§2.7#2ἐπὶ δὲ τῶν θαλαττίων οὐθὲν ἀξιόλογον ἑώραται, δοκοῦσι δὲ μάλιστα οἱ ῥινοβάται καλούμενοι γίνεσθαι ἐκ ῥίνης καὶ βάτου συνδυαζομένων.
在海生动物中,没有观察到什么值得注意的现象,但人们认为,最突出的是被称为“沙鱼鳐”(rhinobates)的动物,是由“沙鱼”(rhine)和“鳐鱼”(batos)交配而生的。
λέγεται δὲ καὶ τὸ περὶ τῆς Λιβύης παροιμιαζόμενον, ὡς ἀεί τι τῆς Λιβύης τρεφούσης καινόν, διὰ τὸ μίγνυσθαι καὶ τὰ μὴ ὁμόφυλα ἀλλήλοις λεχθῆναι τοῦτο· διὰ γὰρ τὴν σπάνιν τοῦ ὕδατος ἀπαντῶντα πάντα πρὸς ὀλίγους τόπους τοὺς ἔχοντας νάματα μίγνυσθαι καὶ τὰ μὴ ὁμογενῆ.
关于利比亚的俗谚“利比亚总是孕育新奇之物”,据说也是因为非同类的动物彼此交配而说的;因为由于缺水,所有动物都会聚集在少数有水源的地方,即使不是同类的动物也会交配。
τὰ μὲν οὖν ἄλλα τῶν ἐκ τοιαύτης μίξεως γινομένων συνδυαζόμενα φαίνεται πάλιν ἀλλήλοις καὶ μιγνύμενα καὶ δυνάμενα τό τε θῆλυ καὶ τὸ ἄρρεν γεννᾶν, οἱ δ’ ὀρεῖς ἄγονος μόνοι τῶν τοιούτων· οὔτε γὰρ ἐξ ἀλλήλων οὔτ’ ἄλλοις μιγνύμενοι γεννῶσιν.
那么,由这种交配产生的其他动物,看起来能够再次彼此结合、交配并能生育雌性和雄性,但在此类动物中只有骡子是不育的;因为它们无论是彼此交配还是与其他动物交配,都不能生育。
ἔστι δὲ τὸ πρόβλημα καθόλου μέν, διὰ τίν’ αἰτίαν ἄγονον ἢ ἄρρεν ἢ θῆλύ ἐστιν· εἰσὶ γὰρ καὶ γυναῖκες καὶ ἄνδρες ἄγονοι, καὶ τῶν ἄλλων ζῴων ἐν τοῖς γένεσιν ἑκάστοις οἷον ἵπποις καὶ προβάτοις.
这个问题总体而言是:由于什么原因,雄性或雌性会不育;因为也有不育的女人和男人,在其他动物的各个种类中也是如此,例如马和羊。
ἀλλὰ τοῦτο τὸ ὅλον ἄγονόν ἐστι, τὸ τῶν ἡμιόνων.
但唯独骡子这整个种类都是不育的。
τὰ δ’ αἴτια τῆς ἀγονίας ἐπὶ μὲν τῶν ἄλλων πλείω συμβαίνει· καὶ γὰρ ἐκ γενετῆς, ὅταν πηρωθῶσι τοὺς τόπους τοὺς πρὸς τὴν μίξιν χρησίμους, ἄγονοι γίνονται καὶ γυναῖκες καὶ ἄνδρες, ὥστε τὰς μὲν μὴ ἡβᾶν τοὺς δὲ μὴ γενειᾶν, ἀλλ’ εὐνουχίας διατελεῖν ὄντας·
在其他动物中,不育的原因更为多样;因为即使是自出生起,当用于交配的部位残缺时,女人和男人都会变得不育,以致女人不发育,男人不长胡须,而是始终像被阉割的人一样。
τοῖς δὲ προϊούσης τῆς ἡλικίας ταὐτὸν συμβαίνει πάσχειν, ὁτὲ μὲν δι’ εὐτροφίαν τῶν σωμάτων (ταῖς μὲν γὰρ πιοτέραις γινομέναις τοῖς δ’ εὐεκτικωτέροις εἰς τὸ σῶμα καταναλίσκεται τὸ περίττωμα τὸ σπερματικόν, καὶ ταῖς μὲν οὐ γίνεται καταμήνια τοῖς δὲ γονή), ὁτὲ δὲ διὰ νόσον οἱ μὲν ὑγρὸν καὶ ψυχρὸν προΐενται, ταῖς δὲ γυναιξὶν αἱ καθάρσεις φαῦλαι καὶ πλήρεις νοσηματικῶν περιττωμάτων, πολλοῖς δὲ καὶ πολλαῖς καὶ διὰ πηρώματα τοῦτο συμβαίνει τὸ πάθος περὶ τὰ μόρια καὶ τοὺς τόπους τοὺς περὶ τὴν ὁμιλίαν χρησίμους.
对另一些人来说,随着年龄的增长,也会发生同样的情况,有时是因为身体营养过剩(因为在变得过于肥胖的女人和身体过于健壮的男人中,精液性的余力被身体消耗掉了,前者没有月经,后者没有精液),有时是因为疾病,男人排出稀薄且寒冷的精液,而女人的经期排泄物很差且充满病态的残留物,对许多男人和女人来说,由于用于交尾的器官和部位发生残缺,也会发生这种病症。
γίνεται δὲ τὰ μὲν ἰατὰ τὰ δ’ ἀνίατα τῶν τοιούτων, μάλιστα δὲ διατελοῦσιν ἄγονα κατὰ τὴν πρώτην σύστασιν τοιαῦτα γενόμενα· γίνονται γὰρ γυναῖκές τε ἀρρενωποὶ καὶ ἄνδρες θηλυκοί, καὶ ταῖς μὲν οὐ γίνεται τὰ καταμήνια, τοῖς δὲ τὸ σπέρμα λεπτὸν καὶ ψυχρόν.
此类情况有些是可治愈的,有些是不可治愈的,但最严重的是在最初形成时就变成这样的那些人,他们持续不育;因为女人变得男性化,男人变得女性化,前者没有月经,后者精液稀薄且寒冷。
διόπερ εὐλόγως βασανίζεται ταῖς πείραις τό γε τῶν ἀνδρῶν, εἰ ἄγονον, ἐν τῷ ὕδατι· ταχὺ γὰρ διαχεῖται τὸ λεπτὸν καὶ ψυχρὸν ἐπιπολῆς, τὸ δὲ γόνιμον εἰς βυθὸν χωρεῖ· θερμὸν μὲν γὰρ τὸ πεπεμμένον ἐστί, πέπεπται δὲ τὸ συνεστηκὸς καὶ πάχος ἔχον.
因此,合理的是,通过试验在水中检测男人的精液是否不育;因为稀薄且寒冷的精液会迅速在表面扩散,而有生育能力的精液则会沉入底部;因为成熟的精液是热的,而凝聚且具有黏稠度的是成熟的。
τὰς δὲ γυναῖκας βασανίζουσι τοῖς τε προσθέτοις, ἐὰν διικνῶνται αἱ ὁσμαὶ πρὸς τὸ πνεῦμα τὸ θύραζε κάτωθεν ἄνω, καὶ τοῖς ἐγχρίστοις εἰς τοὺς ὀφθαλμοὺς χρώμασιν, ἂν χρωματίζωσι τὸ ἐν τῷ στόματι πτύελον.
他们还通过子宫栓剂来测试女人,看气味是否会从下往上到达外面的呼吸中,并通过涂抹在眼部的颜料,看它们是否会使口中的唾液染色。
ταῦτα γὰρ οὐ συμβαίνοντα δηλοῖ τὸ σῶμα τοὺς πόρους δι’ ὧν ἀποκρίνεται τὸ περίττωμα, συγκεχυμένους ἔχειν καὶ συμπεφυκότας ὅ τε γὰρ περὶ τοὺς ὀφθαλμοὺς τόπος τῶν περὶ τὴν κεφαλὴν σπερματικώτατός ἐστιν.
因为如果这些情况没有发生,表明身体分泌残留物的通道已经混乱并愈合;因为眼睛周围的区域是头部周围最富含精液性质的部位。
δηλοῖ δ’ ἐν μὲν ταῖς ὁμιλίαις μετασχηματιζόμενος ἐπιδήλως μόνος, καὶ τοῖς χρωμένοις πλείοσιν ἀφροδισίοις ἐνδιδόασι τὰ ὄμματα φανερῶς.
这在交尾时可以清楚地表现出来,因为唯独眼睛周围会明显地改变形状,而且在过度纵欲的人身上,眼睛会明显凹陷。
αἴτιον δ’ ὅτι ἡ τῆς γονῆς φύσις ὁμοίως ἔχει τῇ τοῦ ἐγκεφάλου· ὑδατώδης γάρ ἐστιν ἡ ὕλη αὐτῆς, ἡ δὲ θερμότης ἐπίκτητος.
原因在于精液的本性与脑相似;因为其物质是水性的,而热量是后天获得的。
καὶ αἱ σπερματικαὶ καθάρσεις ἀπὸ τοῦ ὑποζώμάτος εἰσιν, ἡ γὰρ ἀρχὴ τῆς φύσεως ἐντεῦθεν, ὥστε διικνεῖσθαι πρὸς τὸν θώρακα τὰς κινήσεις ἀπὸ τῶν ἄρθρων· αἱ δ’ ἐκ τοῦ θώρακος ὀσμαὶ ποιοῦσιν αἴσθησιν διὰ τῆς ἀναπνοῆς.
精液的排泄是在横隔膜以下,因为自然的本源在那里,以致来自关节的运动会到达胸部;而来自胸部的气味则通过呼吸产生感觉。