὲ λογικὴν διὰ τοῦτο, ὅτι... — 「λογικήν」はアリストテレス哲学における「論理的」「抽象的」あるいは「弁証法的」な議論を指す。これは具体的・生物学的な固有の原理(οἰκείαι ἀρχαί)に基づかず、より普遍的な概念から推論するアプローチを意味し、続く ὅτι 節がその定義を説明している。

この箇所を引用する

アリストテレス, 動物の発生について §2.8#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0086.tlg012.humanitext-grc1:2.8%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。