§2.6#3ἅπαντα δὲ ταῖς περιγραφαῖς διορίζεται πρότερον, ὕστερον δὲ λαμβάνει τὰ χρώματα καὶ τὰς μαλακότητας καὶ τὰς σκληρότητας, ἀτεχνῶς ὥσπερ ἂν ὑπὸ ζωγράφου τῆς φύσεως δημιουργούμενα· καὶ γὰρ οἱ γραφεῖς ὑπογράψαντες ταῖς γραμμαῖς οὕτως ἐναλείφουσι τοῖς χρώμασι τὸ ζῷον.
这一切首先由轮廓来界定,随后才获得色彩、软度和硬度,简直就像是由自然这位画家所创作的一般;因为画家们也是先用线条画出草图,然后才这样给动物着色。
διὰ μὲν οὖν τὸ τὴν ἀρχὴν ἐν τῇ καρδία τῶν αἰσθήσεων εἶναι καὶ τοῦ ζῴου παντὸς αὕτη γίνεται πρῶτον· διὰ δὲ τὴν θερμότητα τὴν ταύτης, ᾗ τελευτῶσιν αἱ φλέβες ἄνω, τὸ ψυχρὸν συνίστησιν ἀντίστροφον τῇ θερμότητι τῇ περὶ τὴν καρδίαν τὸν ἐγκέφαλον.
因此,由于感觉以及整个动物的起点都在心脏,所以心脏最先生成;而由于心脏的热力,在血管向上的终点处,冷凝聚出脑,作为对心脏周围热力的对应物。
διόπερ τὰ περὶ τὴν κεφαλὴν λαμβάνει συνεχῆ τὴν γένεσιν μετὰ τὴν καρδίαν, καὶ μεγέθει τῶν ἄλλων διαφέρει· πολὺς γὰρ καὶ ὑγρὸς ἐξ ἀρχῆς ὁ ἐγκέφαλος.
因此,头部周围的部分在心脏之后连续生成,且在体积上超过其他部分;因为脑从一开始就是多量且潮湿的。
ἔχει δ’ ἀπορίαν τὸ περὶ τοὺς ὀφθαλμοῦς συμβαῖνον τῶν ζῴων.
然而,动物眼睛所发生的情况带来了一个难题。
μέγιστοι μὲν γὰρ ἐξ ἀρχῆς φαίνονται καὶ πεζοῖς καὶ πλωτοῖς καὶ πτηνοῖς, τελευταῖοι δὲ γίνονται τῶν μορίων· ἐν τῷ μεταξὺ γὰρ χρόνῳ συμπίπτουσιν.
因为在陆行、水生和飞行动物中,眼睛起初看起来都最大,但它们却是最晚发育完成的部位;因为在其中间的时期,它们会收缩。
αἴτιον δ’ ὅτι τὸ τῶν ὀφθαλμῶν αἰσθητήριον ἐστὶ μέν, ὥσπερ καὶ τὰ ἄλλα αἰσθητήρια, ἐπὶ πόρων· ἀλλὰ τὸ μὲν τῆς ἁφῆς καὶ γεύσεως εὐθύς ἐστι ἢ σῶμα ἢ τοῦ σώματός τι τῶν ζῴων, ἡ δ’ ὄσφρησις καὶ ἡ ἀκοὴ πόροι συνάπτοντες πρὸς τὸν ἀέρα τὸν θύραθεν, πλήρεις συμφύτου πνεύματος, περαίνοντες δὲ πρὸς τὰ φλέβια τὰ περὶ τὸν ἐγκέφαλον τείνοντα ἀπὸ τῆς καρδίας· ὁ δ’ ὀφθαλμὸς σῶμα μόνον ἴδιον ἔχει τῶν αἰσθητηρίων.
其原因在于,眼睛的感觉器官就像其他感觉器官一样,位于导管之上;但触觉和味觉的感觉器官直接就是动物的身躯或身躯的某个部位,嗅觉和听觉则是与外界空气相连的导管,充满了先天的精气,并通向那些从心脏延伸到脑部周围的微细血管;而眼睛在感觉器官中唯一拥有其特有的实体。
ἔστι δ’ ὑγρὸν καὶ ψυχρόν, καὶ οὐ προϋπάρχον ἐν τῷ τόπῳ, καθάπερ καὶ τὰ ἄλλα μόρια δυνάμει, ἔπειτα ἐνεργείᾳ γινόμενα ὕστερον· ἀλλ’ ἀπὸ τῆς περὶ τὸν ἐγκέφαλον ὑγρότητος ἀποκρίνεται τὸ καθαρώτατον διὰ τῶν πόρων, οἰ φαίνονται φέροντες ἀπ’ αὐτῶν πρὸς τὴν μήνιγγα τὴν περὶ τὸν ἐγκέφαλον.
它是湿润而寒冷的,并且它并不像其他部位那样先以潜能存在于该位置,随后再以现实生成;而是从脑部周围的湿润物中,最纯净的部分通过导管分泌出来,这些导管显现为从眼睛通往脑部周围的膜。
τούτου δὲ τεκμήριον· οὔτε γὰρ ἄλλο μόριον ὑγρὸν καὶ ψυχρόν ἐστιν ἐν τῇ κεφαλῇ παρὰ τὸν ἐγκέφαλον, τό τ’ ὄμμα ψυχρὸν καὶ ὑγρόν.
其证据在于:头部除了脑之外,没有其他既湿润又寒冷的部位,而眼睛正是寒冷且湿润的。
ἐξ ἀνάγκης οὖν ὁ τόπος λαμβάνει μέγεθος τὸ πρῶτον, συμπίπτει δ’ ὕστερον.
因此,该位置必然在最初获得很大的体积,但随后会收缩。
καὶ γὰρ περὶ τὸν ἐγκέφαλον συμβαίνει τὸν αὐτὸν τρόπον· τὸ πρῶτον ὑγρὸς καὶ πολύς, ἀποπνέοντος δὲ καὶ πεττομένου σωματοῦταί τε μᾶλλον καὶ συμπίπτει καὶ ὁ ἐγκέφαλος (καὶ τὰ σώματα) καὶ τὸ μέγεθος τὸ τῶν ὀμμάτων.
因为脑部也发生着同样的情况;起初它是湿润且多量的,但随着其蒸发和成熟,它变得更具实体,而脑以及眼睛的体积都会收缩。
ἐξ ἀρχῆς δὲ διὰ μὲν τὸν ἐγκέφαλον ἡ κεφαλὴ μεγίστη, διὰ δὲ τὸ ὑγρὸν τὸ ἐν τοῖς ὄμμασιν οἱ ὀφθαλμοὶ μεγάλοι φαίνονται.
起初由于脑的缘故头部最大,而由于眼睛里的湿润物,眼睛显得很大。
τελευταῖοι δὲ λαμβάνουσι τέλος διὰ τὸ καὶ τὸν ἐγκέφαλον συνίστασθαι μόλις· ὀψὲ γὰρ παύεται τῆς ψυχρότητος καὶ τῆς ὑγρότητος, ἐπὶ πάντων μέν, μάλιστα δ’ ἐπὶ τῶν ἀνθρώπων.
但它们最晚才发育完全,是因为脑也是极难凝固的;因为它在所有动物中都很晚才摆脱寒冷和湿润,尤其是在人类中最为明显。
διὰ γὰρ τοῦτο καὶ τὸ βρέγμα τῶν ὀστῶν γίνεται τελευταῖον· ἤδη γὰρ γεγενημένων θύραζε τῶν ἐμβρύων μαλακόν ἐστι τοῦτο τὸ ἐστοῦν τῶν παιδίων.
正是由于这个原因,头骨的囟门也是最晚形成的;因为在胎儿已经出生到体外时,幼儿的这块骨头依然是柔软的。
αἶτιον δὲ τοῦ μάλιστ’ επὶ τῶν ἀνθρώπων τοῦτο συμβαίνειν, ὅτι τὸν ἐγκέφαλον ὑγρότατον ἔχουσι καὶ πλεῖστον τῶν ζῴων.
而在人类中这种情况最显著的原因,在于人类拥有所有动物中最湿润、分量也最多的脑。
τούτου δ’ αἴτιον ὅτι καὶ τὴν ἐν τῇ καρδίᾳ θερμότητα καθαρωτάτην.
而这又是因为人类在心脏中的热力也是最纯净的。
δηλοῖ δὲ τὴν εὐκρασίαν ἡ διάνοια· φρονιμώτατον γάρ ἐστι τῶν ζῴων ἄνθρωπος.
思想表明了这种良好的调和;因为人是动物中最聪明的。
ἀκρατῆ δὲ καὶ τὰ παιδία μέχρι πόρρω τῆς κεφαλῆς ἐστὶ διὰ τὸ βάρος τὸ περὶ τὸν ἐγκέφαλον.
由于脑部周围的重量,幼儿在很长一段时间内也无法控制头部。
ὁμοίως δὲ καὶ τῶν μορίων ὅσα δεῖ κινεῖν· ἡ γὰρ ἀρχὴ τῆς κινήσεως ὀψὲ κρατεῖ τῶν ἄνωθεν καὶ τελευταῖον, ὅσων ἡ κίνησις μὴ συνήρτηται πρὸς αὐτὴν ὥσπερ τῶν κώλων.
对于那些需要活动的部位也是如此;因为运动的起点很晚、最后才控制那些上方的部位,只要它们的运动不像四肢那样与起点直接相连。
τοιοῦτον δ’ ἐστὶ μόριον τὸ βλέφαρον.
眼睑就是这样的一个部位。
ἐπεὶ δ’ οὐθὲν ποιεῖ περίεργον οὐδὲ μάτην ἡ φύσις, δῆλον ὡς οὐδ ὕστερον οὐδὲ πρότερον· ἔσται γὰρ τὸ γεγονὸς μάτην ἢ περίεργον.
由于自然不做任何多余或徒劳的事,显而易见,它既不偏晚也不偏早;否则,所生成的东西就会是徒劳或多余的。
ὥσθ᾽ ἄμ᾽ ἀνάγκη τὰ βλέφαρα διαχωρίζεσθαι καὶ δύνασθαι κινεῖν.
因而,眼睑的分开与能够活动必然是同时发生的。
ὀψὲ μὲν οὖν διὰ τὸ πλῆθος τῆς περὶ τὸν ἐγκέφαλον πέψεως τελειοῦται τὰ ὄμματα τοῖς ζῴοις, τελευταῖα δὲ διὰ τὸ σφόδρα κρατούσης τῆς κινήσεως εἶναι τὸ κινεῖν καὶ τὰ οὕτως πόρρω τῆς ἀρχῆς καὶ ἀπεψυγμένα τῶν μορίων.
因此,在较晚的时候,由于脑部周围充分的成熟,动物的眼睛得以发育完成,而最后才发育完成,是因为要活动这些远离起点且已冷却的部位,需要运动具有极强的支配力。
δηλοῖ δὲ τὰ βλέφαρα τοιαύτην ἔχοντα τὴν φύσιν· ἂν γὰρ καὶ ὁποσονοῦν βάρος γένηται περὶ τὴν κεφαλὴν δι᾽ ὕπνον ἢ μέθην ἢ ἄλλο τι τῶν τοιούτων, οὐ δυνάμεθα τὰ βλέφαρα αἴρειν, οὕτω βάρος αὐτῶν ἐχόντων μικρόν.
眼睑具有这样的本性,以下事实证明了这一点:因为只要由于睡眠、醉酒或任何类似原因,头部周围产生哪怕一丁点重量,我们就无法睁开眼睑,尽管它们自身的重量是微乎其微的。
περὶ μὲν οὖν ὀφθαλμῶν εἴρηται πῶς γίνονται καὶ διʼ ὅ τι, καὶ διὰ τίν᾽ αἰτίαν τελευταίαν λαμβάνουσι τὴν διάρθρωσιν· τῶν δ᾽ ἄλλων γίνεται μορίων ἕκαστον ἐκ τῆς τροφῆς, τὰ μὲν τιμιώτατα καὶ μετειληφότα τῆς κυριωτάτης ἀρχῆς ἐκ τῆς πεπεμμένης καὶ καθαρωτάτης καὶ πρώτης τροφῆς, τὰ δ᾽ ἀναγκαῖα μόρια καὶ τούτων ἕνεκεν ἐκ τῆς χείσονος καὶ τῶν ὑπολειμμάτων καὶ περιττωμάτων.
因此,关于眼睛,已经阐明了它们是如何以及为何生成的,以及由于什么原因它们最晚才获得清晰的结构;而其他各个部位则是由营养生成的,其中最尊贵且分享了最主导起点的部位,是由熟化、最纯净且最原始的营养生成的,而那些必不可少的部位以及为了上述部位而存在的部位,则是用较差的、残留的和排泄的物质生成的。
ἅσπερ γὰρ οἰκονόμος ἀγαθός, καὶ ἡ φύσις.
因为正如一位优秀的管家,自然也是如此。
οὐθὲν ἀποβάλλειν εἴωθεν ἐξ ὧν ἔστι ποιῆσαί τι χρηστόν.
它从不习惯扔掉任何能够用来制造有用之物的材料。
ἐν δὲ ταῖς οἰκονομίαις τῆς γινομένης τροφῆς ἡ μὲν βελτίστη τέτακται τοῖς ἐλευθέροις, ἡ δὲ χείρων καὶ τὸ περίττωμα ταύτης οἰκέταις, τὰ δὲ χείριστα καὶ τοῖς συντρεφομένοις διδόασι ζῴοις.
在家庭管理中,在备好的食物中,最优质的分配给自由民,较差的以及其余留物则给家仆,而最差的甚至分给一同饲养的动物。