§2.6#3ἅπαντα δὲ ταῖς περιγραφαῖς διορίζεται πρότερον, ὕστερον δὲ λαμβάνει τὰ χρώματα καὶ τὰς μαλακότητας καὶ τὰς σκληρότητας, ἀτεχνῶς ὥσπερ ἂν ὑπὸ ζωγράφου τῆς φύσεως δημιουργούμενα·
しかし、すべてのものはまず輪郭によって画定され、その後で色や柔らかさや硬さを帯びる。 それはまるで、自然という画工によって制作されているかのようである。
καὶ γὰρ οἱ γραφεῖς ὑπογράψαντες ταῖς γραμμαῖς οὕτως ἐναλείφουσι τοῖς χρώμασι τὸ ζῷον.
なぜなら、画家たちもまた、線で下絵を描いてから、そのように動物に色を塗るからである。
διὰ μὲν οὖν τὸ τὴν ἀρχὴν ἐν τῇ καρδία τῶν αἰσθήσεων εἶναι καὶ τοῦ ζῴου παντὸς αὕτη γίνεται πρῶτον·
それゆえ、感覚の原理、および動物全体の原理が心臓にあるために、これが最初に生じるのである。
διὰ δὲ τὴν θερμότητα τὴν ταύτης, ᾗ τελευτῶσιν αἱ φλέβες ἄνω, τὸ ψυχρὸν συνίστησιν ἀντίστροφον τῇ θερμότητι τῇ περὶ τὴν καρδίαν τὸν ἐγκέφαλον.
そして、上方に血管が終点を持つところの、この心臓の熱のゆえに、冷が、心臓の周囲の熱に対する対極として脳を結合させるのである。
διόπερ τὰ περὶ τὴν κεφαλὴν λαμβάνει συνεχῆ τὴν γένεσιν μετὰ τὴν καρδίαν, καὶ μεγέθει τῶν ἄλλων διαφέρει·
それゆえ、頭の周囲の部分は心臓に続いて連続して生成を遂げ、大きさにおいて他の部分より際立っている。
πολὺς γὰρ καὶ ὑγρὸς ἐξ ἀρχῆς ὁ ἐγκέφαλος.
なぜなら、脳は最初から多大で湿り気があるからである。
ἔχει δ’ ἀπορίαν τὸ περὶ τοὺς ὀφθαλμοῦς συμβαῖνον τῶν ζῴων.
また、動物の目に関して起こることは難問を含んでいる。
μέγιστοι μὲν γὰρ ἐξ ἀρχῆς φαίνονται καὶ πεζοῖς καὶ πλωτοῖς καὶ πτηνοῖς, τελευταῖοι δὲ γίνονται τῶν μορίων·
なぜなら、陸行するもの、泳ぐもの、飛行するもののいずれにおいても、目は最初きわめて大きく見えるが、諸部位のうちで最後に完成するからである。
ἐν τῷ μεταξὺ γὰρ χρόνῳ συμπίπτουσιν.
というのも、その中間の時期に、それらは縮むからである。
αἴτιον δ’ ὅτι τὸ τῶν ὀφθαλμῶν αἰσθητήριον ἐστὶ μέν, ὥσπερ καὶ τὰ ἄλλα αἰσθητήρια, ἐπὶ πόρων· ἀλλὰ τὸ μὲν τῆς ἁφῆς καὶ γεύσεως εὐθύς ἐστι ἢ σῶμα ἢ τοῦ σώματός τι τῶν ζῴων, ἡ δ’ ὄσφρησις καὶ ἡ ἀκοὴ πόροι συνάπτοντες πρὸς τὸν ἀέρα τὸν θύραθεν, πλήρεις συμφύτου πνεύματος, περαίνοντες δὲ πρὸς τὰ φλέβια τὰ περὶ τὸν ἐγκέφαλον τείνοντα ἀπὸ τῆς καρδίας·
その原因は、目の感覚器官が、他の感覚器官と同様に導管の上にあるが、触覚や味覚の感覚器官が直接的に、動物の体そのものであるか、あるいは体の一部であるのに対し、嗅覚と聴覚は、外の空気へとつながる導管であり、生まれつき備わった気に満ちており、心臓から脳の周囲へと伸びる細い血管に達している。
ὁ δ’ ὀφθαλμὸς σῶμα μόνον ἴδιον ἔχει τῶν αἰσθητηρίων.
しかし、目は、感覚器官の中で唯一、固有の体を持っている。
ἔστι δ’ ὑγρὸν καὶ ψυχρόν, καὶ οὐ προϋπάρχον ἐν τῷ τόπῳ, καθάπερ καὶ τὰ ἄλλα μόρια δυνάμει, ἔπειτα ἐνεργείᾳ γινόμενα ὕστερον·
それは湿っていて冷たく、かつ、他の諸部位がまずは可能性において存在し、その後で現実性において生じるようにその場所に予め存在しているのではなく、脳の周囲の湿り気から、最も純粋な部分が導管を通じて分泌されるのである。
ἀλλ’ ἀπὸ τῆς περὶ τὸν ἐγκέφαλον ὑγρότητος ἀποκρίνεται τὸ καθαρώτατον διὰ τῶν πόρων, οἰ φαίνονται φέροντες ἀπ’ αὐτῶν πρὸς τὴν μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον.
その導管は、目から脳の周囲の膜へと通じているように見える。
τούτου δὲ τεκμήριον· οὔτε γὰρ ἄλλο μόριον ὑγρὸν καὶ ψυχρόν ἐστιν ἐν τῇ κεφαλῇ παρὰ τὸν ἐγκέφαλον, τό τ’ ὄμμα ψυχρὸν καὶ ὑγρόν.
この証拠として、頭の中には脳のほかに湿っていて冷たい部位は存在せず、また目自体も冷たくて湿っている。
ἐξ ἀνάγκης οὖν ὁ τόπος λαμβάνει μέγεθος τὸ πρῶτον, συμπίπτει δ’ ὕστερον.
したがって、必然的にその場所は最初大きさを獲得するが、後になって縮むのである。
καὶ γὰρ περὶ τὸν ἐγκέφαλον συμβαίνει τὸν αὐτὸν τρόπον·
なぜなら、脳についても同様のことが起こるからである。
τὸ πρῶτον ὑγρὸς καὶ πολύς, ἀποπνέοντος δὲ καὶ πεττομένου σωματοῦταί τε μᾶλλον καὶ συμπίπτει καὶ ὁ ἐγκέφαλος (καὶ τὰ σώματα) καὶ τὸ μέγεθος τὸ τῶν ὀμμάτων.
最初は湿っていて多量であるが、蒸発し煮沸されるにつれて、より固体化し、脳も、そして目の大きさも縮むのである。
ἐξ ἀρχῆς δὲ διὰ μὲν τὸν ἐγκέφαλον ἡ κεφαλὴ μεγίστη, διὰ δὲ τὸ ὑγρὸν τὸ ἐν τοῖς ὄμμασιν οἱ ὀφθαλμοὶ μεγάλοι φαίνονται.
最初、脳のゆえに頭は非常に大きく、目のうちにある湿り気のゆえに目は大きく見える。
τελευταῖοι δὲ λαμβάνουσι τέλος διὰ τὸ καὶ τὸν ἐγκέφαλον συνίστασθαι μόλις·
しかし、それらが最後に完成に達するのは、脳もまた容易には固まらないからである。
ὀψὲ γὰρ παύεται τῆς ψυχρότητος καὶ τῆς ὑγρότητος, ἐπὶ πάντων μέν, μάλιστα δ’ ἐπὶ τῶν ἀνθρώπων.
なぜなら、脳が冷たさと湿り気を失うのは遅いからであり、すべての動物においてそうであるが、特に人間において著しい。
διὰ γὰρ τοῦτο καὶ τὸ βρέγμα τῶν ὀστῶν γίνεται τελευταῖον·
このために、骨の中では頭頂骨が最後に形成されるのである。
ἤδη γὰρ γεγενημένων θύραζε τῶν ἐμβρύων μαλακόν ἐστι τοῦτο τὸ ἐστοῦν τῶν παιδίων.
胎児がすでに外に生まれ出たときにも、幼児のこの骨はまだ柔らかいのである。
αἶτιον δὲ τοῦ μάλιστ’ επὶ τῶν ἀνθρώπων τοῦτο συμβαίνειν, ὅτι τὸν ἐγκέφαλον ὑγρότατον ἔχουσι καὶ πλεῖστον τῶν ζῴων.
これが特に人間において起こる原因は、人間がすべての動物の中で最も湿り気があり最大の脳を持っているからである。
τούτου δ’ αἴτιον ὅτι καὶ τὴν ἐν τῇ καρδίᾳ θερμότητα καθαρωτάτην.
そして、このことの原因は、心臓の中の熱もまた最も純粋だからである。
δηλοῖ δὲ τὴν εὐκρασίαν ἡ διάνοια·
思考がこの良好な調和を示している。
φρονιμώτατον γάρ ἐστι τῶν ζῴων ἄνθρωπος.
なぜなら、人間は動物の中で最も知的なものだからである。
ἀκρατῆ δὲ καὶ τὰ παιδία μέχρι πόρρω τῆς κεφαλῆς ἐστὶ διὰ τὸ βάρος τὸ περὶ τὸν ἐγκέφαλον.
そして幼児は、脳の周囲の重みのために、かなり長い間、頭を制御することができない。
ὁμοίως δὲ καὶ τῶν μορίων ὅσα δεῖ κινεῖν·
動かす必要のある諸部位についても同様である。
ἡ γὰρ ἀρχὴ τῆς κινήσεως ὀψὲ κρατεῖ τῶν ἄνωθεν καὶ τελευταῖον, ὅσων ἡ κίνησις μὴ συνήρτηται πρὸς αὐτὴν ὥσπερ τῶν κώλων.
なぜなら、運動の原理が、上方の部位のうちで、肢体のように運動が原理に直接結合していないもののコントロールを握るのは、遅く、最後だからである。
τοιοῦτον δ’ ἐστὶ μόριον τὸ βλέφαρον.
瞼はそのような部位である。
ἐπεὶ δ’ οὐθὲν ποιεῖ περίεργον οὐδὲ μάτην ἡ φύσις, δῆλον ὡς οὐδ ὕστερον οὐδὲ πρότερον·
そして、自然は余計なことも無駄なことも一切行わないので、遅すぎもせず、早すぎもしないことは明らかである。
ἔσται γὰρ τὸ γεγονὸς μάτην ἢ περίεργον.
そうでなければ、生じたものは無駄か、あるいは余計なものになってしまうだろうから。
ὥσθ᾽ ἄμ᾽ ἀνάγκη τὰ βλέφαρα διαχωρίζεσθαι καὶ δύνασθαι κινεῖν.
それゆえ、瞼が分かれることと、それを動かせるようになることは、同時に起こらねばならない。
ὀψὲ μὲν οὖν διὰ τὸ πλῆθος τῆς περὶ τὸν ἐγκέφαλον πέψεως τελειοῦται τὰ ὄμματα τοῖς ζῴοις, τελευταῖα δὲ διὰ τὸ σφόδρα κρατούσης τῆς κινήσεως εἶναι τὸ κινεῖν καὶ τὰ οὕτως πόρρω τῆς ἀρχῆς καὶ ἀπεψυγμένα τῶν μορίων.
したがって、遅くに、脳の周囲の煮沸が多大であるために、動物の目は完成されるのであるが、最後に完成するのは、原理からこれほど遠く、かつ冷え切っている部位を動かすことは、運動が強力に支配しているときに属することだからである。
δηλοῖ δὲ τὰ βλέφαρα τοιαύτην ἔχοντα τὴν φύσιν·
瞼がそのような性質を持っていることは、次のことが示している。
ἂν γὰρ καὶ ὁποσονοῦν βάρος γένηται περὶ τὴν κεφαλὴν δι᾽ ὕπνον ἢ μέθην ἢ ἄλλο τι τῶν τοιούτων, οὐ δυνάμεθα τὰ βλέφαρα αἴρειν, οὕτω βάρος αὐτῶν ἐχόντων μικρόν.
すなわち、睡眠や泥酔、あるいはその他同様のことによって、頭の周囲にわずかでも重みが生じると、私たちは瞼を持ち上げることができなくなる。 それほど、瞼自体の重みはわずかなものであるのに。
περὶ μὲν οὖν ὀφθαλμῶν εἴρηται πῶς γίνονται καὶ διʼ ὅ τι, καὶ διὰ τίν᾽ αἰτίαν τελευταίαν λαμβάνουσι τὴν διάρθρωσιν·
このように、目については、どのように、また何のゆえに生じるか、そしてどのような原因によって最後に分節化を遂げるのかが語られた。
τῶν δ᾽ ἄλλων γίνεται μορίων ἕκαστον ἐκ τῆς τροφῆς, τὰ μὲν τιμιώτατα καὶ μετειληφότα τῆς κυριωτάτης ἀρχῆς ἐκ τῆς πεπεμμένης καὶ καθαρωτάτης καὶ πρώτης τροφῆς, τὰ δ᾽ ἀναγκαῖα μόρια καὶ τούτων ἕνεκεν ἐκ τῆς χείσονος καὶ τῶν ὑπολειμμάτων καὶ περιττωμάτων.
他の諸部位のそれぞれは、栄養から生じる。
ἅσπερ γὰρ οἰκονόμος ἀγαθός, καὶ ἡ φύσις.
最も尊く、最も主権的な原理にあずかっているものは、十分に煮沸された、最も純粋で第一の栄養から生じ、必要不可欠な部位や、それらのためにある部位は、より劣った、残り物や余剰物から生じる。
οὐθὲν ἀποβάλλειν εἴωθεν ἐξ ὧν ἔστι ποιῆσαί τι χρηστόν.
優れた家政を司る者のように、自然もまたそうである。
ἐν δὲ ταῖς οἰκονομίαις τῆς γινομένης τροφῆς ἡ μὲν βελτίστη τέτακται τοῖς ἐλευθέροις, ἡ δὲ χείρων καὶ τὸ περίττωμα ταύτης οἰκέταις, τὰ δὲ χείριστα καὶ τοῖς συντρεφομένοις διδόασι ζῴοις.
自然は、何か役に立つものを作ることができる材料からは、何一つ捨て去る習慣がない。 家政において、用意された食べ物のうち、最良のものは自由人に割り当てられ、より劣ったものや、その残り物は召使いたちに、そして最悪のものは、一緒に飼われている動物たちに与えられるのである。