§1.15τὰ δὲ μαλάκια συμπλέκεται μὲν κατὰ τὸ στόμα, ἀντερείδοντα καὶ διαπτύττοντα τὰς πλεκτάνας, συμπλέκεται δὲ τὸν τρόπον τοῦτον ἐξ ἀνάγκης·
他方、軟体類は口のところで互いに絡み合い、触手を押し当て合って広げる。 そして、このような方法で交尾するのは必然である。
ἡ γὰρ φύσις παρὰ τὸ στόμα τὴν τελευτὴν τοῦ περιττώματος συνήγαγε κάμψασα, καθάπερ εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν μορίων λόγοις.
なぜなら、自然は、以前『動物部分論』で述べられたように、余剰物の排出口を曲げて口の近くに集めたからである。
ἔχει δ’ ἡ θήλεια μὲν ὑστερικὸν μόριον φανερῶς ἐν ἑκάστῳ τούτων τῶν ζῴων·
これらの各動物において、雌は子宮に相当する部分を明らかに有している。
ᾠὸν γὰρ ἴσχει τὸ μὲν πρῶτον ἀδιόριστον, ἔπειτα δια κρινόμενον γίνεται πολλά, καὶ ἀποτίκτει ἕκαστον τούτων ἀτελές, καθάπερ καὶ οἱ ᾠοτοκοῦντες τῶν ἰχθύων.
なぜなら、最初は未分化な卵を保持するが、後にそれが分離して多数になり、これらの動物の各々は、卵生の魚類と同様に、不完全な卵を産み落とすからである。
ὁ δὲ πόρος ὁ αὐτὸς τοῦ περιττώματος καὶ τοῦ ὑστερικοῦ μορίου καὶ τοῖς μαλακοστράκοις καὶ τούτοις.
そして、余剰物のための経路と子宮に相当する部分のための経路は、軟甲類にとっても、これら軟体類にとっても同一である。
ἐστὶ γὰρ ᾗ τὸν θορὸν ἀφίησι διὰ τὸ πόρου.
なぜなら、そこは精液を放出する経路を通る場所だからである。
ταῦτα δ᾽ ἐστὶν ἐν τοῖς ὑπτίοις τοῦ σώματος, ᾗ τὸ κέλυφος ἀφέστηκε καὶ ἡ θάλαττα εἰσέρχεται.
これらは体の腹側にあり、そこは外套膜が離れて海水が入る場所である。
διὸ ὁ συνδυασμὸς κατὰ τοῦτο γίνεται τῷ ἄρρενι πρὸς τὴν θήλειαν·
それゆえ、雄と雌の交尾はこの場所で行われる。
ἀναγκαῖον γάρ, εἴπερ ἀφίησιν ὁ ἄρρην εἴτε σπέρμα εἴτε μόριον εἴτε ἄλλην τινὰ δύναμιν, κατὰ τὸν ὑστερικὸν πόρον πλησιάζειν.
なぜなら、もし雄が精液であれ、器官であれ、あるいは他の何らかの作用であれ、それを送り出すとするならば、子宮の経路の近くに接近することが必然だからである。
ἡ δὲ τῆς πλεκτάνης τοῦ ἄρρενος διὰ τοῦ αὐλοῦ δίεσις ἐπὶ τῶν πολυπόδων, ᾗ φασὶν ὀχεύειν πλεκτάνῃ οἱ ἁλιεῖς, συμπλοκῆς χάριν ἐστίν, ἀλλ᾽ οὐχ ὡς ὀργάνου χρησίμου πρὸς τὴν γένεσιν·
他方、タコ類において、漁師たちがそれで交尾すると言う触手を雄が漏斗を通して差し入れることは、絡み合うためのものであって、生殖に役立つ器官としてではない。
ἔξω γάρ ἐστι τοῦ πόρου καὶ τοῦ σώματος.
なぜなら、それは経路や体の外部にあるからである。
ἐνίοτε δὲ συνδυάζονται καὶ ἐπὶ τὰ πρανῆ τὰ μαλάκια· πότερον δὲ γενέσεως χάριν ἢ δι᾽ ἄλλην αἰτίαν, οὐθεν ὦπταί πω.
また、時に軟体類は背側でも交尾することがあるが、それが生殖のためなのか、あるいは他の原因によるものなのかは、まだ誰も観察していない。
§1.16τῶν δ᾽ ἐντόμων τὰ μὲν συνδυάζεται, καὶ ἠ γένεσις αὐτῶν ἐστὶν ἐκ ζῴων συνωνύμων, καθάπερ ἐπὶ τῶν ἐναίμων, οἷον αἱ τε ἀκρίδες καὶ οἱ τέττιγες καὶ τὰ φαλάγγια καὶ οἱ σφῆκες καὶ οἱ μύρμηκες, τὰ δὲ συνδυάζεται μὲν καὶ γεννῶσιν, οὐχ ὁμογενῆ δ᾽ αὑτοῖς ἀλλὰ σκώληκας μόνον, οὐδὲ γίγνονται ἐκ ζῴων ἀλλ᾽ ἐκ σηπομένων ὑγρῶν, τὰ δὲ ξηρῶν, οἷον αἵ τε ψύλλαι καὶ αἱ μυῖαι καὶ αἱ κανθαρίδες.
他方、昆虫類のうち、あるものは交尾し、その発生は有血動物におけるのと同様に、同種の親から生じる。 例えば、バッタ類、セミ類、クモ類、スズメバチ類、アリ類などである。 またあるものは、交尾して産み出すものの、自分と同種のものではなく、ただ蛆だけを産み出す。 そしてそれらは親からではなく、あるものは腐敗した液体から、またあるものは乾燥したものから発生する。 例えば、ノミ類、ハエ類、コガネムシ類などである。
· τὰ δ᾽ ὔτ᾽ ἐκ ζῴων γίνονται οὔτε συνδυάζονται, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ πολλὰ τοιαῦτα γένη.
さらに他のものは、動物から発生することもなければ、交尾することもない。 例えば、ユスリカ類や蚊類、その他多くのそのような類である。
τῶν δὲ συνδυαζομένων ἐν τοῖς πλείστοις τὰ θήλεα μείζω τῶν ἀρρένων ἐστίν.
そして交尾するもののうち、大部分において雌は雄よりも大きい。
πόρους δὲ τὰ ἄρρενα θορικοὺς οὐ φαίνεται ἔχοντα.
また、雄は精液の経路を持っているようには見えない。
ἀφίησι δὲ ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν τὸ ἄρρεν εἰς τὸ θῆλυ οὐδὲν μόριον, ἀλλὰ τὸ θῆλυ εἰς τὸ ἄρρεν κάτωθεν ἄνω.
そして、ほぼ一般的に言えば、雄は雌の内部に何らの器官も挿入せず、むしろ雌が雄の内部へ下から上へと挿入する。
τεθεώρηται δὲ τοῦτο ἐπὶ πολλῶν, καὶ περὶ τοῦ ἀναβαίνειν ὡσαύτως, τοὐναντίον δ᾽ ἐπ᾽ ὀλίγων·
このことは多くのものにおいて観察されており、上に乗ることについても同様である。 逆のケースはごく少数において観察されている。
ὥστε δὲ γένει διελεῖν, οὔπω συνεώραται.
しかし、これを類ごとに明確に区分するには、まだ十分な知見が得られていない。
σχεδὸν δὲ τοῦτο καὶ ἐπὶ τῶν ᾠοτόκων ἰχθύων τῶν πλείστων ἐστί, καὶ ἐπὶ τῶν τετραπόδων καὶ ᾠοτόκων·
そしてこれは、大部分の卵生魚類や、四肢獣かつ卵生のものにおいてもほぼ同様である。
τὰ γὰρ θήλεα μείζω τῶν ἀρρένων ἐστὶ διὰ τὸ συμφέρον πρὸς τὸν γινόμενον αὐτοῖς ὑπὸ τῶν ᾠῶν ὄγκον ἐν τῇ κυήσει.
なぜなら、懐胎期に卵によって生じる体積の増大に対して好都合であるために、雌が雄よりも大きいからである。
τοῖς δὲ θήλεσιν αὐτῶν τὸ ταῖς ὑστέραις ἀνάλογον μόριον ἐσχισμένον ἐστὶ παρὰ τὸ ἔντερον, ὥσπερ καὶ τοῖς ἄλλοις· ἐν ᾧ ἐγγίγνεται τὰ κυήματα.
そしてそれらの雌においては、子宮に相当する部分が、他のものと同様に腸に沿って裂けており、その中に発生中の胚が形成される。
δῆλον δὲ τοῦτο ἐπί τε τῶν ἀκρίδων, καὶ ὅσα μέγεθος αὐτῶν ἔχει, συνδυάζεσθαι πεφυκότων·
このことは、バッタ類や、交尾する習性を持ちかつ一定の大きさがある昆虫において明らかである。
τὰ γὰρ πλεῖστα μικρὰ λίαν τῶν ἐντόμων ἐστίν.
なぜなら、昆虫の大部分は極めて小さいからである。
Τὰ μὲν οὖν περὶ τὴν γένεσιν ὄργανα τοῖς ζῴοις, περὶ ὧν οὐκ ἐλέχθη πρότερον, τοῦτον ἔχει τὸν τρόπον·
さて、動物における生殖に関する器官で、以前に語られなかったものについては、このような状態にある。
τῶν δ᾽ ὁμοιομερῶν ἀπελείφθη περὶ γονῆς καὶ γάλακτος, περὶ ὧν καιρός ἐστιν εἰπεῖν, περὶ μὲν γονῆς ἤδη, περὶ δὲ γάλακτος ἐν τοῖς ἐχομένοις.
これに対して、同質部分のうちでは、精液と乳についての説明が残されている。 それらについて語るべき時が来た。 精液についてはただちに、乳については次の箇所で論じることにする。