§1.15τὰ δὲ μαλάκια συμπλέκεται μὲν κατὰ τὸ στόμα, ἀντερείδοντα καὶ διαπτύττοντα τὰς πλεκτάνας, συμπλέκεται δὲ τὸν τρόπον τοῦτον ἐξ ἀνάγκης· ἡ γὰρ φύσις παρὰ τὸ στόμα τὴν τελευτὴν τοῦ περιττώματος συνήγαγε κάμψασα, καθάπερ εἴρηται πρότερον ἐν τοῖς περὶ τῶν μορίων λόγοις.
另一方面,软体动物在口部互相缠绕,它们互相抵住并展开触手,而且它们必然以这种方式交配;因为自然正如先前在《动物部分志》中所说,通过弯曲消化道,将排泄物的末端排出口聚集在口部附近。
ἔχει δ’ ἡ θήλεια μὲν ὑστερικὸν μόριον φανερῶς ἐν ἑκάστῳ τούτων τῶν ζῴων· ᾠὸν γὰρ ἴσχει τὸ μὲν πρῶτον ἀδιόριστον, ἔπειτα δια κρινόμενον γίνεται πολλά, καὶ ἀποτίκτει ἕκαστον τούτων ἀτελές, καθάπερ καὶ οἱ ᾠοτοκοῦντες τῶν ἰχθύων.
在这些动物的每一个中,雌性都显然具有相当于子宫的部分;因为她起初抱持着未分化的卵,随后在分化时变成许多,并且这些动物中的每一个都产下不发育完全的卵,就像卵生的鱼类一样。
ὁ δὲ πόρος ὁ αὐτὸς τοῦ περιττώματος καὶ τοῦ ὑστερικοῦ μορίου καὶ τοῖς μαλακοστράκοις καὶ τούτοις.
排泄物的通道和相当于子宫的部分的通道在软甲类和这些动物中都是相同的。
ἐστὶ γὰρ ᾗ τὸν θορὸν ἀφίησι διὰ τὸ πόρου.
因为这里是它们通过通道排放精液的地方。
ταῦτα δ᾽ ἐστὶν ἐν τοῖς ὑπτίοις τοῦ σώματος, ᾗ τὸ κέλυφος ἀφέστηκε καὶ ἡ θάλαττα εἰσέρχεται.
这些位于身体的腹侧,即外套膜张开且海水进入的地方。
διὸ ὁ συνδυασμὸς κατὰ τοῦτο γίνεται τῷ ἄρρενι πρὸς τὴν θήλειαν· ἀναγκαῖον γάρ, εἴπερ ἀφίησιν ὁ ἄρρην εἴτε σπέρμα εἴτε μόριον εἴτε ἄλλην τινὰ δύναμιν, κατὰ τὸν ὑστερικὸν πόρον πλησιάζειν.
因此,雄性与雌性的交配在这一处进行;因为如果雄性排出的无论是精液、器官还是其他某种力量,他都必然要靠近子宫通道。
ἡ δὲ τῆς πλεκτάνης τοῦ ἄρρενος διὰ τοῦ αὐλοῦ δίεσις ἐπὶ τῶν πολυπόδων, ᾗ φασὶν ὀχεύειν πλεκτάνῃ οἱ ἁλιεῖς, συμπλοκῆς χάριν ἐστίν, ἀλλ᾽ οὐχ ὡς ὀργάνου χρησίμου πρὸς τὴν γένεσιν· ἔξω γάρ ἐστι τοῦ πόρου καὶ τοῦ σώματος.
但是在章鱼中,雄性将触手通过漏斗插入(渔民们称它们用这只触手交配),是为了缠绕的目的,而不是作为对生殖有用的器官;因为它在通道和身体的外部。
ἐνίοτε δὲ συνδυάζονται καὶ ἐπὶ τὰ πρανῆ τὰ μαλάκια· πότερον δὲ γενέσεως χάριν ἢ δι᾽ ἄλλην αἰτίαν, οὐθεν ὦπταί πω.
有时软体动物也在背部交配;但究竟是为了生殖还是出于其他原因,尚未有人观察到。
§1.16τῶν δ᾽ ἐντόμων τὰ μὲν συνδυάζεται, καὶ ἠ γένεσις αὐτῶν ἐστὶν ἐκ ζῴων συνωνύμων, καθάπερ ἐπὶ τῶν ἐναίμων, οἷον αἱ τε ἀκρίδες καὶ οἱ τέττιγες καὶ τὰ φαλάγγια καὶ οἱ σφῆκες καὶ οἱ μύρμηκες, τὰ δὲ συνδυάζεται μὲν καὶ γεννῶσιν, οὐχ ὁμογενῆ δ᾽ αὑτοῖς ἀλλὰ σκώληκας μόνον, οὐδὲ γίγνονται ἐκ ζῴων ἀλλ᾽ ἐκ σηπομένων ὑγρῶν, τὰ δὲ ξηρῶν, οἷον αἵ τε ψύλλαι καὶ αἱ μυῖαι καὶ αἱ κανθαρίδες. · τὰ δ᾽ ὔτ᾽ ἐκ ζῴων γίνονται οὔτε συνδυάζονται, καθάπερ ἐμπίδες τε καὶ κώνωπες καὶ πολλὰ τοιαῦτα γένη.
在昆虫中,有些进行交配,且它们的产生来自同名的动物,就像有血动物一样,例如蝗虫、蝉、蜘蛛、黄蜂和蚂蚁;另一些虽交配并产生后代,但产生的不是与自身同类的动物,而仅仅是幼虫,且它们不来自动物,而是来自腐败的液体,另一些来自干燥的物质,例如跳蚤、苍蝇和甲虫;还有一些既不来自动物,也不进行交配,例如蠓虫、蚊子和许多此类。
τῶν δὲ συνδυαζομένων ἐν τοῖς πλείστοις τὰ θήλεα μείζω τῶν ἀρρένων ἐστίν.
在交配的昆虫中,大多数情况下雌性比雄性大。
πόρους δὲ τὰ ἄρρενα θορικοὺς οὐ φαίνεται ἔχοντα.
雄性似乎没有输精通道。
ἀφίησι δὲ ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν τὸ ἄρρεν εἰς τὸ θῆλυ οὐδὲν μόριον, ἀλλὰ τὸ θῆλυ εἰς τὸ ἄρρεν κάτωθεν ἄνω.
而且,一般说来,雄性不向雌性体内插入任何器官,而是雌性从下往上插入雄性体内。
τεθεώρηται δὲ τοῦτο ἐπὶ πολλῶν, καὶ περὶ τοῦ ἀναβαίνειν ὡσαύτως, τοὐναντίον δ᾽ ἐπ᾽ ὀλίγων· ὥστε δὲ γένει διελεῖν, οὔπω συνεώραται.
这在许多昆虫中已被观察到,关于骑跨也是如此,而相反的情况仅在少数中被观察到;但若要按类别来划分,尚未能完全看清。
σχεδὸν δὲ τοῦτο καὶ ἐπὶ τῶν ᾠοτόκων ἰχθύων τῶν πλείστων ἐστί, καὶ ἐπὶ τῶν τετραπόδων καὶ ᾠοτόκων· τὰ γὰρ θήλεα μείζω τῶν ἀρρένων ἐστὶ διὰ τὸ συμφέρον πρὸς τὸν γινόμενον αὐτοῖς ὑπὸ τῶν ᾠῶν ὄγκον ἐν τῇ κυήσει.
这在大多数卵生鱼类,以及四足卵生动物中也几乎是相同的;因为雌性比雄性大,有利于容纳它们在怀孕期间由卵产生的体积。
τοῖς δὲ θήλεσιν αὐτῶν τὸ ταῖς ὑστέραις ἀνάλογον μόριον ἐσχισμένον ἐστὶ παρὰ τὸ ἔντερον, ὥσπερ καὶ τοῖς ἄλλοις· ἐν ᾧ ἐγγίγνεται τὰ κυήματα.
在它们的雌性中,与子宫类似的部分沿肠道分裂,就像在其他动物中一样,胎儿即在其中形成。
δῆλον δὲ τοῦτο ἐπί τε τῶν ἀκρίδων, καὶ ὅσα μέγεθος αὐτῶν ἔχει, συνδυάζεσθαι πεφυκότων· τὰ γὰρ πλεῖστα μικρὰ λίαν τῶν ἐντόμων ἐστίν.
这在蝗虫以及那些具有一定大小、天生会交配的昆虫中是显而易见的;因为大多数昆虫都极其微小。
Τὰ μὲν οὖν περὶ τὴν γένεσιν ὄργανα τοῖς ζῴοις, περὶ ὧν οὐκ ἐλέχθη πρότερον, τοῦτον ἔχει τὸν τρόπον· τῶν δ᾽ ὁμοιομερῶν ἀπελείφθη περὶ γονῆς καὶ γάλακτος, περὶ ὧν καιρός ἐστιν εἰπεῖν, περὶ μὲν γονῆς ἤδη, περὶ δὲ γάλακτος ἐν τοῖς ἐχομένοις.
因此,动物中关于生殖的器官,即先前未曾论及的部分,就是这样的情况;而在同质部分中,还遗留了关于精液和乳汁的部分,现在正是论述它们的时候——关于精液在当下,关于乳汁则在接下来的章节中。