§7.1μετὰ δὲ ταῦτα λεκτέον, ἄλλην ποιησαμένους ἀρχήν, ὅτι τῶν περὶ τὰ ἤθη φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης.
これらに続いて、私たちは別の出発点を設定した上で、避けるべき性格の特徴には、悪徳、自制心の欠如、獣性の三つの種があることを語らねばならない。
τὰ δʼ ἐναντία τοῖς μὲν δυσὶ δῆλα·
これらのうち二つの反対のものは明らかである。
τὸ μὲν γὰρ ἀρετὴν τὸ δʼ ἐγκράτειαν καλοῦμεν·
すなわち、一方は徳、他方は自制と私たちは呼んでいる。
πρὸς δὲ τὴν θηριότητα μάλιστʼ ἂν ἁρμόττοι λέγειν τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἡρωικήν τινα καὶ θείαν, ὥσπερ Ὅμηρος περὶ τοῦ Ἕκτορος πεποίηκε λέγοντα τὸν Πρίαμον ὅτι σφόδρα ἦν ἀγαθός,
"
οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.
しかし、獣性に対して最も適合するのは、私たちのうちにあるものを超えた徳、すなわち英雄的で神的な何かであると言うことである。 それはちょうど、ホメロスがヘクトルについて、プリアモスが極めて優れた者であったと語るように作詩している通りである。 "死すべき人間の子のようには見えず、神の子のようであった。
"
ὥστʼ εἰ, καθάπερ φασίν, ἐξ ἀνθρώπων γίνονται θεοὶ διʼ ἀρετῆς ὑπερβολήν, τοιαύτη τις ἂν εἴη δῆλον ὅτι ἡ τῇ θηριώδει ἀντιτιθεμένη ἕξις·
"それゆえ、人々の言うように、もし優れた徳の超越によって人間から神になる者がいるとするならば、獣性に対立する状態とは、明らかにそのようなものであろう。
καὶ γὰρ ὥσπερ οὐδὲ θηρίου ἐστὶ κακία οὐδʼ ἀρετή, οὕτως οὐδὲ θεοῦ, ἀλλʼ ἣ μὲν τιμιώτερον ἀρετῆς, ἣ δʼ ἕτερόν τι γένος κακίας.
なぜなら、野獣には悪徳も徳もないように、神にもどちらもないからであり、神の状態は徳よりも尊いものであり、野獣の状態は悪徳とは異なる別の種であるからである。
ἐπεὶ δὲ σπάνιον καὶ τὸ θεῖον ἄνδρα εἶναι, καθάπερ οἱ Λάκωνες εἰώθασι προσαγορεύειν, οἳ ὅταν ἀγασθῶσι σφόδρα του, σεῖος ἀνήρ φασιν, οὕτω καὶ ὁ θηριώδης ἐν τοῖς ἀνθρώποις σπάνιος·
ところで、神的な人が稀であるように(ラケダイモン人が誰かを極めて感嘆したとき、「神のごとき男」と呼ぶ習慣があるように)、獣的な人も人間の間では稀である。
μάλιστα δʼ ἐν τοῖς βαρβάροις ἐστίν, γίνεται δʼ ἔνια καὶ διὰ νόσους καὶ πηρώσεις·
それは主に異民族の間で見られるが、あるものは病気や不具によっても生じる。
καὶ τοὺς διὰ κακίαν δὲ τῶν ἀνθρώπων ὑπερβάλλοντας οὕτως ἐπιδυσφημοῦμεν.
また、私たちは悪徳において人間を超えている人々を、このようにそしって呼ぶ。
ἀλλὰ περὶ μὲν τῆς διαθέσεως τῆς τοιαύτης ὕστερον ποιητέον τινὰ μνείαν, περὶ δὲ κακίας εἴρηται πρότερον·
しかし、このような状態については後で言及することにし、悪徳についてはすでに前に語られた。
περὶ δὲ ἀκρασίας καὶ μαλακίας καὶ τρυφῆς λεκτέον, καὶ περὶ ἐγκρατείας καὶ καρτερίας·
自制心の欠如、軟弱、奢侈について、また自制と忍耐について語らねばならない。
οὔτε γὰρ ὡς περὶ τῶν αὐτῶν ἕξεων τῇ ἀρετῇ καὶ τῇ μοχθηρίᾳ ἑκατέραν αὐτῶν ὑποληπτέον, οὔθʼ ὡς ἕτερον γένος.
というのも、これら二つの状態を、徳や悪徳と同じ状態として捉えるべきでもなければ、これらとは別の類として捉えるべきでもないからである。
δεῖ δʼ, ὥσπερ ἐπὶ τῶν ἄλλων, τιθέντας τὰ φαινόμενα καὶ πρῶτον διαπορήσαντας οὕτω δεικνύναι μάλιστα μὲν πάντα τὰ ἔνδοξα περὶ ταῦτα τὰ πάθη, εἰ δὲ μή, τὰ πλεῖστα καὶ κυριώτατα·
他の事柄におけるのと同様に、現れている事実を提示し、まずアポリアを検討した上で、このようにして、これら受動的状態に関する通説を、最も望ましくはすべて、それができないとしても、その大部分と最も主要なものを証明しなければならない。
ἐὰν γὰρ λύηταί τε τὰ δυσχερῆ καὶ καταλείπηται τὰ ἔνδοξα, δεδειγμένον ἂν εἴη ἱκανῶς.
なぜなら、困難な点が解決され、通説が残されるならば、十分に証明されたことになるからである。
δοκεῖ δὴ ἥ τε ἐγκράτεια καὶ καρτερία τῶν σπουδαίων καὶ ἐπαινετῶν εἶναι, ἡ δʼ ἀκρασία τε καὶ μαλακία τῶν φαύλων καὶ ψεκτῶν, καὶ ὁ αὐτὸς ἐγκρατὴς καὶ ἐμμενετικὸς τῷ λογισμῷ, καὶ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ λογισμοῦ.
さて、自制と忍耐は優れたものであり賞賛されるべきものに属し、自制心の欠如と軟弱は劣ったものであり非難されるべきものに属すると考えられている。 また、自制心のある人と、理性にとどまる人は同一であり、自制心のない人と、理性を踏み外す人は同一であるとされる。
καὶ ὁ μὲν ἀκρατὴς εἰδὼς ὅτι φαῦλα πράττει διὰ πάθος, ὁ δʼ ἐγκρατὴς εἰδὼς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι οὐκ ἀκολουθεῖ διὰ τὸν λόγον.
自制心のない人は、悪いことを行っていると知りながら、受動的感情のためにそれを行い、自制心のある人は、欲望が悪いものと知りながら、ロゴスのゆえにそれに従わない。
καὶ τὸν σώφρονα μὲν ἐγκρατῆ καὶ καρτερικόν, τὸν δὲ τοιοῦτον οἳ μὲν πάντα σώφρονα οἳ δʼ οὔ, καὶ τὸν ἀκόλαστον ἀκρατῆ καὶ τὸν ἀκρατῆ ἀκόλαστον συγκεχυμένως, οἳ δʼ ἑτέρους εἶναί φασιν.
また、節制のある人を自制があり忍耐強い人であるとする一方で、そのような人をすべて節制のある人とする者もいればそうしない者もいる。 また、放埒な人を自制心のない人とし、自制心のない人を放埒な人と混同して呼ぶ者もいれば、それらは別のものであると言う者もいる。
τὸν δὲ φρόνιμον ὁτὲ μὲν οὔ φασιν ἐνδέχεσθαι εἶναι ἀκρατῆ, ὁτὲ δʼ ἐνίους φρονίμους ὄντας καὶ δεινοὺς ἀκρατεῖς εἶναι.
また、明智のある人が自制心のない人になることはあり得ないと言う者もいれば、明智があり才覚のある人の中にも自制心のない人がいると言う者もいる。
ἔτι ἀκρατεῖς λέγονται καὶ θυμοῦ καὶ τιμῆς καὶ κέρδους.
さらに、自制心の欠如は、怒り、名誉、利得についても言われる。
τὰ μὲν οὖν λεγόμενα ταῦτʼ ἐστίν.
語られていることは、以上の通りである。